Humanitext Reader

琉善 · 论豪门受雇者 §21-23

虚名背后的幻灭与自由的丧失

第 8 段,共 14 段 · 希腊语

内容简介

接受薪酬的人实际上堕入了奴隶状态,在外表光鲜的假象之下,其处境日渐恶化,文中警告了失去自由与尊严的真实代价。

§21ἀγαπᾶν δʼ ὅμως ἀναγκαῖον· οὐ γὰρ οὐδʼ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ.
然而,你必须甘心接受;因为一旦落入网中,你已不可能再逃脱。
δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος.
于是,你闭上双眼接受了缰绳,起初他既不猛烈拉扯也不尖锐刺痛,因而你很容易被驯服服从,直到你不知不觉中完全习惯于他。
οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ τινὰ ἔνδον γεγενημένον·
于是,外面的众人此后便羡慕你,看见你在格子护栏内消磨时光,毫无阻拦地进出,并已成为府内极其重要的一员。
σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς.
然而你自己却还不知道,你究竟是因为什么才在他们眼中显得如此幸福。
πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις.
不过你还是感到高兴并自欺欺人,总觉得未来会变得更好。
τὸ δʼ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθʼ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον καὶ εἰς τοὐπίσω ἀναποδίζον.
但事情却往你所希望的反方向发展,正如谚语所说,事情正“朝着曼德罗布鲁斯的方向发展”,几乎每一天都在缩水、退步。
§22ἠρέμα οὖν καὶ κατʼ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλʼ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι.
于是,缓慢地、一点一滴地,就像在微弱的光线中第一次睁开双眼看清一样,你开始领悟到,那些金灿灿的希望不过是镀金的泡影,而劳苦才是沉重、真实、无法逃避且绵延不断的。
τίνες οὗτοι;
“这些劳苦是什么?
ἴσως ἐρήσῃ με· οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδʼ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα.
”你也许会问我,“因为我看不到在这样的交往中有什么痛苦之处,也想象不出你所说的那些疲惫不堪、令人无法忍受的事情是什么。
οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.
” 那么听着吧,高贵的朋友,不要只去考究这件事情中是否有劳苦,更要把那可耻的、卑贱的、总而言之奴才相的一面,在倾听时绝不视作无关紧要的琐事。
§23καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι.
首先,请记住,从那时起绝不要再认为自己是个自由人,也别以为自己是个贵族。
πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς·
因为须知,当你把自己卖身于这种奴役而跨入大门时,你将把这一切——出身、自由、祖先——都留在门槛之外。
οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι.
因为当你步入如此下贱卑微的事物中时,“自由”绝不愿与你一同进去。
δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ἀεικελίῳ ἐπὶ μισθῷ.
因此,哪怕你对这个称呼极为愤慨,你也必然会成为奴隶,而且不是一个人的奴隶,而是许多人的奴隶,并且从早到晚低着头,为了微薄可耻的薪酬而服役。
καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ·
而且,由于你并非从小在“奴役”中长大,而是晚年才学,在年纪老大时才接受她的教导,你将不会太讨主人欢心,对主人来说也没有多大价值。
διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ διʼ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν.
因为对自由的记忆会悄悄袭来,败坏你,时而让你想要逃离反抗,并因此使你在奴役中落得悲惨的下场。
πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι.
除非你认为,只要自己不是皮里亚斯或佐皮里翁的儿子,也不是像某个比提尼亚人那样在大嗓门的拍卖官手下被卖掉,这就足以算作自由了。
ἀλλʼ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι.
但是,好朋友,当新月初到(发薪日),你混在皮里亚斯和佐皮里翁中间,像其他家奴一样伸出双手,领受那不管多少的微薄所得时,这就是“卖身”。
κήρυκος γὰρ οὐκ ἔδει ἐπʼ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.
因为对于一个自登广告拍卖、并花了很长时间为自己物色(追求)主人的男人来说,根本就不需要什么拍卖官。

词汇与语法注释

  1. §21ἐπὶ Μανδροβούλου — 指希腊谚语“朝着曼德罗布鲁斯的方向”(每况愈下)。萨摩斯的曼德罗布鲁斯发现宝藏后,第一年向赫拉神献祭金羊,第二年献银羊,第三年献铜羊,最后什么都没献,用以比喻事物逐渐缩小、退步或恶化。
  2. §22μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος — 修饰主句祈使动词 `ἄκουσον` 的分词结构,表示听者应具备的态度或条件。`μὴ ... ἐξετάζων`(不仅去考究)与 `ἀλλὰ ... τιθέμενος`(而且要把……放于心上)形成对比。`οὐκ ἐν παρέργῳ` 意为“不当作次要的顺带之事(即必须高度重视)”。
  3. §23καταλείψων ἴσθι — 补充性分词结构,将来时分词 `καταλείψων` 与祈使动词 `ἴσθι`(源自 οἶδα,“须知”)连用,表示某种确定的未来结果:“须知你将要把[这些东西]留于身后”。
  4. §23ἀλλʼ ὁπόταν ... προτείνῃς ... καὶ λάβῃς ... τοῦτο ἡ πρᾶσίς ἐστι — 由 `ὁπόταν,` 引导的条件性一般时间从句(使用虚拟语气 `προτείνῃς` 和 `λάβῃς`)构成前提,主句的指示代词 `τοῦτο` 承接这一整套情境并充当主语。该句逻辑严密地指出,主动伸手领钱这一行为本身就是实质上的“卖身(πρᾶσις)”。

引用这一段

琉善, 论豪门受雇者 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:21-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。