§1Πολύστρατος
ἐγώ σοι, ὦ Αὐκῖνε,
φησὶν ἡ γυνή,
τὰ μὲν ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος· οὐ γὰρ ἂν οὕτως ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετʼ εὐνοίας συνέγραφε.
波利斯特拉托斯 “奥克诺斯啊,”那女人说,“我确实在其他方面从那部著作中看到了对我的极大好意与尊重;因为如果不是带着好意撰写,谁也不会如此过分地称赞。
τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν.
但我的想法,为了让你知晓,是这样的。
οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον, ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ ἥκιστα ἐλεύθεροι τὴν φύσιν· ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ.
我平时在性格上就不喜欢谄媚之言,反而觉得这类人是骗子,在天性上最不具有自由人的气度;尤其是在赞美中,当有人用粗俗和过度的夸张来赞美我时,我既脸红,又几乎要塞住耳朵,那种事情在我看来更像是嘲弄,而不是赞美。
§2Πολύστρατος
μέχρι γὰρ τοῦδε οἱ ἔπαινοι ἀνεκτοί εἰσιν εἰς ὅσον ἂν ὁ ἐπαινούμενος γνωρίζῃ ἕκαστον τῶν λεγομένων προσὸν ἑαυτῷ· τὸ δὲ ὑπὲρ τοῦτο ἀλλότριον ἤδη καὶ κολακεία σαφής.
” 波利斯特拉托斯 “因为赞美在这一限度内是可接受的,即被赞美者能认出所说的每一件事确实属于自己;而超出这一限度的,就已经是身外之物,且是显而易见的谄媚了。
καίτοι πολλούς,
ἔφη,
οἶδα χαίροντας, εἴ τις αὐτοὺς ἐπαινῶν καὶ ἃ μὴ ἔχουσιν προσάπτοι τῷ λόγῳ, οἷον εἰ γέροντας ὄντας εὐδαιμονίζοι τῆς ἀκμῆς ἢ ἀμόρφοις οὖσι τὸ Νιρέως κάλλος ἢ τὸ Φάωνος περιθείη· οἴονται γὰρ ὑπὸ τῶν ἐπαίνων ἀλλαγήσεσθαι σφίσι καὶ τὰς μορφὰς καὶ αὐτοὶ ἀνηβήσειν αὖθις, ὥσπερ ὁ Πελίας ᾤετο.
然而,”她说,“我知道有许多人,如果有人在赞美他们时把他们并不拥有的东西也加在话语中,他们就会感到高兴,例如,对身为老人的他们,却祝贺他们的青春,或者给面貌丑陋的人戴上尼柔斯或法翁的美貌;因为他们以为通过这些赞美,连他们的容貌也会发生改变,而他们自己也将再次返老还童,就像佩利亚斯所认为的那样。
§3Πολύστρατος
τὸ δὲ οὐχ οὕτως ἔχει· πολλοῦ γὰρ ἂν ὁ ἔπαινος ἦν τίμιος, εἴ τι καὶ ἔργον αὐτοῦ ἀπολαῦσαι δυνατὸν ἦν ἐκ τῆς τοιαύτης ὑπερβολῆς.
” 波利斯特拉托斯 “但事实并非如此;因为如果能从这种夸张中享受到什么实际的效果,那么赞美就会是非常有价值的了。
νῦν δὲ ὅμοιόν μοι δοκοῦσιν,
ἔφη,
πάσχειν, ὥσπερ ἂν εἴ τινι ἀμόρφῳ προσωπεῖον εὔμορφον ἐπιθείη τις φέρων, ὁ δὲ μέγα ἐπὶ τῷ κάλλει φρονοίη, καὶ ταῦτα περιαιρετῷ ὄντι καὶ ὑπὸ τοῦ τυχόντος συντριβῆναι δυναμένῳ, ὅτε καὶ γελοιότερος ἂν γένοιτο αὐτοπρόσωπος φανείς, οἷος ὢν ὑφʼ οἵῳ κέκρυπτο· ἢ καὶ νὴ Δίʼ εἴ τις ὑποδησάμενος κοθόρνους μικρὸς αὐτὸς ὢν ἐρίζοι περὶ μεγέθους τοῖς ἀπὸ τοῦ ἰσοπέδου ὅλῳ πήχει ὑπερέχουσιν.
但实际上,在我看来,”她说,“他们的处境就像是,有人拿了一副美艳的面具戴在丑陋的人脸上,而那人却因这美貌而大肆骄傲,况且那面具还是可摘除的,且极易被随便什么人碰碎,届时当他露出本来面目时,暴露出是在怎样的伪装下藏着怎样的人,他就会显得更加可笑;或者,凭宙斯起誓,就像一个矮子自己穿上高底靴,去和那些在平地上就比他高出整整一肘的人竞争身高一样。
§4Πολύστρατος
ἐμέμνητο γὰρ καὶ τοιούτου τινός.
” 波利斯特拉托斯因为她也曾提起过这样一件事。
ἔφη γυναῖκά τινα τῶν ἐπιφανῶν τὰ μὲν ἄλλα καλὴν καὶ κόσμιον, μικρὰν δὲ καὶ πολὺ τοῦ συμμέτρου ἀποδέουσαν, ἐπαινεῖσθαι πρός τινος ποιητοῦ ἐν ᾄσματι τά τε ἄλλα καὶ ὅτι καλή τε καὶ μεγάλη ἦν· αἰγείρῳ δʼ αὐτῆς εἴκαζεν ἐκεῖνος τὸ εὔμηκές τε καὶ ὄρθιον.
她说,有一位名门妇女,其他方面都很美且大方,但身材矮小,远不及匀称,在一首诗歌中被某个诗人赞美,除了其他事之外,还赞美她既美丽又高挑;那人把她修长而笔直的身姿比作白杨树。
τὴν μὲν δὴ γάνυσθαι τῷ ἐπαίνῳ καθάπερ αὐξανομένην πρὸς τὸ μέλος καὶ τὴν χεῖρα ἐπισείειν, τὸν ποιητὴν δὲ πολλάκις τὸ αὐτὸ ᾄδειν ὁρῶντα ὡς ἥδοιτο ἐπαινουμένη, ἄχρι δὴ τῶν παρόντων τινὰ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν αὐτῷ,
πέπαυσο, ὦ οὗτος, μὴ καὶ ἀναστῆναι ποιήσῃς τὴν γυναῖκα.
于是她因这赞美而欣喜,仿佛随着旋律在长高一般,并挥动手臂,而诗人看到她因被赞美而高兴,就多次唱起同一段,直到旁观者中有人凑到他耳边对他说,“喂,快停下,免得你让她站起来。
§5Πολύστρατος
παραπλήσιον δὲ καὶ μακρῷ τούτου γελοιότερον Στρατονίκην ποιῆσαι τὴν Σελεύκου γυναῖκα.
” 波利斯特拉托斯而塞琉古的妻子斯特拉托妮可做了一件类似且滑稽得多的事。
τοῖς γὰρ ποιηταῖς ἀγῶνα προθεῖναι αὐτὴν περὶ ταλάντου, ὅστις ἂν ἄμεινον ἐπαινέσαι αὐτῆς τὴν κόμην, καίτοι φαλακρὰ ἐτύγχανεν οὖσα καὶ οὐδὲ ὅσας ὀλίγας τὰς ἑαυτῆς τρίχας ἔχουσα.
因为她向诗人们设了一个一塔兰同奖金的竞赛,看谁能最好地赞美她的头发,尽管她碰巧是个秃子,连仅有的几根自己的头发也没有。
καὶ ὅμως οὕτω διακειμένη τὴν κεφαλήν, ἁπάντων εἰδότων ὅτι ἐκ νόσου μακρᾶς τὸ τοιοῦτον ἐπεπόνθει, ἤκουε τῶν καταράτων ποιητῶν ὑακινθίνας τὰς τρίχας αὐτῆς λεγόντων καὶ οὔλους τινὰς πλοκάμους ἀναπλεκόντων καὶ σελίνοις τοὺς μηδὲ ὅλως ὄντας εἰκαζόντων.
然而,即便她的头部处于这种状况,且所有人都知道她是因一场大病才变成这样的,她还是听着那些可恶的诗人们说她的头发呈风信子色,并编织着蜷曲的锁发,将根本不存在的头发比作芹菜叶。
§6Πολύστρατος
ἁπάντων οὖν τῶν τοιούτων κατεγέλα τῶν παρεχόντων αὑτοὺς τοῖς κόλαξιν, καὶ προσετίθει δὲ ὅτι μὴ ἐν ἐπαίνοις μόνον, ἀλλὰ καὶ ἐν γραφαῖς τὰ ὅμοια πολλοὶ κολακεύεσθαί τε καὶ ἐξαπατᾶσθαι θέλουσι.
波利斯特拉托斯因此,她嘲笑所有这些将自己置于谄媚者面前的人,并补充说,不仅在赞美中,在画像中也有许多人乐于受到相似的谄媚和欺骗。
χαίρουσι γοῦν,
ἔφη,
τῶν γραφέων ἐκείνοις μάλιστα, οἳ ἂν πρὸς τὸ εὐμορφότερον αὐτοὺς εἰκάσωσιν.
“至少,”她说,“在画家中,他们最喜欢那些把他们画得比本人更美的人。
εἶναι δέ τινας, οἳ καὶ προστάττουσιν τοῖς τεχνίταις ἢ ἀφελεῖν τι τῆς ῥινὸς ἢ μελάντερα γράψασθαι τὰ ὄμματα ἢ ὅ τι ἂν ἄλλο ἐπιθυμήσωσιν αὑτοῖς προσεῖναι, εἶτα λανθάνειν αὑτοὺς ἀλλοτρίας εἰκόνας στεφανοῦντας καὶ οὐδὲν αὐτοῖς ἐοικυίας.
甚至有些人还命令工匠要么把鼻子削去一点,要么把眼睛画得更黑,或者加上任何其他他们渴望自己拥有的特征,结果他们是在给别人的、与自己毫无相似之处的肖像戴上花冠,而他们自己却浑然不知。 ”