Humanitext Reader

琉善 · 画像 §10-12

确认女子身份与描绘心灵肖像的提议

第 4 段,共 7 段 · 希腊语

内容简介

波利斯特拉托斯和吕基诺斯确认了所谈论的女子是与国王生活在一起的名人,与阿布拉达塔斯之妻潘泰娅同名。波利斯特拉托斯指出,真正的美在于内在的美德和教养而非外表,吕基诺斯随后请求他描绘一幅她心灵的肖像。

§10Πολύστρατος ἔχʼ ἀτρέμας.
波利斯特拉托斯:等一下,别急。
συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι.
因为我已经非常清楚你所指的是哪位女子了,我是通过这些特征本身以及她的故乡认出她来的。
καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης.
而且你还说过有几个官宦跟随着她。
Λυκῖνος νὴ Δία, καὶ στρατιώτας τινάς.
吕基诺斯:确实如此,指宙斯发誓,还有一些士兵。
Πολύστρατος τὴν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις.
波利斯特拉托斯:幸福的人啊,你所说的是那位与国王生活在一起、名扬天下的人。
Λυκῖνος τί δέ ἐστιν αὐτῇ τοὔνομα;
吕基诺斯:那么,她的名字是什么?
Πολύστρατος πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ ἐπέραστον·
波利斯特拉托斯:吕基诺斯,这个名字也极其优美、招人喜爱。
ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ· οἶσθα πολλάκις ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα.
因为她与阿布拉达塔斯那位美丽的妻子同名;你想必经常听色诺芬赞美一位既贞洁又美丽的妇人,因而知道她。
Λυκῖνος νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατʼ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.
吕基诺斯:确实如此,指宙斯发誓。 每当我碰巧读到那一章,我便感动得仿佛亲眼见到了她,而且我几乎能听见她亲口说出那些被设定让她说的话,还能看见她如何为丈夫着装盔甲,以及她在送他上战场时是何等模样。
§11Πολύστρατος ἀλλʼ, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν· τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος.
波利斯特拉托斯:但是,我的好朋友,你只是像看一闪而过的闪电一样见过她一次,你似乎只是在赞美这些显而易见的东西,我是说肉体和容貌;但对于她心灵的美好,你却未曾得见,你也不知道她的那种美是多么伟大,那比肉体要好得多,也更具有神性。
ἐγὼ δὲ συνήθης γάρ εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνὴς ὤν.
而我,因为我是她的熟人,又同属一国,所以曾多次与她交谈。
καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ τὸ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκεκρίσθαι ταῦτα τοῦ σώματος· ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος θαυμάζοι.
因为,正如你自己也知道的,在肉体之美以前,我更赞美温和、仁慈、高尚、贞洁和教养;因为这些东西理应比肉体更受推崇;否则就显得荒谬和可笑,就像有人在赞美身体之前先去赞美衣服一样。
τὸ δʼ ἐντελὲς κάλλος, οἶμαι, τοῦτό ἐστιν, ὁπόταν εἰς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος.
而完美的美,我认为,是在心灵的德行与身体的秀美汇集于一处之时。
ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δʼ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξαμένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσθαι ἐλεγχόμενόν τε καὶ ἀσχημονοῦν καὶ παρʼ ἀξίαν συνὸν πονηρᾷ τινι δεσποίνῃ τῇ ψυχῇ.
事实上,我可以给你指出许多女子,她们容貌姣好,但在其他方面却玷污了这份美丽,以至于只要她们一开口说话,那美丽便会凋零枯萎,暴露无遗且显得丑陋,因为它不相称地与一个邪恶的女主人——即心灵——结合在一起。
καὶ αἵ γε τοιαῦται ὅμοιαί μοι δοκοῦσιν τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος ἢ αἴλουρος.
这样的女子在我看来就像是埃及的神殿:在那里,神殿本身极其美丽宏伟,饰以昂贵的宝石和黄金,并有绘画装点,但如果你在里面寻找神明,它要么是猴子,要么是朱鹭,要么是山羊,要么是猫。
τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν.
可以见到许多这样的女子。
Οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, εἰ μὴ κεκόσμηται τοῖς δικαίοις κοσμήμασι, λέγω δὴ οὐκ ἐσθῆτι ἁλουργεῖ καὶ ὅρμοις, ἀλλʼ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ταύτης ὅρος ἐστίν.
因此,美貌如果不用适当的饰物来装饰,就是不够的。 我所说的饰物当然不是指紫色的衣服和项链,而是指我刚才提到的那些:美德、贞洁、温和、仁慈,以及其他所有属于此界限内的东西。
§12Λυκῖνος οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν, ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν.
吕基诺斯:那么,波利斯特拉托斯,正如人们所说,用“同样的尺度”甚至更好的方式来以故事回报故事吧,因为你有这个能力;请为她的心灵描绘一幅肖像并展示给我看,好让我不至于只赞美她的一半。

词汇与语法注释

  1. §10γνωρίσας — 主动词主语(第一人称单数 `συνίημι`)的不定过去时分词,表示原因或方式(“因为认出”)。
  2. §10τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ — 由形容词 `ὁμώνυμος`(同名的)所支配的与格。属格 `τοῦ Ἀβραδάτα` 修饰 `ἐκείνῃ τῇ καλῇ`(“那位美丽的[妻子]”)。
  3. §10ἃ πεποίηται λέγουσα — 主格分词 `λέγουσα`(说话)作为被动语态动词 `πεποίηται`(被设定/被塑造)的补充。与关系代词 `ἃ` 连用,意为“她被塑造成正在说的话”。
  4. §11τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν — 由带否定前缀 alpha-privative 的形容词 `ἀθέατος`(未曾得见的)支配的属格(类似于宾格性属格或表示缺乏的属格)。
  5. §11φθεγξαμένων — 属格独立结构,其隐含的主语(复数,“她们”)呼应前文的 `πολλάς`。此结构嵌套在由表示结果的连词 `ὡς`(“以至于”)引导的从句中。
  6. §12ἄμειψαι — 动词 `ἀμείβω`(交换、回报)的第二人称单数不定过去时中动命令法。它支配宾格 `μῦθον`(故事)和表示交换对象的介词短语 `ἀντὶ μύθου`。

引用这一段

琉善, 画像 §10-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:10-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。