§5μειράκιον μὲν οὖν ἔτι ὢν πάνυ ὡραῖον, ὡς ἐνῆν ἀπὸ τῆς καλάμης τεκμαίρεσθαι καὶ ἀκούειν τῶν διηγουμένων, ἀνέδην ἐπόρνευε καὶ συνῆν ἐπὶ μισθῷ τοῖς δεομένοις.
当他还是个非常美丽的少年时——正如可以从残留的踪迹中推测并从讲述者的口中听到那般——他肆无忌惮地出卖肉体,为了报酬而陪伴那些有需求的人。
ἐν δὲ τοῖς ἄλλοις λαμβάνει τις αὐτὸν ἐραστὴς γόης τῶν μαγείας καὶ ἐπῳδὰς θεσπεσίους ὑπισχνουμένων καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς καὶ θησαυρῶν ἀναπομπὰς καὶ κλήρων διαδοχάς.
在其他人中,有一个情人收留了他,那是一个属于承诺魔法、神圣咒语、恋爱媚药、引来敌人的灾祸、发掘宝藏和继承遗产的那类骗子。
οὗτος ἰδὼν εὐφυᾶ παῖδα καὶ πρὸς ὑπηρεσίαν τῶν ἑαυτοῦ πράξεων ἑτοιμότατον, οὐ μεῖον ἐρῶντα τῆς κακίας τῆς αὐτοῦ ἢ αὐτὸς τῆς ὥρας τῆς ἐκείνου, ἐξεπαίδευσέ τε αὐτὸν καὶ διετέλει ὑπουργῷ καὶ ὑπηρέτῃ καὶ διακόνῳ χρώμενος.
此人见这是一个天资聪颖且最乐意为自己的行径效力的孩子,这个孩子对自己邪恶的喜爱不亚于自己对孩子美貌的喜爱,于是便教导他,并一直将他当作助手、仆人和随从来使用。
ὁ δʼ αὐτὸς ἐκεῖνος δημοσίᾳ μὲν ἰατρὸς δῆθεν ἦν, ἠπίστατο δὲ κατὰ τὴν Θῶνος τοῦ Αἰγυπτίου γυναῖκα
"φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· "
ὧν ἁπάντων κληρονόμος καὶ διάδοχος οὗτος ἐγένετο.
那个人公开场合自称是医生,却像埃及人索恩的妻子那样,懂得 “许多药物,混合着许多有益的,也有许多有害的”;此人便成了这一切的继承人和后继者。
ἦν δὲ ὁ διδάσκαλος ἐκεῖνος καὶ ἐραστὴς τὸ γένος Τυανεύς, τῶν Ἀπολλωνίῳ τῷ πάνυ συγγενομένων καὶ τὴν πᾶσαν αὐτοῦ τραγῳδίαν εἰδότων.
那个老师兼情人是提亚纳人,曾是著名的阿波罗尼奥斯的同伙,深知其全部戏剧化骗局的人之一。
ὁρᾷς ἐξ οἵας σοι διατριβῆς ἄνθρωπον λέγω.
看得出我向你描述的,是出自何等门派的人。
§6ἤδη δὲ πώγωνος ὁ Ἀλέξανδρος πιμπλάμενος καὶ τοῦ Τυανέως ἐκείνου ἀποθανόντος ἐν ἀπορίᾳ καθεστώς, ἀπηνθηκυίας ἅμα τῆς ὥρας, ἀφʼ ἧς τρέφεσθαι ἐδύνατο, οὐκέτι μικρὸν οὐδὲν ἐπενόει, ἀλλὰ κοινωνήσας Βυζαντίῳ τινὶ χορογράφῳ τῶν καθιέντων εἰς τοὺς ἀγῶνας, πολὺ καταρατοτέρῳ τὴν φύσιν — Κοκκωνᾶς δέ, οἶμαι, ἐπεκαλεῖτο — περιῄεσαν γοητεύοντες καὶ μαγγανεύοντες καὶ τοὺς παχεῖς τῶν ἀνθρώπων — οὕτως γὰρ αὐτοὶ τῇ πατρίῳ τῶν μάγων φωνῇ τοὺς πολλοὺς ὀνομάζουσιν — ἀποκείροντες.
当亚历山大已经长满胡须,且因那个提亚纳人的去世而陷入困境,同时他賴以生存的美貌也已凋谢,他便不再筹划任何小事,而是与一个把参赛者送入竞技会的拜占庭合唱队领队合伙,此人本性更加该死——我想他名叫科科纳斯——他们到处招摇撞骗,施展魔术,剪下“肥羊”(因为他们用魔术师的行业黑话这样称呼愚民)的毛。
ἐν δὴ τούτοις καὶ Μακέτιν γυναῖκα πλουσίαν, ἔξωρον μέν, ἐράσμιον δὲ ἔτι εἶναι βουλομένην, ἐξευρόντες ἐπεσιτίσαντό τε τὰ ἀρκοῦντα παρʼ αὐτῆς καὶ ἠκολούθησαν ἐκ τῆς Βιθυνίας εἰς τὴν Μακεδονίαν.
在此期间,他们发现了一个富有的马其顿妇女,虽已年老色衰却仍想保持迷人,他们从她那里筹集了充足的盘缠,并随她从比提尼亚到了马其顿。
Πελλαία δὲ ἦν ἐκείνη, πάλαι μὲν εὐδαίμονος χωρίου κατὰ τοὺς τῶν Μακεδόνων βασιλέας, νῦν δὲ ταπεινοῦ καὶ ὀλιγίστους οἰκήτορας ἔχοντος.
她来自佩拉,那个在马其顿国王统治下曾十分繁荣的地方,如今却已破败,居民寥寥无几。
§7ἐνταῦθα ἰδόντες δράκοντας παμμεγέθεις, ἡμέρους πάνυ καὶ τιθασούς, ὡς καὶ ὑπὸ γυναικῶν τρέφεσθαι καὶ παιδίοις συγκαθεύδειν καὶ πατουμένους ἀνέχεσθαι καὶ θλιβομένους μὴ ἀγανακτεῖν καὶ γάλα πίνειν ἀπὸ θηλῆς κατὰ ταὐτὰ τοῖς βρέφεσι — πολλοὶ δὲ γίγνονται παρʼ αὐτοῖς τοιοῦτοι, ὅθεν καὶ τὸν περὶ τῆς Ὀλυμπιάδος μῦθον διαφοιτῆσαι πάλαι εἰκός, ὁπότε ἐκύει τὸν Ἀλέξανδρον, δράκοντός τινος, οἶμαι, τοιούτου συγκαθεύδοντος αὐτῇ — ὠνοῦνται τῶν ἑρπετῶν ἓν κάλλιστον ὀλίγων ὀβολῶν.
在那里,他们看到了体型极大的蛇,十分温顺驯良,以至于能由妇女抚育,与小儿同眠,被踩踏也忍耐,被捏挤也不发怒,且像婴儿一样从乳头吸食牛奶——在他们那里生有许多这样的蛇,因此,以前奥林匹亚丝怀着亚历山大时,我想正是因为有这样一条蛇与她同眠,才流传开那个传说,这也是很自然的——他们花了几枚奥博尔银币,买下了这些爬行动物中最美丽的一条。
§8καὶ κατὰ τὸν Θουκυδίδην ἄρχεται ὁ πόλεμος ἐνθένδε ἤδη.
而按照修昔底德的说法,战争从这里就已经开始了。
ὡς γὰρ ἂν δύο κάκιστοι καὶ μεγαλότολμοι καὶ πρὸς τὸ κακουργεῖν προχειρότατοι εἰς τὸ αὐτὸ συνελθόντες, ῥᾳδίως κατενόησαν τὸν τῶν ἀνθρώπων βίον ὑπὸ δυοῖν τούτοιν μεγίστοιν τυραννούμενον, ἐλπίδος καὶ φόβου, καὶ ὅτι ὁ τούτων ἑκατέρῳ εἰς δέον χρήσασθαι δυνάμενος τάχιστα πλουτήσειεν ἄν·
因为,当两个极度邪恶、胆大妄为且最擅长作恶的人聚在一起时,他们很容易就看出,人类的生活被“希望”和“恐惧”这两个最大的主宰所奴役,而任何能够适当利用其中之一的人,都会极其迅速地致富。
ἀμφοτέροις γάρ, τῷ τε δεδιότι καὶ τῷ ἐλπίζοντι, ἑώρων τὴν πρόγνωσιν ἀναγκαιοτάτην τε καὶ ποθεινοτάτην οὖσαν, καὶ Δελφοὺς οὕτω πάλαι πλουτῆσαι καὶ ἀοιδίμους γενέσθαι καὶ Δῆλον καὶ Κλάρον καὶ Βραγχίδας, τῶν ἀνθρώπων ἀεὶ διʼ οὓς προεῖπον τυράννους, τὴν ἐλπίδα καὶ τὸν φόβον, φοιτώντων εἰς τὰ ἱερὰ καὶ προμαθεῖν τὰ μέλλοντα δεομένων, καὶ διʼ αὐτὸ ἑκατόμβας θυόντων καὶ χρυσᾶς πλίνθους ἀνατιθέντων.
因为他们看到,无论是对于恐惧者还是希望者,预知都是最必需、最渴望得到的,而德尔斐、提洛、克拉罗斯和布兰基代在昔日正是以此致富并闻名遐迩的,因为人们由于我先前说过的那些主宰——希望与恐惧——而总是涌向圣所,要求预知未来,并因此献祭百牛,奉献金砖。
ταῦτα πρὸς ἀλλήλους στρέφοντες καὶ κυκῶντες μαντεῖον συστήσασθαι καὶ χρηστήριον ἐβουλεύοντο· εἰ γὰρ τοῦτο προχωρήσειεν αὐτοῖς, αὐτίκα πλούσιοί τε καὶ εὐδαίμονες ἔσεσθαι ἤλπιζον — ὅπερ ἐπὶ μεῖζον ἢ κατὰ τὴν πρώτην προσδοκίαν ἀπήντησεν αὐτοῖς καὶ κρεῖττον διεφάνη τῆς ἐλπίδος.
他们互相商讨,反复琢磨这些事情,谋划着建立一个神谕所和预言所;因为如果这事对他们行得通,他们指望能立刻变得富有和幸福——而事情的结果比他们最初的预期还要大,显得比他们的希望还要好。