Humanitext Reader

琉善 · 为《画像》辩护 §13-15

菲迪亚斯的先例与卢基诺斯要求的申辩

第 3 段,共 7 段 · 希腊语

内容简介

波利斯特拉托斯指出将人类与神明相比会贬低神性,并引用雕塑家菲迪亚斯根据公众意见修改雕像的逸事劝其改写。卢基诺斯则对缺席判决表示不满,但请求获得在朋友面前进行正式申辩的机会。

§13Πολύστρατος τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς θεάς;
波利斯特拉托斯一个身为人类的女子被拿来与阿佛洛狄忒和赫拉相比,这除了是公然贬低女神之外,还能是什么?
ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον·
因为在这样的情况下,并非微小者通过并列对比而变大,反而是伟大者因被拉低到更卑微的地位而变小。
οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν· ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν.
例如,如果有人一起行走,一个极高,另一个在身材上非常矮小,然后需要使他们平等,使其中一人不超越另一人,这并不能通过矮者往上伸展来实现,即使他竭尽全力踮起脚尖;相反,如果他们要显得高度相同,那个高个子就必须弯下腰,让自己显得更矮。
ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, ὡς τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον.
同样地,在这样的肖像中,如果有人把人比作神,人并不因此变大,反而神性必定会因向不足者弯曲而减少。
καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ δρᾶν· σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.
因为,如果由于缺乏尘世的例子,有人将言辞延伸到天上的事物,这样的人因不敬而做此事的指责还会少一些;但你拥有如此多女子的美貌,却毫无必要地敢于将她与阿佛洛狄忒和赫拉相比。
§14Πολύστρατος ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε.
波利斯特拉托斯因此,卢基诺斯啊,删去这过分且令人反感的部分吧。
οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες·
因为这并不符合你的性格,你本来绝非是一个容易且随便赞美他人的人。
ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας.
但现在,不知怎的,你却做出了彻底的改变,大肆挥霍,从先前的吝啬,变成了赞美中的挥霍无度。
ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη διαδεδομένον·
但即使要改写已经传阅的文章,也绝不要为此感到羞耻。
ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία.
因为据说连菲迪亚斯在为伊利斯人完成宙斯神像时也是这样做的。
στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων·
当时他站在门后,在第一次敞开大门展示作品时,倾听那些挑剔或赞美的人。
ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι.
有人指责鼻子太粗,有人指责脸太长,还有人指责其他地方。
εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν·
随后,当观众散去后,菲迪亚斯再次将自己关起来,根据大多数人的意见修正并调整了雕像。
οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.
因为他并不认为如此多民众的建议是微不足道的,而是认为,即使那个人是菲迪亚斯,多数人也总是必然比一个人看得更全面。
Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν.
我将这些话从她那里带给你,而我自己也作为朋友和好意者向你提出劝告。
§15Λυκῖνος Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με.
卢基诺斯波利斯特拉托斯啊,我竟不知你是一个如此出色的雄辩家!
ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι.
无论如何,你针对这部著作发表了如此长篇大论的演讲和如此重大的控诉,以至于连申辩的希望都没有给我留下。
πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιήσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου.
然而,你们的做法却不符合法庭规则,尤其是你,在该书辩护人不在场的情况下,缺席判决了它。
ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν.
正如谚语所说,我认为独自奔跑并获胜是最容易的。
ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος οὔτε ἀπολογίας ἀποδοθείσης.
因此,在我们既没有被灌水,也没有被给予申辩机会的情况下被判有罪,也就不足为奇了。
μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε.
或者说,最荒谬的是,你们自己既是控告者又是法官。
πότερα δʼ οὖν ἐθέλεις;
那么,你到底希望怎样?
ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην;
我是甘心接受判决、保持沉默,还是效仿希美拉的诗人,写一篇撤回诗,或者你们会允许我提出上诉,以重新争辩这场官司?
Πολύστρατος νὴ Δίʼ, ἤνπερ ἔχῃς τι δίκαιον εἰπεῖν·
波利斯特拉托斯凭宙斯起誓,当然可以,只要你有合情合理的理由要说。
οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλʼ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν.
因为正如你所说,你不是在对手中间,而是在朋友中间进行申辩。
ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.
而且我也准备好在审判中与你一起审理此案。

词汇与语法注释

  1. §13τῇ ἡλικίᾳ — 虽然 ἡλικία 的首要含义是“年龄”,但在此处它被用来表示“身材”或“身高”。这从与前文 μέγιστος(最高的人)的对比中可以明显看出。
  2. §13ὁμήλικες — 该形容词本来意为“同龄的”(源自 ὁμός + ἡλικία),但在本语境中,随着前文 τῇ ἡλικίᾳ(身材/身高)词义的变化,它被隐喻性地用来表示“高度相等的”。
  3. §14πρὸς τοῦ σοῦ τρόπου — 介词 πρός 后接属格表示性质或适合性(“符合……”、“是……的特征”)。在此处,其含义为“不符合你的性格”。
  4. §15ἐλελήθεις με — 这是动词 λανθάνω(此处为过去完成时 ἐλελήθεις)与分词(此处省略了 ὤν)连用的构文,表示主语的状态未被宾语察觉:“我竟不知你竟是[这样一位雄辩家]”。

引用这一段

琉善, 为《画像》辩护 §13-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg040.humanitext-grc2:13-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。