§1Πολύστρατος
ἐγώ σοι, ὦ Αὐκῖνε,
φησὶν ἡ γυνή,
τὰ μὲν ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος·
Πολύστρατος 「アウキノスよ、」とあの女性は言っています。 「その著作から、他の点では私に対する多大な好意と敬意を見て取りました。
οὐ γὰρ ἂν οὕτως ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετʼ εὐνοίας συνέγραφε.
というのも、もし好意を持って執筆していなければ、これほど過剰に称賛することはなかったでしょうから。
τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν.
しかし私の考えは、あなたが知るために言っておくと、次のようなものです。
οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον, ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ ἥκιστα ἐλεύθεροι τὴν φύσιν·
私は普段からお世辞たら言動を好む性質ではありませんし、そのような人々はペテン師であり、その本性において最も自由人らしくないと思われます。
ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ.
とりわけ称賛において、誰かが下品で法外な誇張を用いて私を称賛するとき、私は赤面し、危うく耳を塞ぎそうになり、その事柄は称賛というよりはむしろ嘲笑に似ているように思われるのです。
§2Πολύστρατος
μέχρι γὰρ τοῦδε οἱ ἔπαινοι ἀνεκτοί εἰσιν εἰς ὅσον ἂν ὁ ἐπαινούμενος γνωρίζῃ ἕκαστον τῶν λεγομένων προσὸν ἑαυτῷ·
」 Πολύστρατος 「というのも、称賛が許容できるのは、称賛される者が、語られていることの各々が自分に備わっていると認められる限りのところまでだからです。
τὸ δὲ ὑπὲρ τοῦτο ἀλλότριον ἤδη καὶ κολακεία σαφής.
それを超えるものは、もはや自分のものではなく、明白なお世辞です。
καίτοι πολλούς,
ἔφη,
οἶδα χαίροντας, εἴ τις αὐτοὺς ἐπαινῶν καὶ ἃ μὴ ἔχουσιν προσάπτοι τῷ λόγῳ, οἷον εἰ γέροντας ὄντας εὐδαιμονίζοι τῆς ἀκμῆς ἢ ἀμόρφοις οὖσι τὸ Νιρέως κάλλος ἢ τὸ Φάωνος περιθείη·
もっとも多くの人々が、」と彼女は言いました、「誰かが自分たちを称賛して、持ってもいないものを言葉で付け加えるなら喜ぶのを、私は知っています。 例えば、老人である彼らをその若さゆえに祝福したり、醜い者たちにニレウスの美しさやファオンの美しさをまとわせたりする場合です。
οἴονται γὰρ ὑπὸ τῶν ἐπαίνων ἀλλαγήσεσθαι σφίσι καὶ τὰς μορφὰς καὶ αὐτοὶ ἀνηβήσειν αὖθις, ὥσπερ ὁ Πελίας ᾤετο.
なぜなら彼らは、その称賛によって自分たちの容姿も変えられ、自分たちもペリアスが思ったように再び若返るだろうと考えているからです。
§3Πολύστρατος
τὸ δὲ οὐχ οὕτως ἔχει·
」 Πολύστρατος 「しかし、実際はそうではありません。
πολλοῦ γὰρ ἂν ὁ ἔπαινος ἦν τίμιος, εἴ τι καὶ ἔργον αὐτοῦ ἀπολαῦσαι δυνατὸν ἦν ἐκ τῆς τοιαύτης ὑπερβολῆς.
もしそのような誇張から何らかの実際の効力を享受することが可能であったなら、称賛はきわめて価値あるものであったでしょうに。
νῦν δὲ ὅμοιόν μοι δοκοῦσιν,
ἔφη,
πάσχειν, ὥσπερ ἂν εἴ τινι ἀμόρφῳ προσωπεῖον εὔμορφον ἐπιθείη τις φέρων, ὁ δὲ μέγα ἐπὶ τῷ κάλλει φρονοίη, καὶ ταῦτα περιαιρετῷ ὄντι καὶ ὑπὸ τοῦ τυχόντος συντριβῆναι δυναμένῳ, ὅτε καὶ γελοιότερος ἂν γένοιτο αὐτοπρόσωπος φανείς, οἷος ὢν ὑφʼ οἵῳ κέκρυπτο·
だが現実には、彼らは次のような状態に陥っているように私には思われます、」と彼女は言いました、「あたかも、誰かが醜い者に美しい仮面を持ってきて被せ、被せられた者がその美しさ(しかもそれは取り外し可能であり、誰か通りすがりの者によって粉砕され得るものであるのに)を大いに自慢しているかのような状態です。 そのとき、彼は素顔をさらして、どのような者がどのようなものの下に隠されていたのかが明らかになり、さらに滑稽なことになるでしょう。
ἢ καὶ νὴ Δίʼ εἴ τις ὑποδησάμενος κοθόρνους μικρὸς αὐτὸς ὢν ἐρίζοι περὶ μεγέθους τοῖς ἀπὸ τοῦ ἰσοπέδου ὅλῳ πήχει ὑπερέχουσιν.
あるいは、誓って言うが、背の低い者が自ら高底の靴を履いて、平地に立っているのに自分より一ペキスも背が高い人々と、身長を競い合うようなものです。
§4Πολύστρατος
ἐμέμνητο γὰρ καὶ τοιούτου τινός.
」 Πολύστρατος というのも、彼女はそのような事例も思い起こしていたのです。
ἔφη γυναῖκά τινα τῶν ἐπιφανῶν τὰ μὲν ἄλλα καλὴν καὶ κόσμιον, μικρὰν δὲ καὶ πολὺ τοῦ συμμέτρου ἀποδέουσαν, ἐπαινεῖσθαι πρός τινος ποιητοῦ ἐν ᾄσματι τά τε ἄλλα καὶ ὅτι καλή τε καὶ μεγάλη ἦν·
身分の高い女性の一人で、他の点では美しく端麗ですが、背が低く、均整の取れた身長から大きくかけ離れている人が、ある詩人によって歌の中で、他のこととともに、彼女が美しくかつ背が高いと称賛されていた、と彼女は言いました。
αἰγείρῳ δʼ αὐτῆς εἴκαζεν ἐκεῖνος τὸ εὔμηκές τε καὶ ὄρθιον.
その詩人は、彼女のスラリとしたまっすぐな姿をポプラの木に例えていたのです。
τὴν μὲν δὴ γάνυσθαι τῷ ἐπαίνῳ καθάπερ αὐξανομένην πρὸς τὸ μέλος καὶ τὴν χεῖρα ἐπισείειν, τὸν ποιητὴν δὲ πολλάκις τὸ αὐτὸ ᾄδειν ὁρῶντα ὡς ἥδοιτο ἐπαινουμένη, ἄχρι δὴ τῶν παρόντων τινὰ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν αὐτῷ,
πέπαυσο, ὦ οὗτος, μὴ καὶ ἀναστῆναι ποιήσῃς τὴν γυναῖκα.
すると彼女はその称賛を喜び、歌に合わせて自分が伸びていくかのように手を振り動かし、詩人は、彼女が称賛されて喜んでいるのを見て、同じ箇所を何度も歌ったというのです、ついに、居合わせた一人が彼の方へ身をかがめて、その耳元でこう言うにいたるまで。 「おい、やめろ。 あの女性を立ち上がらせてしまうことのないように。
§5Πολύστρατος
παραπλήσιον δὲ καὶ μακρῷ τούτου γελοιότερον Στρατονίκην ποιῆσαι τὴν Σελεύκου γυναῖκα.
」 Πολύστρατος これと似ており、かつはるかに滑稽なことを、セレウコスの妻ストラトニケが行いました。
τοῖς γὰρ ποιηταῖς ἀγῶνα προθεῖναι αὐτὴν περὶ ταλάντου, ὅστις ἂν ἄμεινον ἐπαινέσαι αὐτῆς τὴν κόμην, καίτοι φαλακρὰ ἐτύγχανεν οὖσα καὶ οὐδὲ ὅσας ὀλίγας τὰς ἑαυτῆς τρίχας ἔχουσα.
というのも、彼女は詩人たちのために、彼女の髪を最も見事に称賛できた者に1タラントンを授与するコンテストを催したからです。 彼女はたまたま禿げており、自分の髪の毛などほんの少しすらも持っていなかったにもかかわらず。
καὶ ὅμως οὕτω διακειμένη τὴν κεφαλήν, ἁπάντων εἰδότων ὅτι ἐκ νόσου μακρᾶς τὸ τοιοῦτον ἐπεπόνθει, ἤκουε τῶν καταράτων ποιητῶν ὑακινθίνας τὰς τρίχας αὐτῆς λεγόντων καὶ οὔλους τινὰς πλοκάμους ἀναπλεκόντων καὶ σελίνοις τοὺς μηδὲ ὅλως ὄντας εἰκαζόντων.
頭部がそのような状態であり、彼女が長病みの結果としてそうなってしまったことを誰もが知っていたにもかかわらず、彼女はあの忌まわしい詩人たちが、彼女の髪はヒヤシンスのようだと言い、ちぢれた髪の房を編み上げ、全く存在すらしない髪をセリの葉に例えるのを聞いていたのです。
§6Πολύστρατος
ἁπάντων οὖν τῶν τοιούτων κατεγέλα τῶν παρεχόντων αὑτοὺς τοῖς κόλαξιν, καὶ προσετίθει δὲ ὅτι μὴ ἐν ἐπαίνοις μόνον, ἀλλὰ καὶ ἐν γραφαῖς τὰ ὅμοια πολλοὶ κολακεύεσθαί τε καὶ ἐξαπατᾶσθαι θέλουσι.
Πολύστρατος それゆえ彼女は、自分をお世辞屋どもに差し出すそのような人々全員を嘲笑しており、さらに、称賛においてだけでなく、肖像画においても同様に、多くの人々がお世辞を言われ、騙されることを望んでいる、と付け加えました。
χαίρουσι γοῦν,
ἔφη,
τῶν γραφέων ἐκείνοις μάλιστα, οἳ ἂν πρὸς τὸ εὐμορφότερον αὐτοὺς εἰκάσωσιν.
「実際、彼らは、」と彼女は言いました、「画家たちのうち、自分たちを実物より美しく描いてくれる者たちを最も喜ぶのです。
εἶναι δέ τινας, οἳ καὶ προστάττουσιν τοῖς τεχνίταις ἢ ἀφελεῖν τι τῆς ῥινὸς ἢ μελάντερα γράψασθαι τὰ ὄμματα ἢ ὅ τι ἂν ἄλλο ἐπιθυμήσωσιν αὑτοῖς προσεῖναι, εἶτα λανθάνειν αὑτοὺς ἀλλοτρίας εἰκόνας στεφανοῦντας καὶ οὐδὲν αὐτοῖς ἐοικυίας.
また、職人たちに対して、鼻を少し削ってくれとか、目をより黒く描いてくれとか、あるいは自分たちに備わっていてほしいと望むその他の何でも注文する人々もいる、と。 そして彼らは、自分自身には全く似ていない、他人の肖像画に冠を捧げていることに、自分でも気づいていないのです。 」