§13Πολύστρατος
οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις·
ポリュストラトス:友よ、お前が私に課している課題は小さなものではない。
οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ.
すべての人に明らかなものを称賛することと、目に見えないものを言葉によって明らかにすることとは、同じではないからだ。
καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον.
そして、私自身もこの肖像を描くために、単に彫刻家や画家だけでなく、哲学者たちをも共同の協力者として必要とするだろうと自分で思っている。 彼らの基準に合わせてこの彫像を整え、それが古代の彫刻術に従って作られたものであることを示すためだ。
καὶ δὴ πεποιήσθω.
さて、制作を始めるとしよう。
αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ
γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης
περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν.
彼女は、何よりもまず「人間の言葉を話し、澄んだ声の持ち主」であり、また「舌から蜂蜜よりも甘く流れる」というあの表現は、ホメロスがあのピュロスの老人についてよりも、むしろ彼女について語ったものである。
πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλʼ οἷος γένοιτʼ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν.
彼女の声のあらゆる調子は極めて柔らかく、男らしさに調和するほど重くもなく、また極めて女性的で完全に力抜けたものになるほど細くもない。 むしろ、まだ思春期に達しない少年の声のように心地よく、親しみやすく、穏やかに耳へと忍び込んでいく。 彼女が歌うのをやめた後でも、その声が残響として耳に留まり、何かしらの残響が耳の周りでさえずり続けるほどである。 それはあたかも、残響が聞き手の注意を引き伸ばし、対話の甘美な痕跡と説得力に満ちたものを魂に残していくかのようである。
ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις·
しかし、彼女があの美しさで歌うとき、それもとりわけ竪琴に合わせて歌うとき、そのときこそ、カワセミも蝉も白鳥も、即座に沈黙すべき時なのだ。
ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα·
なぜなら、彼女に比べればすべてが歌を持たない不調和なものだからだ。
κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.
たとえお前がパンディオーンの娘を挙げたとしても、彼女もまた、いくら多くの響きを持つ声を放つとしても、素人であり技術のない者なのだ。
§14Πολύστρατος
Ὀρφεὺς δὲ καὶ Ἀμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν, ὡς καὶ τὰ ἄψυχα ἐπικαλέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν σιωπῇ ἀκροώμενοι.
ポリュストラトス:オルフェウスとアムピオンは、聞き手を最も引きつける者たちであり、無生物さえも旋律のもとへ呼び寄せたほどであったが、彼ら自身も、もし彼女の歌を聞いたなら、竪琴を置いて静かに立ち尽くし、耳を傾けたであろう、と私は思う。
τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαίνειν τι τοῦ ῥυθμοῦ, ἀλλʼ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι;
調和の極めて厳密な正確さを保ち、リズムから少しも外れず、適切な拍子(アルシスとテシス)によって歌が計られ、竪琴が調和し、撥が舌と同時に時を刻むこと、そして指の器用なタッチと旋律のしなやかさ、こうしたものが、あのトラキアの男や、キタイロン山の辺りで牛を追いながら竪琴の練習をしていた者に、どうして備わっていたであろうか。
ὥστε ἤν ποτε, ὦ Λυκῖνε, καὶ ᾀδούσης ἀκούῃς αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν·
それゆえ、リュキノスよ、もしお前がいつか彼女が歌うのを聞くことがあれば、お前はもはや人間から石へと変わるというあのゴルゴンの経験をするだけでなく、セイレンたちの経験がどのようなものであったかも知ることになるだろう。
παρεστήξῃ γὰρ εὖ οἶδα κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος.
というのも、お前は魅了され、祖国や家族を忘れて立ち尽くすことになるのが、私にはよく分かっているからだ。
καὶ ἢν κηρῷ ἐπιφράξῃ τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος.
たとえ耳を蝋で塞いだとしても、その蝋を通り抜けて、旋律はお前の中に忍び込むだろう。
τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπομένης ἢ Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον.
これほど聴くべきものは、テルプシコラか、メルポメネか、あるいはカリオペ自身の薫陶によるものであり、その内に無数の、そしてあらゆる種類の魅力を宿している。
ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε, οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων χειλῶν, διʼ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν.
一言で言えば、このような唇を通じて、そしてあの歯の間から流れ出るのにふさわしい歌を聴いているのだとお前には思ってほしい。
ἑώρακας δὲ καὶ αὐτὸς ἥν φημι, ὥστε ἀκηκοέναι νόμιζε.
お前自身も私が言う彼女を見たのだから、聴いたも同然と思ってよい。
§15Πολύστρατος
τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν ἄξιον·
ポリュストラトス:声のこの正確さと純粋なイオニア的な響き、そして対話において愛嬌があり、多くのアッティカ的な優雅さを備えていることは、驚くには及ばない。
πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν.
というのも、それは彼女にとって父祖伝来のものであり、植民の歴史によってアテナイの血を引く者として、そうでなくてはならないからだ。
οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα.
また、彼女が詩を愛し、多くの時間を詩とともに過ごしているとしても、ホメロスの同郷人なのだから、私はそのことをも驚きはしない。
μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν.
リュキノスよ、これが美声と歌についての、控えめに見積もって描いた最初の肖像だ。
σκόπει δὲ δὴ καὶ τὰς ἄλλας·
しかし、他の肖像をも見てくれ。
οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλʼ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθʼ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη.
というのも、私はお前のよう多くのものから一つの肖像を合成して示そうとは考えなかったからだ。 ――それというのも、これほど多くの美を寄せ集めて、それ自体が互いに競い合うような雑多なものを一つ作り上げるのは、あまり絵画的ではないからだ。 ――そうではなく、魂の徳のすべてについて、それぞれに対して原型を模した一つの肖像が描かれることになるのだ。
Λυκῖνος
ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις.
リュキノス:ポリュストラトスよ、まるでお祭りとご馳走を約束してくれるかのようだ。
ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον.
お前は本当に、より豊かな尺度で私に返してくれそうだ。
ἐπιμέτρει δʼ οὖν·
だから、さらに付け足してくれ。
ὡς οὐκ ἔστιν ὅ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.
お前がこれ以上に私を喜ばせうることは他にないのだから。