§43ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου·
我还想向你讲述格吕孔与提乌姆人萨克尔多斯之间的一次对话。
ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων.
他具有何种智慧,你将从他的提问中得知。
ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ.
我在提乌姆的萨克尔多斯家中,读到了用金字书写的这段对话。
εἰπὲ γάρ μοι,
ἔφη,
ὦ δέσποτα Γλύκων, τίς εἶ;
“告诉我,”他说,“格吕孔主公,你是谁?
ἐγώ,
ἦ δʼ ὅς,
Ἀσκληπιὸς νέος.
” “我,”他回答说,“是新的阿斯克勒庇俄斯。
ἄλλος παρʼ ἐκεῖνον τὸν πρότερον;
” “是那个以前的阿斯克勒庇俄斯之外的另一个?
πῶς λέγεις;
你这是什么意思?
οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε.
” “你得知此事,至少这是不合神律的。
πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν;
” “那你将在我们这里停留多少年,向我们发布神谕?
τρίτον πρὸς τοῖς χιλίοις.
” “一千零三年。
εἶτα ποῖ μεταστήσῃ;
” “然后你将迁移到哪里?
ἐς
Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας τῆς ἐμῆς.
” “到巴克特拉及那里的土地;因为蛮族也必须享受到我的驾临。
τὰ δʼ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ἢ ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί;
” “而其他的神托所,迪迪马的、克拉罗斯的和德尔斐的,是否有你的父亲阿波罗在发布神谕? 还是现在那里下达的神谕都是虚假的?
μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι· οὐ γὰρ θέμις.
” “这个你也不要想知道;因为这是不合神律的。
ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον;
” “而我在今生之后会成为什么?
κάμηλος, εἶτα ἵππος, εἶτʼ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου.
” “一头骆驼,然后是一匹马,然后是一个智者和不亚于亚历山大的预言者。
Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη.
” 格吕孔与萨克尔多斯进行了这样的对话。
ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα· "Μὴ πείθου Λεπίδῳ, ἐπεὶ ἦ λυγρὸς οἶτος ὀπηδεῖ.
在最后,由于知道他是雷皮杜斯的友人,他便吟诵了一句有格律的神谕: “不要信任雷皮杜斯,因为悲惨的宿命正尾随其后。
"
πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ.
” 因为,正如我此前所说,他非常害怕伊壁鸠鲁,将其视为自己法术的竞争对手和对立索非斯特。
§44ἕνα γοῦν τινα τῶν Ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν.
无论如何,他使一个敢于在众多旁观者面前反驳他的伊壁鸠鲁主义者陷入了不小的危险中。
ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλῃ τῇ φωνῇ· σὺ μέντοι γε, ὦ Ἀλέξανδρε, τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, θηρίοις ὑπὸ σοῦ παραδοθέντων.
因为那个人走上前去,大声说道: “然而,亚历山大,你确实说服了某个帕拉戈尼亚人,将其家仆送交加拉太的总督处以死刑,声称他们杀害了他在亚历山大受教育的儿子。 但是那个青年还活着,并且在那些因你而被送去喂野兽的家仆丧生之后,活着回来了。
τοιοῦτον δέ τι ἐγεγένητο· ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν πλεῦσαι, κἀπειδήπερ ἐβράδυνεν, οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ, οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα διεφθάρθαι τὸν νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν — πολλοὶ δὲ ἦσαν τότε — ἀνῃρῆσθαι, ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανισμόν.
” 其实事情是这样发生的:那青年乘船前往埃及,到达克吕斯马,因为有一艘船正要启航,他也说服了自己一同乘船前往印度。 由于他延误了时间,他那些不幸的家仆以为这青年要么是在尼罗河航行时遇难,要么是被强盗(当时强盗很多)杀害,于是回去报告了他的失踪。
εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη, μεθʼ ἣν ἐπέστη ὁ νεανίσκος διηγούμενος τὴν ἀποδημίαν.
接着便有了神谕和判罪,在这之后,青年出现了,讲述了自己的旅程。
§45ὃ μὲν ταῦτα ἔλεγεν.
那人说了这些话。
ὁ δὲ Ἀλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ καὶ μὴ φέρων τοῦ ὀνείδους τὴν ἀλήθειαν ἐκέλευεν τοὺς παρόντας λίθοις βάλλειν αὐτόν, ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ Ἐπικουρείους κληθήσεσθαι.
亚历山大对这反驳感到愤怒,无法忍受这指责的真相,便命令在场的人用石头砸他,否则他们自己也将成为不洁之人,并被称为伊壁鸠鲁主义者。
τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν, τοῦ Πόντου πρῶτος, περιχυθεὶς ἐρρύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα, πάνυ δικαίως.
在人们开始投石时,当时旅居此地、波恩托斯的首要人物德摩斯特拉托斯护住了那人,将这个差一点就被乱石砸死的男子从死亡中救了出来,这极其公道。
τί γὰρ ἔδει μόνον φρονεῖν ἐν τοσούτοις μεμηνόσιν καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας;
因为在这么多疯子当中,何必要独自保持清醒,并去分担帕拉戈尼亚人的愚蠢代价呢?
§46καὶ τὰ μὲν κατʼ ἐκεῖνον τοιαῦτα.
关于那人的事情就是这样的。
εἰ δέ τινι, προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν — πρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετο — καὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει τῷδε, ἀνεῖπεν ἔνδοθεν· ἐς κόρακας,
οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλʼ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ καὶ ἄθεον καὶ Ἐπικούρειον, ἥπερ ἦν ἡ μεγίστη λοιδορία.
而如果有人在神谕按顺序被传唤时——这是在神示的前一天进行的——当宣告官询问是否要给这个人降下神示时,他从里面回答说: “滚去喂乌鸦吧! ” 便再也没有人把这样的人接纳进屋,也不再与他共享水火,而是必须将其从一个地方驱逐到另一个地方,视其为不虔敬之人、无神论者和伊壁鸠鲁主义者,而这曾是最大的辱骂。
§47ἓν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ Ἀλέξανδρος·
无论如何,亚历山大做了一件最可笑的事。
εὑρὼν γὰρ τὰς Ἐπικούρου κυρίας δόξας, τὸ κάλλιστον, ὡς οἶσθα, τῶν βιβλίων καὶ κεφαλαιώδη περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα, κομίσας εἰς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων, καὶ τὴν σποδὸν εἰς τὴν θάλασσαν ἐξέβαλεν, ἔτι καὶ χρησμὸν ἐπιφθεγξάμενος· "Πυρπολέειν κέλομαι δόξας ἀλαοῖο γέροντος·
因为他找到了伊壁鸠鲁的《主要教义》——如你所知,这是他著作中最优秀的一部,包含了那人智慧的纲领性教条。 他把书带到广场中央,在一堆无花果木上烧毁了它,仿佛是在烧毁他本人一样,并把灰烬扔进了海里,还加了一句神谕: “我命令用火烧毁那个盲眼老人的教义。
"
οὐκ εἰδὼς ὁ κατάρατος ὅσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυχοῦσιν αἴτιον γίγνεται, καὶ ὅσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται, δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττον καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν, νοῦν δὲ καὶ ἀλήθειαν ἐντιθὲν καὶ καθαῖρον ὡς ἀληθῶς τὰς γνώμας, οὐχ ὑπὸ δᾳδὶ καὶ σκίλλῃ καὶ ταῖς τοιαύταις φλυαρίαις, ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παρρησίᾳ.
” 这个该死的家伙并不知道,那本书给读到它的人带来了多少福祉,在他们心中激起了多少和平、宁静和自由,使他们免于恐惧、幻影和怪诞迷信,免于徒劳的希望和多余的欲望,反而注入了理性和真理,并真正净化了他们的心灵,这不是用火炬、海葱和此类胡言乱语,而是用正确的理性、真理和坦白直言。