Humanitext Reader

琉善 · 画像 §13-15

对女子美妙歌喉与学识修养的赞美

第 5 段,共 7 段 · 希腊语

内容简介

波利斯特拉托斯赞美该女子的优美嗓音与歌艺超越了奥非乌斯和塞壬,随后提及她在谈吐中的聪慧和对诗歌的热爱,并向吕基诺斯透露了为她心灵的每项美德单独绘制肖像的计划。

§13Πολύστρατος οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ.
波利斯特拉托斯:朋友啊,你向我提出的任务绝非易事;因为在言语中赞美那些人人都显而易见的事物,与展现那些隐秘不显的事物完全不同。
καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον.
而且我自己也认为,为了描绘这幅肖像,我不仅需要雕塑家和画家,还需要哲学家作为合作者,以便根据他们的准则来校准这尊雕像,并展示它是按照古老的雕塑艺术精心制作的。
καὶ δὴ πεποιήσθω.
那么,现在就当它已经做好了吧。
αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν.
首先,她嗓音清晰而响亮,那句“从舌尖上流淌出比蜂蜜更甜美的语言”,荷马宁可说是针对她,而不是针对那位皮洛斯的长老。
πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλʼ οἷος γένοιτʼ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν.
她声音的每一个音调都极其柔和,既不低沉以至显得男性化,也不过分尖细以至显得极度阴柔且完全无力;相反,它就像尚未到青春期的少年的声音一样,甜美、宜人,且柔和地渗入听觉之中,以至于即使在她停止说话之后,那声音依然在耳畔回响,仿佛有余音盘旋驻留,就像回声拉长了听觉,在心灵中留下甜蜜且充满说服力的言辞痕迹。
ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα·
而每当她以那般美妙的声音歌唱,尤其是伴着竖琴歌唱时,那时那刻,翠鸟、蝉和天鹅就该立刻保持沉默了;因为与她相比,世间万物都显得毫无乐感。
κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.
即使你提起潘迪翁的女儿,尽管她能发出多变共鸣的声音,在歌艺上她也依然是个门外汉、毫无技巧。
§14Πολύστρατος Ὀρφεὺς δὲ καὶ Ἀμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν, ὡς καὶ τὰ ἄψυχα ἐπικαλέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν σιωπῇ ἀκροώμενοι.
波利斯特拉托斯:至于奥非乌斯和阿姆菲翁,他们曾是听众最强大的吸引者,甚至能将无生命之物召唤至歌声前,但我认为,如果他们听到了她的歌声,也会放下手中的竖琴,静静地站在一旁聆听。
τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαίνειν τι τοῦ ῥυθμοῦ, ἀλλʼ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι;
至于保持乐调最严密的精确性以不偏离一丝节奏,而是通过适时的扬抑(升降)来衡量整首歌曲,让竖琴与歌声和谐,拨子与舌尖同步,还有手指的轻柔触感和旋律的婉转多姿,这些本领,那个色雷斯人,或者那个在基泰隆山一带放牛并练习弹琴的人,又怎么可能拥有呢?
ὥστε ἤν ποτε, ὦ Λυκῖνε, καὶ ᾀδούσης ἀκούῃς αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν· παρεστήξῃ γὰρ εὖ οἶδα κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος.
因此,吕基诺斯,若你有朝一日听到她的歌唱,你将不再只是经历像美杜莎那样由人变成石头的遭遇,而是也会体验到塞壬的魔力究竟是怎样的滋味;因为我深知你会被其所魅惑,驻足不前,甚至忘却祖国和亲人。
καὶ ἢν κηρῷ ἐπιφράξῃ τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος.
即使你用蜡塞住耳朵,那旋律也会穿透蜡质深入你的内心。
τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπομένης ἢ Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον.
这是何等美妙的声音,仿佛是某位缪斯——无论是特普西科拉、墨尔波墨涅还是卡利俄佩亲自培养出来的学生,自身承载着千万种、各色各样的迷人魅力。
ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε, οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων χειλῶν, διʼ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν.
简而言之,请你想象,你正在聆听的,是一首理应从那样的嘴唇、那样的皓齿中吐露出来的歌谣。
ἑώρακας δὲ καὶ αὐτὸς ἥν φημι, ὥστε ἀκηκοέναι νόμιζε.
既然你已经亲眼见过了我所说的这位女子,就请当作你已经亲耳聆听过她了吧。
§15Πολύστρατος τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν ἄξιον· πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν.
波利斯特拉托斯:因为她声音的这种精确、纯正的爱奥尼亚腔调,以及她在谈吐中机智幽默且富有雅典式的优雅,甚至不值得大惊小怪;因为这对其而言是祖传而天然的,作为通过殖民而流淌着雅典人血脉的人,她本就该如此。
οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα.
同样的,如果她热爱诗歌,并经常在诗意中流连,作为荷马的同乡,我也绝不会为此感到惊奇。
μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν.
吕基诺斯,这就是关于她美妙声音和歌唱的第一个肖像,姑且算是保守的描绘。
σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλʼ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθʼ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη.
但你且看接下来的部分;因为我不想像你那样,从许多素材中拼凑出一幅画来——那不够艺术,把如此多的美丽拼凑在一起,反而让各个部分在自身中相互竞争、显得杂乱——相反,她的每一种心灵美德都将被单独描绘成一幅效法其原型的肖像。
Λυκῖνος ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις.
吕基诺斯:波利斯特拉托斯,你承诺的真是一场节日和盛宴。
ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον.
你似乎真的要以更丰富的尺度来回报我的故事。
ἐπιμέτρει δʼ οὖν· ὡς οὐκ ἔστιν ὅ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.
那么,请继续赐教吧;因为你再也做不出任何其他更令我高兴的事了。

词汇与语法注释

  1. 13πεποιήσθω — 第三人称单数完成时被动命令语气。字面意为“让它已被制作完成”,此处作为惯用表达,意为“那么就当它已经做好了吧”或“让我们开始创作吧”,用以毫不延迟地开始描述。
  2. 13ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν — 由 ὡς(代替 ὥστε)引导的结果从句,带对格不定式 εἶναι。παυσαμένης 是省略了意义上主语(她)的属格独立分词(属格绝对结构),意为“以至于即使在她停止(歌唱/说话)之后,声音仍余音绕梁”。
  3. 14αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν — 表示与过去事实相反的虚拟条件句(配合 εἴ γε ἤκουσαν “如果他们听到了的话”)。动词 παρεστήκεσαν(此处作过去时意)与双重质词 ἄν(分别置于主语 αὐτοί 之后和分词 καταλιπόντες 之后)连用,用以强调这种假设的虚拟语气。
  4. 15ὅτι ὁμιλῆσαι στωμύλη — 由连词 ὅ提 引导的名词从句,作为主句主语的一部分。不定式 ὁμιλῆσαι 限定形容词 στωμύλη(“在交往/交谈中是健谈/机智的”),表示“她在谈吐中极其聪慧”这一事实。

引用这一段

琉善, 画像 §13-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:13-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。