§20ἦν δὲ τὸ μηχάνημα τοῦτο ἀνδρὶ μὲν οἵῳ σοί, εἰ δὲ μὴ φορτικὸν εἰπεῖν, καὶ οἵῳ ἐμοί, πρόδηλον καὶ γνῶναι ῥᾴδιον, τοῖς δὲ ἰδιώταις καὶ κορύζης μεστοῖς τὴν ῥῖνα τεράστιον καὶ πάνυ ἀπίστῳ ὅμοιον.
这一机关对于像你这样的人,或者,如果不算唐突的话,对于像我这样的人,都是显而易见且极易看穿的,但对于外行和那些鼻塞的人来说,却是一件奇事,且完全不可思议。
ἐπινοήσας γὰρ ποικίλας τῶν σφραγίδων τὰς λύσεις ἀνεγίγνωσκέν τε τὰς ἐρωτήσεις ἑκάστας καὶ τὰ δοκοῦντα πρὸς αὐτὰς ἀπεκρίνετο, εἶτα κατειλήσας αὖθις καὶ σημηνάμενος ἀπεδίδου μετὰ πολλοῦ θαύματος τοῖς λαμβάνουσιν.
因为他想出了各种拆开封印的方法,读完每一个问题,并对它们做出看似合适的回答,然后再次卷好并封印,在人们极度惊异中还给那些接收者。
καὶ πολὺ ἦν παρʼ αὐτοῖς τὸ
πόθεν γὰρ οὗτος ἠπίστατο ἃ ἐγὼ πάνυ ἀσφαλῶς σημηνάμενος αὐτῷ ἔδωκα ὑπὸ σφραγῖσιν δυσμιμήτοις, εἰ μὴ θεός τις ὡς ἀληθῶς ὁ πάντα γιγνώσκων ἦν·
在他们中间,常常能听到这样的话: “因为,如果不是真的有一位无所不知的神明,这人怎么会知道我防范得极其严密、在难以模仿的封印下交底的东西呢?
§21τίνες οὖν αἱ ἐπίνοιαι, ἴσως γὰρ ἐρήσῃ με.
” 那么,这些手段是什么呢? 因为你或许会问我。
ἄκουε τοίνυν, ὡς ἔχοις ἐλέγχειν τὰ τοιαῦτα.
那么请听好,这样你就能掌握揭穿此类把戏的方法。
ἡ πρώτη μὲν ἐκείνη, ὦ φίλτατε Κέλσε· βελόνην πυρώσας τὸ ὑπὸ τὴν σφραγῖδα μέρος τοῦ κηροῦ διατήκων ἐξῄρει καὶ μετὰ τὴν ἀνάγνωσιν τῇ βελόνῃ αὖθις ἐπιχλιάνας τὸν κηρόν, τόν τε κάτω ὑπὸ τῷ λίνῳ καὶ τὸν αὐτὴν τὴν σφραγῖδα ἔχοντα, ῥᾳδίως συνεκόλλα.
最亲爱的凯尔苏斯啊,第一种是这样的:将针烧红,熔化封印下方那部分蜡并将其取出,阅读之后,再次用针加热那里的蜡——包括线圈下方的蜡和带有印章本身的蜡,然后轻易地将其重新粘合。
ἕτερος δὲ τρόπος ὁ διὰ τοῦ λεγομένου κολλυρίου· σκευαστὸν δὲ τοῦτό ἐστιν ἐκ πίττης Βρεττίας καὶ ἀσφάλτου καὶ λίθου τοῦ διαφανοῦς τετριμμένου καὶ κηροῦ καὶ μαστίχης.
第二种方法是利用所谓的“硬膏”;这是由布鲁提亚沥青、沥青、研磨过的透明石、蜡和乳香脂调制而成的。
ἐκ γὰρ τούτων ἁπάντων ἀναπλάσας τὸ κολλύριον καὶ θερμήνας πυρί, σιάλῳ τὴν σφραγῖδα προχρίσας ἐπετίθει καὶ ἀπέματτε τὸν τύπον.
他用所有这些材料捏成硬膏,用火加热,预先用唾液涂抹印章,然后敷在上面,印出模子。
εἶτα αὐτίκα ξηροῦ ἐκείνου γενομένου, λύσας ῥᾳδίως καὶ ἀναγνούς, ἐπιθεὶς τὸν κηρὸν ἀπετύπου ὥσπερ ἐκ λίθου τὴν σφραγῖδα εὖ μάλα τῷ ἀρχετύπῳ ἐοικυῖαν.
接着,等那模子一干,他便轻易拆开并阅读,再放上蜡进行压印,就像是用石头盖章一样,与原型极其相似。
τρίτον ἄλλο πρὸς τούτοις ἄκουσον· τιτάνου γὰρ εἰς κόλλαν ἐμβαλὼν ᾗ κολλῶσι τὰ βιβλία, καὶ κηρὸν ἐκ τούτου ποιήσας, ἔτι ὑγρὸν ὄντα ἐπετίθει τῇ σφραγῖδι καὶ ἀφελών — αὐτίκα δὲ ξηρὸν γίγνεται καὶ κέρατος, μᾶλλον δὲ σιδήρου παγιώτερον — τούτῳ ἐχρῆτο πρὸς τὸν τύπον.
除此之外,再听听第三种:他将石灰放入粘合书册的胶水中,由此制成蜡状物,在它还未干时敷在印章上并取下——它会立刻变干,比角质甚至比铁还要坚硬——他便用它来压印。
ἔστι δὲ καὶ ἄλλα πολλὰ πρὸς τοῦτο ἐπινενοημένα, ὧν οὐκ ἀναγκαῖον μεμνῆσθαι ἁπάντων, ὡς μὴ ἀπειρόκαλοι εἶναι δοκοίημεν, καὶ μάλιστα σοῦ ἐν οἷς κατὰ μάγων συνέγραψας, καλλίστοις τε ἅμα καὶ ὠφελιμωτάτοις συγγράμμασιν καὶ δυναμένοις σωφρονίζειν τοὺς ἐντυγχάνοντας, ἱκανὰ παραθεμένου καὶ πολλῷ τούτων πλείονα.
为此目的而想出的手段还有很多,没有必要全部提及,以免我们显得繁琐无趣,尤其是因为你在针对巫术所写的那些——既极完美又极有益、且能让读者保持清醒的——著作中,已经列举了足够多、且远多于此的例证。
§22ἔχρη οὖν καὶ ἐθέσπιζε, πολλῇ τῇ συνέσει ἐνταῦθα χρώμενος καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων, τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος, τοῖς δὲ καὶ πάνυ ἀσαφῆ· χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ τοῦτο.
于是,他降下神谕并进行预言,在其中展现出极大的聪明,将推测与自己的智谋结合起来,对一些人的提问给予曲折和含糊的回答,对另一些人则给予完全晦涩的解答;因为在他看来,这才是神谕应有的风格。
τοὺς δὲ ἀπέτρεπεν ἢ προὔτρεπεν, ὡς ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι·
对于其他人,他则根据自己认为更好的推测,予以劝阻或鼓励。
τοῖς δὲ θεραπείας προὔλεγεν καὶ διαίτας, εἰδώς, ὅπερ ἐν ἀρχῇ ἔφην, πολλὰ καὶ χρήσιμα φάρμακα.
对于另一些人,他则开出治疗方案和食疗方,正如我开头所说,他知道许多有用药物。
μάλιστα δὲ εὐδοκίμουν παρʼ αὐτῷ αἱ κυτμίδες, ἀκόπου τι ὄνομα πεπλασμένον, ἐκ λίπους ἀρκείου συντεθειμένου.
在这些药物中,最受欢迎的是“cytmides”——这是一个虚构的、用于镇痛的名称,由熊脂调制而成。
τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο, προστιθεὶς ὅτι
ἔσται πάντα ὁπόταν ἐθελήσω ἐγὼ καὶ Ἀλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν.
然而,对于希望、晋升和遗产继承等事,他总是推迟到以后,并补充说: “当我和我的先知亚历山大为你们祈求和祷告时,一切都会实现的。
§23ἐτέτακτο δὲ ὁ μισθὸς ἐφʼ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύʼ ὀβολώ.
” 每次神谕的费用被定为一德拉克马和两个奥博尔。
μὴ μικρὸν οἰηθῇς, ὦ ἑταῖρε, μηδʼ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλʼ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων.
朋友啊,不要以为这笔收入微不足道或很少,他每年集资达七万或八万德拉克马,因为人们由于贪心,每人会递交十到十五个神谕问题。
λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδʼ εἰς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς, ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατʼ ἀξίαν.
他得到这些钱后,并没有独占,也没有存起来作为财富,而是因为他身边已经有了许多合作者、助手、探子、神谕编纂者、神谕保管者、抄写员、封印员和解释者,他把应得的一份分给所有人中的每一个。