§13Ἀφροδίτη
αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθʼ ἓν ἀκριβῶς μηδὲν παρατρέχων, ἀλλʼ ἐνδιατρίβων ἑκάστῳ τῶν μερῶν.
阿佛洛狄忒我这就来到你身边,你仔细逐一审视,不要放过任何一个地方,而在每一个部位都驻足端详。
εἰ δʼ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον.
美丽的人啊,如果你愿意,也听听我的这番话。
ἐγὼ γὰρ πάλαι ὁρῶσά σε νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους καὶ ταυτασὶ τὰς πέτρας κατʼ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ.
因为我早就看到你如此年轻俊美,不知弗里吉亚是否还养育着其他像你这样的人,我既为你的美貌祝福,又怪你为何不离开这些峭壁和乱石去城市生活,反而在荒野中虚度这般美貌。
τί μὲν γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν;
因为你从大山中能得到什么享受呢?
τί δʼ ἂν ἀπόναιντο τοῦ σοῦ κάλλους αἱ βόες;
牛群又能从你的美貌中获得什么益处呢?
ἔπρεπεν δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου ἢ Λάκαιναν οἵαπερ ἡ Ἑλένη ἐστίν, νέα τε καὶ καλὴ καὶ κατʼ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική.
你现在也该成家了,但决不能娶一个像伊达山那些女人一样粗俗的乡下姑娘,而应该娶一个来自希腊的女人,要么来自阿哥斯,要么来自科林斯,或者像海伦那样的拉科尼亚女人,她年轻美丽,绝不亚于我,而且最重要的是,多情。
ἐκείνη γὰρ εἰ καὶ μόνον θεάσαιτό σε, εὖ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ συνοικήσει.
因为她哪怕只是看你一眼,我确信她也会抛弃一切、委身于你,跟随你并与你共同生活。
πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ αὐτῆς.
想必你也听说过一些关于她的事吧。
Πάρις
οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.
帕里斯一无所知,阿佛洛狄忒;不过现在我很乐意听你把一切娓娓道来。
§14Ἀφροδίτη
αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.
阿佛洛狄忒她就是那位美丽的勒达的女儿,宙斯曾化作天鹅飞落到她身上。
Πάρις
ποία δὲ τὴν ὄψιν ἐστί;
帕里斯她的容貌如何?
Ἀφροδίτη
λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος.
阿佛洛狄忒她皮肤雪白,正如天鹅所生之女应有的那样,身体娇嫩,宛如在蛋中抚育长大,平日里大多赤裸着进行摔跤,她是如此受人追捧,以至于当忒修斯在她还未成年时便将她劫走时,甚至为此爆发了战争。
οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους.
然而,当她成熟之后,阿开亚人中所有最杰出的青年都来求婚,最终皮罗普斯家族的墨涅拉俄斯被选中。
εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.
如果你想要,我会为你促成这桩婚事。
Πάρις
πῶς φής;
帕里斯你说什么?
τὸν τῆς γεγαμημένης;
一个已婚妇人的婚事?
Ἀφροδίτη
νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.
阿佛洛狄忒你还年轻又没见过世面,而我懂得如何操办这类事情。
Πάρις
πῶς;
帕里斯怎么做?
ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
我也想知道。
§15Ἀφροδίτη
σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη.
阿佛洛狄忒你将动身出国,假装去希腊游历,当你抵达拉科尼亚时,海伦就会看见你。
τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.
从那以后就是我的工作了,我会让她爱上你并跟随你。
Πάρις
τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.
帕里斯这正是我觉得难以置信的地方,她竟然会愿意抛弃丈夫,和一个蛮族、一个陌生人一同乘船离去。
Ἀφροδίτη
θάρρει τούτου γε ἕνεκα.
阿佛洛狄忒这一点你尽管放心。
παῖδε γάρ μοι ἐστὸν δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παραδώσω ἡγεμόνε τῆς ὁδοῦ γενησομένω·
因为我有两个美貌的孩子,希墨罗斯和厄洛斯,我会把他们两个交给你作你旅途的向导。
καὶ ὁ μὲν Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν γυναῖκα ἐρᾶν, ὁ δʼ Ἵμερος αὐτῷ σοι περιχυθεὶς τοῦθʼ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον.
厄洛斯会完全进入她的内心,迫使那个女人坠入爱河,而希墨罗斯则会萦绕在你的周围,使你变得正如他的名字一般,充满魅力、讨人喜爱。
καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν Χαρίτων ἀκολουθεῖν· καὶ οὕτως ἅπαντες αὐτὴν ἀναπείσομεν.
我自己也会同行,并请求美惠三女神一同随行;这样,我们大家就会说服她。
Πάρις
ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφροδίτη· πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδʼ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα — καὶ ἄχθομαι ὅτι μὴ ταῦτα ἤδη πάντα ποιῶ.
帕里斯阿佛洛狄忒,这些事情将如何进展还未可知;然而,我已经爱上了海伦,不知怎的,我仿佛看到了她,正笔直地向希腊航行,客居在斯巴达,并带着那个女人一同归来——我真懊恼自己不能现在就做这一切。
§16Ἀφροδίτη
μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια.
阿佛洛狄忒帕里斯,在你用判决报答我这个媒人和婚礼引路人之前,先不要坠入爱河;因为我作为胜利者与你们同行,一同庆祝婚礼和胜利之宴,那是再合适不过了。
πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου πρίασθαι.
因为你有一切可能——爱情、美貌、婚姻——用这颗苹果来换取。
Πάρις
δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.
帕里斯我担心你判决之后就会不管我。
Ἀφροδίτη
βούλει οὖν ἐπομόσομαι;
阿佛洛狄忒那么,你想让我起誓吗?
Πάρις
μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν.
帕里斯千万不用,只要再次答应我就好。
Ἀφροδίτη
ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα.
阿佛洛狄忒我向你保证,一定把海伦交给你做妻子,而且她一定会跟随你,来到你们的伊利翁;我自己也会亲自在场,协助一切。
Πάρις
καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις;
帕里斯你也会带来厄洛斯、希墨罗斯和美惠三女神吗?
Ἀφροδίτη
θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι.
阿佛洛狄忒放心吧,在此之外我还会带上波托斯和许墨奈俄斯。
Πάρις
οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον· ἐπὶ τούτοις λάμβανε.
帕里斯那么,以此为条件,我把苹果给你;以此为条件,收下它吧。