Humanitext Reader

ルキアノス · お傭い教師 §21-23

名ばかりの栄誉と自由喪失の実態

8 / 14 箇所 · ギリシア語

要旨

報酬を受け入れた者が実質的な奴隷状態へと陥り、外見上の華やかさとは裏腹に、日々事態が悪化していく失望のプロセスと、自由を失うことの真の意味が警告される。

§21ἀγαπᾶν δʼ ὅμως ἀναγκαῖον·
だが、それでも満足するしかない。
οὐ γὰρ οὐδʼ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ.
網の内に入ってしまった君には、もはや逃れることさえできないのだから。
δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος.
そこで君は目を閉じてハミを受け入れ、最初は彼が強く手綱を引くことも鋭く拍車をあてることもしないため、扱いやすく従順でいるが、それもいつの間にか君が完全に彼に慣らされてしまうまでのことだ。
οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ τινὰ ἔνδον γεγενημένον·
それからというもの、外にいる人々は、君が格子(仕切り)の内側で時を過ごし、何の遮りもなく出入りし、邸内の非常に重要な一員となったのを見て、君を羨むのである。
σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς.
しかし君自身は、自分がどういう理由で彼らに幸福だと思われているのか、未だに気づいていない。
πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις.
ただ、君は喜び、自分を騙し、これからは常に事態が良くなっていくだろうと思っている。
τὸ δʼ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθʼ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον καὶ εἰς τοὐπίσω ἀναποδίζον.
しかし君が期待したのとは逆のことが起こり、諺にも言うように、物事はマンドロボウロスの件のように進み、いわば日を追うごとに縮小し、後退していく。
§22ἠρέμα οὖν καὶ κατʼ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλʼ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι.
そこで徐々に、少しずつ、まるでかすかな光の中でその時初めて目を開けるかのように、君は理解し始める。 あの黄金の希望は金メッキされた泡にすぎず、労苦こそが重く、現実で、避けがたく、絶え間ないものであるということを。
τίνες οὗτοι; ἴσως ἐρήσῃ με·
「それらはどのようなものですか」と君は私に尋ねるかもしれない。
οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδʼ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα.
「そのような交際の中に、何が骨の折れることなのか私には見えませんし、あなたが言った疲れ果てるような、耐え難いことが何なのか思い浮かびもしないからです」と。
οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.
それでは聞きなさい、友よ。 この事柄の中に労苦があるかどうかだけを詮索するのではなく、恥ずべきこと、卑しいこと、そして総じて奴隷にふさわしい恥辱を、聞く際についで(二の次)のものとみなさずに。
§23καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι.
そして何よりもまず、それ以降はもはや自分を自由な人間とも、名門の生まれとも思わないことを心に刻んでおくがよい。
πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς·
なぜなら、このような隷属へと自分を売り払って入っていくときには、家柄も、自由も、先祖たちも、すべて敷居の外に置き去りにすることになるのだと心得ておくべきだからだ。
οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι.
君がそのように卑しく卑屈な事柄へと入っていく以上、「自由」は君と共に中へ入ることを望まないのだ。
δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ἀεικελίῳ ἐπὶ μισθῷ.
したがって、たとえその呼称にどれほど憤慨しようとも、君は奴隷、しかも一人ではなく多くの者の奴隷に必然的になり、朝から晩までうつむきながら、卑しい報酬のために使役されることになるのだ。
καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ·
しかも、子供の頃から「奴隷状態」の中で育ったわけではなく、いい年になってからその手ほどきを受け、人生の晩年になってから教育されるのであるから、主人にとっても大して有能ではなく、大した価値もない者となるだろう。
διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ διʼ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν.
というのも、自由の記憶が忍び寄って君を台無しにし、時には君を反発させ、そのせいで奴隷生活の中で惨めな身の振り方をさせることになるからだ。
πλὴν εἰ μὴ ἀποχρῆν σοι πρὸς ἐλευθερίαν νομίζεις τὸ μὴ Πυρρίου μηδὲ Ζωπυρίωνος υἱὸν εἶναι, μηδὲ ὥσπερ τις Βιθυνὸς ὑπὸ μεγαλοφώνῳ τῷ κήρυκι ἀπημπολῆσθαι.
もっとも、ピュリアスやゾピュリオンの息子ではないこと、あるいはビテュニア人のように大声を張り上げる競売人の手で売り払われたのではないということが、君にとって自由であるために十分な条件だ、と思わない限りは。
ἀλλʼ ὁπόταν, ὦ βέλτιστε, τῆς νουμηνίας ἐπιστάσης ἀναμιχθεὶς τῷ Πυρρίᾳ καὶ τῷ Ζωπυρίωνι προτείνῃς τὴν χεῖρα ὁμοίως τοῖς ἄλλοις οἰκέταις καὶ λάβῃς ἐκεῖνο ὁτιδήποτε ἦν τὸ γιγνόμενον, τοῦτο ἡ πρᾶσίς ἐστι.
だが、友よ、新月(給料日)が巡ってきた時、ピュリアスやゾピュリオンに交じって、他の召使たちと同じように手を差し出し、支払われるそれが何であれ受け取るならば、それこそが「身売り」なのだ。
κήρυκος γὰρ οὐκ ἔδει ἐπʼ ἄνδρα ἑαυτὸν ἀποκηρύξαντα καὶ μακρῷ χρόνῳ μνηστευσάμενον ἑαυτῷ τὸν δεσπότην.
というのも、自分自身を売りに出し、長い時間をかけて主人を口説き落として雇ってもらった男にとっては、競売人の必要などなかったからだ。

語釈・文法注

  1. §21ἐπὶ Μανδροβούλου — 「マンドロボウロスの件のように(悪化する)」というギリシアの諺を指す。サモスのマンドロボウロスが、ヘラ女神に最初の年は金の羊を、次の年には銀の、その次は銅の羊を、最後には何も捧げなかったという故事から、物事が徐々に縮小・悪化していく様子を表す。
  2. §22μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος — 主動詞 `ἄκουσον`(命令法)に付随する条件や態度を示す分詞。`μὴ ... ἐξετάζων` と `ἀλλὰ ... τιθέμενος` が対比されており、話を聞く際の聞き手の心構えを規定している。`οὐκ ἐν παρέργῳ` は「二の次にすることなく、最優先事項として」の意。
  3. §23καταλείψων ἴσθι — 命令形 `ἴσθι`(οἶδα の2人称単数命令法)に未来分詞 `καταλείψων` が結合した補足的分詞構文。「(これから中に入る時に)~を置き去りにすることになるのだと知れ(覚悟せよ)」という未来の確実な結果を示す。
  4. §23ἀλλʼ ὁπόταν ... προτείνῃς ... καὶ λάβῃς ... τοῦτο ἡ πρᾶσίς ἐστι — `ὁπόταν` に導かれる条件的一般時間節(接続法)が文の前提を形成し、指示代名詞 `τοῦτο` がそれを受けて主節の主語となる構文。自発的に主人のもとへ赴いて報酬を受け取る行為そのものが、実質的な奴隷の「身売り(πρᾶσις)」に他ならないことを論理的に結論づけている。

この箇所を引用する

ルキアノス, お傭い教師 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:21-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。