← ルキアノス

アナカルシス

§1-7

若者たちの運動競技に対するアナカルシスの疑問

アナカルシスはアテナイの若者たちが泥や砂の中で互いに激しく争い、跳びはねている様子を狂気と捉え、ソロンにその理由を尋ねる。ソロンはこれが体育(ギュムナシオン)の訓練であり、健康と活力をもたらす有益なものであると説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Ἀνάχαρσις ταῦτα δὲ ὑμῖν, ὦ Σόλων, τίνος ἕνεκα οἱ νέοι ποιοῦσιν; οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες. καίτοι κατʼ ἀρχὰς εὐθὺς ἀποδυσάμενοι — ἑώρων γάρ — λίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει. μετὰ δὲ οὐκ οἶδʼ ὅ τι παθόντες1 ὠθοῦσί τε ἀλλήλους συννενευκότες καὶ τὰ μέτωπα συναράττουσιν ὥσπερ οἱ κριοί. καὶ ἢν ἰδοὺ ἀράμενος ἐκεινοσὶ τὸν ἕτερον ἐκ τοῖν σκελοῖν ἀφῆκεν εἰς τὸ ἔδαφος, εἶτʼ ἐπικαταπεσὼν ἀνακύπτειν οὐκ ἐᾷ, συνωθῶν κάτω εἰς τὸν πηλόν· τέλος δὲ ἤδη περιπλέξας αὐτῷ τὰ σκέλη κατὰ τὴν γαστέρα τὸν πῆχυν ὑποβαλὼν τῷ λαιμῷ ἄγχει ἄθλιον, ὁ δὲ παρακροτεῖ εἰς τὸν ὦμον, ἱκετεύων οἶμαι, ὡς μὴ τέλεον ἀποπνιγείη. καὶ οὐδὲ τοῦ ἐλαίου ἕνεκα φείδονται μὴ μολύνεσθαι,2 ἀλλʼ ἀφανίσαντες τὸ χρῖσμα καὶ τοῦ βορβόρου ἀναπλησθέντες ἐν ἱδρῶτι ἅμα πολλῷ γέλωτα ἐμοὶ γοῦν παρέχουσιν ὥσπερ αἱ ἐγχέλυες ἐκ τῶν χειρῶν διολισθαίνοντες.

アナカルシス: 「ソロンよ、若者たちは何のためにこのようなことをしているのですか。彼らのうち、ある者は組み合って互いに足を払い、別の者は首を絞めたり体をねじ曲げたり、泥の中で豚のように転げ回って一緒になって汚れています。しかも、最初は裸になるやいなや――私は見ていたのですが――油をたっぷりと塗り、極めて穏やかに交代で互いに相手の体をさすり合っていたのです。ところがその後、どうした風の吹き回しか、頭を下げて互いに押し合い、雄羊のように額をぶつけ合っています。ほらご覧なさい、あそこの男が相手の両脚を抱え上げて地面に叩きつけ、それからその上に覆いかぶさって、泥の中に押し込み、起き上がるのを許しません。ついに相手の腹のあたりに自分の脚を絡みつかせ、喉の下に前腕を差し込んで、その哀れな男の首を絞めています。相手は、完全に窒息してしまわないように懇願しているのでしょう、肩を軽く叩いています。そして、油を塗ったからといって汚れるのを避けるわけでもなく、塗った油を台無しにして泥まみれになり、大量の汗を流しながら、まるで手から滑り落ちるウナギのように逃げ回って、私にとっては少なくとも笑い草になっています。

§2

Ἀνάχαρσις ἕτεροι δὲ ἐν τῷ αἰθρίῳ τῆς αὐλῆς τὸ αὐτὸ τοῦτο δρῶσιν, οὐκ ἐν πηλῷ οὗτοί γε, ἀλλὰ ψάμμον ταύτην βαθεῖαν ὑποβαλόμενοι ἐν τῷ ὀρύγματι πάττουσίν τε ἀλλήλους καὶ αὐτοὶ ἑκόντες ἐπαμῶνται τὴν κόνιν ἀλεκτρυόνων δίκην, ὡς ἀφυκτότεροι εἶεν ἐν ταῖς συμπλοκαῖς, οἶμαι, τῆς ψάμμου τὸν ὄλισθον ἀφαιρούσης καὶ βεβαιοτέραν ἐν ξηρῷ παρεχούσης τὴν ἀντίληψιν.

アナカルシス: 別の者たちは中庭の野外でこれと全く同じことをしています。ただし、彼らは泥の中ではなく、掘り抜いた穴の中にこの深い砂を敷いて、互いに砂を掛け合い、自ら進んで雄鶏のようにその塵を掻き寄せています。これは、組み合う際により逃げにくくするためでしょう。砂が滑りやすさを取り除き、乾いた状態で掴みどころをより確実に提供するからだと思います。

§3

Ἀνάχαρσις οἱ δὲ ὀρθοστάδην κεκονιμένοι καὶ αὐτοὶ παίουσιν ἀλλήλους προσπεσόντες καὶ λακτίζουσιν. οὑτοσὶ γοῦν καὶ τοὺς ὀδόντας ἔοικεν ἀποπτύσειν ὁ κακοδαίμων, οὕτως αἵματος αὐτῷ καὶ ψάμμου ἀναπέπλησται τὸ στόμα, πύξ, ὡς ὁρᾷς, παταχθέντος εἰς τὴν γνάθον. ἀλλʼ οὐδὲ ὁ ἄρχων οὑτοσὶ διίστησιν αὐτοὺς καὶ λύει τὴν μάχην — τεκμαίρομαι γὰρ τῇ πορφυρίδι τῶν ἀρχόντων τινὰ τοῦτον εἶναι — ὁ δὲ καὶ ἐποτρύνει καὶ τὸν πατάξαντα ἐπαινεῖ.

アナカルシス: また別の者たちは、立ったまま埃まみれになって、やはり互いに飛びかかって殴り合い、蹴り合っています。ほら、あそこの不運な男は歯を吐き出しそうですよ。ご覧のように、顎を拳で殴られたため、口の中が血と砂でいっぱいになっています。それなのに、こちらの監督官――紫の衣を着ていることから監督官の一人だと推測するのですが――は彼らを引き離して喧嘩をやめさせようともせず、それどころか励まして、殴った方を褒め称えています。

§4

Ἀνάχαρσις ἄλλοι δὲ ἀλλαχόθι πάντες ἐγκονοῦσι καὶ ἀναπηδῶσιν ὥσπερ θέοντες ἐπὶ τοῦ αὐτοῦ μένοντες καὶ εἰς τὸ ἄνω συναλλόμενοι λακτίζουσιν τὸν ἀέρα.

アナカルシス: さらに他の者たちは、あちこちで誰もがせわしく動き回り、同じ場所にとどまりながら走るかのように跳びはね、上空に向かって跳び上がっては空気を蹴っています。

§5

Ἀνάχαρσις ταῦτα οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν·3 ὡς ἔμοιγε μανίᾳ μᾶλλον ἐοικέναι δοκεῖ τὸ πρᾶγμα, καὶ οὐκ ἔστιν ὅστις ἂν ῥᾳδίως μεταπείσειέ με ὡς οὐ παραπαίουσιν οἱ ταῦτα δρῶντες.

アナカルシス: ですから、このようなことを行うのが、いったいどのような善いことのためになるのかを知りたいのです。私には、この行いは狂気の沙汰にしか見えませんし、これを行っている者たちが正気を失っていないと、私を容易に説得できる者など誰もいないでしょう。

§6

Σόλων καὶ εἰκότως, ὦ Ἀνάχαρσι, τοιαῦτά σοι τὰ γιγνόμενα φαίνεται, ξένα γε ὄντα καὶ πάμπολυ τῶν Σκυθικῶν ἐθῶν ἀπᾴδοντα, καθάπερ καὶ ὑμῖν πολλὰ εἰκὸς εἶναι μαθήματα καὶ ἐπιτηδεύματα τοῖς Ἕλλησιν ἡμῖν ἀλλόκοτα εἶναι δόξαντα ἄν,4 εἴ τις ἡμῶν ὥσπερ σὺ νῦν ἐπισταίη αὐτοῖς. πλὴν ἀλλὰ θάρρει, ὦγαθέ· οὐ γὰρ μανία τὰ γιγνόμενά ἐστιν οὐδʼ ἐφʼ ὕβρει οὗτοι παίουσιν ἀλλήλους καὶ κυλίουσιν ἐν τῷ πηλῷ ἢ ἐπιπάττουσιν τὴν κόνιν, ἀλλʼ ἔχει τινὰ χρείαν οὐκ ἀτερπῆ τὸ πρᾶγμα καὶ ἀκμὴν οὐ μικρὰν ἐπάγει τοῖς σώμασιν· ἢν γοῦν ἐνδιατρίψῃς, ὥσπερ οἶμαί σε ποιήσειν, τῇ Ἑλλάδι, οὐκ εἰς μακρὰν εἷς καὶ αὐτὸς ἔσῃ τῶν πεπηλωμένων ἢ κεκονιμένων· οὕτω σοι τὸ πρᾶγμα ἡδύ τε ἅμα καὶ λυσιτελὲς εἶναι δόξει. Ἀνάχαρσις ἄπαγε, ὦ Σόλων, ὑμῖν ταῦτα γένοιτο τὰ ὠφέλιμα καὶ τερπνά, ἐμὲ δὲ εἴ τις ὑμῶν τοιοῦτό τι διαθείη, εἴσεται ὡς οὐ μάτην παρεζώσμεθα τὸν ἀκινάκην.

ソロン: アナカルシスよ、あなたにその光景がそのように見えるのも当然のことです。それらはあなたにとって見慣れぬものであり、スキタイの習俗とは大いにかけ離れているのですから。同様に、もし私たちギリシア人の誰かが、現在のあなたのようにそちらの習俗を観察したなら、あなた方の多くの学びや習慣が奇妙に思えるに違いないのと同じことです。しかし、心配なさるな、友よ。この光景は狂気ではありません。彼らは乱暴を働くために互いに殴り合い、泥の中で転げ回り、埃を掛け合っているのではありません。この行いには不快ならぬ効用があり、身体に少なからぬ活力を与えるのです。もしあなたが、そうするだろうと私が思うように、ギリシアにしばらく滞在するなら、遠からずあなた自身も泥や埃にまみれた者たちの一人になることでしょう。それほど、この行いはあなたにとって愉快であり、かつ有益であると思われるようになるはずです。 アナカルシス: とんでもない、ソロンよ。そのような有益で愉快なことはあなた方にこそ起こればよいのです。もしあなた方の誰かが私にそのようなことをしようものなら、私たちが腰に短剣を帯びているのが無駄ではないことを思い知るでしょう。

§7

Ἀνάχαρσις ἀτὰρ εἰπέ μοι, τί ὄνομα ἔθεσθε τοῖς γιγνομένοις, ἢ τί φῶμεν ποιεῖν αὐτούς; Σόλων ὁ μὲν χῶρος αὐτός, ὦ Ἀνάχαρσι, γυμνάσιον ὑφʼ ἡμῶν ὀνομάζεται καὶ ἔστιν ἱερὸν Ἀπόλλωνος τοῦ Λυκείου. καὶ τὸ ἄγαλμα δὲ αὐτοῦ ὁρᾷς, τὸν ἐπὶ τῇ στήλῃ κεκλιμένον, τῇ ἀριστερᾷ μὲν τὸ τόξον ἔχοντα, ἡ δεξιὰ δὲ ὑπὲρ τῆς κεφαλῆς ἀνακεκλασμένη5 ὥσπερ ἐκ καμάτου μακροῦ ἀναπαυόμενον δείκνυσι τὸν θεόν.

アナカルシス: ところで教えてください、あなた方はこの行いに何という名前をつけたのですか。あるいは、彼らは何をしていると言えばよいのでしょうか。 ソロン: アナカルシスよ、この場所自体は、私たちによってギュムナシオンと呼ばれており、アポロン・リュケイオスの神域です。彼の彫像も見えますね。記念柱に寄りかかり、左手には弓を持ち、右手は頭の上に曲げて置かれ、まるで長い疲労から休息しているかのように神の姿を示しています。

構文注5 件
  1. 1οὐκ οἶδʼ ὅ τι παθόντες

    疑問代名詞を用いた慣用表現 τί παθών;(「なぜ」「どういう風の吹き回しか」)が、間接疑問の形 οὐκ οἶδα ὅ τι... と結びついたもの。分詞 παθόντες(πάσχω のアオリスト)は主節の動詞 ὠθοῦσι を修飾する。

  2. 1φείδονται μὴ μολύνεσθαι

    拒否や制止の意味を持つ動詞(ここでは φείδομαι「惜しむ、避ける」)の後に、否定の μή を伴う不定詞が続く構文。この μή は余剰否定(redundant negative)であり、日本語訳では否定として訳出しない。

  3. 5τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν

    εἴη ἄν(潜在の希求法)に、性質や目的、価値を示す属格 τίνος ἀγαθοῦ が組み合わさった非人称的な表現。不定詞 ποιεῖν はその主語として機能し、「これらのことを行うことが何の目的(善)のためになり得るのか」という意味になる。

  4. 6δόξαντα ἄν

    εἰκός [ἐστι] の下にある不定詞 εἶναι(「〜であると思われる」)に、ἄν を伴うアオリスト分詞 δόξαντα がかかっている。この ἄν は潜在(「奇妙に思えるであろう」)を意味し、条件節 εἴ τις ... ἐπισταίη(希求法)と相関している。

  5. 7ἡ δεξιὰ δὲ ... ἀνακεκλασμένη

    前文の対格構造 τὸν ... ἔχοντα(神が左手に弓を持っているのを示している)と対比されるべき箇所だが、ここでは主格 ἡ δεξιὰ δὲ ... ἀνακεκλασμένη として突如現れる破格(anacoluthon)。主語が ἡ δεξιὰ ... ἀνακεκλασμένη(頭の上に曲げられた右手)へと切り替わり、それが主動詞 δείκνυσι の主語となって対格補語 ἀναπαυόμενον ... τὸν θεόν を導いている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:1-7