§37Τυχιάδης
οὐ παύσεσθε,
ἦν δʼ ἐγώ,
τὰ τοιαῦτα τερατολογοῦντες γέροντες ἄνδρες;
提希阿得斯 “你们这些老年人,难道不能停止,” 我说, “讲这些荒诞怪异的故事吗?
εἰ δὲ μή, ἀλλὰ κἂν τούτων γε τῶν μειρακίων ἕνεκα εἰς ἄλλον τινὰ καιρὸν ὑπερβάλλεσθε τὰς παραδόξους ταύτας καὶ φοβερὰς διηγήσεις, μή πως λάθωσιν ἡμῖν ἐμπλησθέντες δειμάτων καὶ ἀλλοκότων μυθολογημάτων.
如果不能,至少为了这些年轻人的缘故,请把这些离奇和可怕的叙述推迟到别的时刻,免得他们不知不觉地充满了恐惧和古怪的神话。
φείδεσθαι οὖν χρὴ αὐτῶν μηδὲ τοιαῦτα ἐθίζειν ἀκούειν, ἃ διὰ παντὸς τοῦ βίου συνόντα ἐνοχλήσει καὶ ψοφοδεεῖς ποιήσει ποικίλης τῆς δεισιδαιμονίας ἐμπιπλάντα,
因此,必须爱护他们,不要让他们习惯于听此类事情,这些事情将终生伴随并困扰他们,让他们充满各种迷信而变得胆小怕事。
§38Τυχιάδης
εὖ γε ὑπέμνησας,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
εἰπὼν τὴν δεισιδαιμονίαν.
” 提希阿得斯 “‘你提到迷信,真是提醒得好,’ 尤克拉底说, ‘因为提希阿得斯,你对这类事情怎么看?
τί γάρ σοι, ὦ Τυχιάδη, περὶ τῶν τοιούτων δοκεῖ, λέγω δὴ χρησμῶν καὶ θεσφάτων καὶ ὅσα θεοφορούμενοί τινες ἀναβοῶσιν ἢ ἐξ ἀδύτων ἀκούεται ἢ παρθένος ἔμμετρα φθεγγομένη προθεσπίζει τὰ μέλλοντα;
我指的是神谕、神示,以及那些受神启示者的大喊大叫,或者是从密室中听到的声音,或者是处女用格律诗吟诵并预言未来的事?
ἢ δηλαδὴ καὶ τοῖς τοιούτοις ἀπιστήσεις;
难道你连这些事情也都不信吗?
ἐγὼ δὲ ὅτι μὲν καὶ δακτύλιόν τινα ἱερὸν ἔχω Ἀπόλλωνος τοῦ Πυθίου εἰκόνα ἐκτυποῦντα τὴν σφραγῖδα καὶ οὗτος ὁ Ἀπόλλων φθέγγεται πρὸς ἐμέ, οὐ λέγω, μή σοι ἄπιστα δόξω περὶ ἐμαυτοῦ μεγαλαυχεῖσθαι·
至于我自己拥有一枚刻有皮提亚阿波罗画像作为印章的神圣戒指,并且这位阿波罗还会向我说话的事,我就不提了,免得你觉得我是在夸耀关于自己的不可思议的事。
ἃ δὲ Ἀμφιλόχου τε ἤκουσα ἐν Μαλλῷ, τοῦ ἥρωος ὕπαρ διαλεχθέντος μοι καὶ συμβουλεύσαντος περὶ τῶν ἐμῶν, καὶ ἃ εἶδον αὐτός, ἐθέλω ὑμῖν εἰπεῖν, εἶτα ἑξῆς ἃ ἐν Περγάμῳ εἶδον καὶ ἃ ἤκουσα ἐν Πατάροις.
但是我在马洛斯从安菲洛科斯那里听到的——那位英雄在清醒状态下与我交谈并对我的事务提出建议——以及我自己亲眼看到的事,我倒想对你们讲讲,然后接着讲我在佩尔加蒙看到的事,以及在塔拉听到的事。
Ὁπότε γὰρ ἐξ Αἰγύπτου ἐπανῄειν οἴκαδε ἀκούων τὸ ἐν Μαλλῷ τοῦτο μαντεῖον ἐπιφανέστατόν τε καὶ ἀληθέστατον εἶναι καὶ χρᾶν ἐναργῶς πρὸς ἔπος ἀποκρινόμενον οἷς ἂν ἐγγράψας τις εἰς τὸ γραμματεῖον παραδῷ τῷ προφήτῃ, καλῶς ἔχειν ἡγησάμην ἐν παράπλῳ πειραθῆναι τοῦ χρηστηρίου καί τι περὶ τῶν μελλόντων συμβουλεύσασθαι τῷ θεῷ — §39Τυχιάδης
ταῦτα ἔτι τοῦ Εὐκράτους λέγοντος ἰδὼν οἷ τὸ πρᾶγμα προχωρήσειν ἔμελλε καὶ ὡς οὐ μικρᾶς ἐνήρχετο τῆς περὶ τὰ χρηστήρια τραγῳδίας, οὐ δοκιμάσας μόνος ἀντιλέγειν ἅπασιν, ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα ἐξ Αἰγύπτου εἰς τὴν Μαλλόν — καὶ γὰρ συνίειν ὅτι μοι ἄχθονται παρόντι καθάπερ ἀντισοφιστῇ τῶν ψευσμάτων —
ἀλλʼ ἐγὼ ἄπειμι,
ἔφην,
Λεόντιχον ἀναζητήσων· δέομαι γάρ τι αὐτῷ συγγενέσθαι.
当我从埃及返回家乡时,听说马洛斯的这个神谕所最显赫也最真实,只要有人把问题写在木板上交割给先知,它就会针对诗句给出清晰的回答,因此我认为,在航行顺道拜访时尝试一下这个神谕所,并就未来的事向神明请教,是很好的——’” 提希阿得斯当尤克拉底还在说这些话时,我看出了事情的走向,知道他正在上演一出关于神谕的大戏,我不认为独自一人反驳所有人是明智的,便在他还在从埃及航行向马洛斯的途中抛下了他——因为我确实察觉到他们厌恶我的存在,把我当成了反对他们谎言的竞争对手—— “但我得走了,” 我说, “去寻找莱翁提科斯,因为我需要见他。
ὑμεῖς δὲ ἐπείπερ οὐχ ἱκανὰ ἡγεῖσθε τὰ ἀνθρώπινα εἶναι, καὶ αὐτοὺς ἤδη τοὺς θεοὺς καλεῖτε συνεπιληψομένους ὑμῖν τῶν μυθολογουμένων
καὶ ἅμα λέγων ἐξῄειν.
既然你们认为凡人的事情还不够,甚至已经召请神明亲自来协助你们编造神话。 ” 我边说边走了出去。
οἱ δὲ ἄσμενοι ἐλευθερίας λαβόμενοι εἱστίων, ὡς τὸ εἰκός, αὑτοὺς καὶ ἐνεφοροῦντο τῶν ψευσμάτων.
他们则高兴地重获自由,正如所料,他们尽情款待自己,饱餐着谎言。
τοιαῦτά σοι, ὦ Φιλόκλεις, παρὰ Εὐκράτει ἀκούσας περίειμι νὴ τὸν Δία ὥσπερ οἱ τοῦ γλεύκους πιόντες ἐμπεφυσημένος τὴν γαστέρα ἐμέτου δεόμενος.
菲洛克莱斯啊,在尤克拉底家听了这样的话,凭宙斯起誓,我现在走起路来就像喝了新酒的人一样,肚子胀鼓鼓的,想要呕吐。
ἡδέως δʼ ἄν ποθεν ἐπὶ πολλῷ ἐπριάμην ληθεδανόν τι φάρμακον ὧν ἤκουσα, ὡς μή τι κακὸν ἐργάσηταί με ἡ μνήμη αὐτῶν ἐνοικουροῦσα·
我真乐意在什么地方花大价钱买点忘忧药,忘掉我所听到的那些话,免得它们的记忆留存在我心里,害我生病。
τέρατα γοῦν καὶ δαίμονας καὶ Ἑκάτας ὁρᾶν μοι δοκῶ.
无论如何,我现在眼前仿佛总能看到怪物、幽灵和赫卡忒。
§40Φιλοκλῆς
καὶ αὐτός, ὦ Τυχιάδη, τοιοῦτόν τι ἀπέλαυσα τῆς διηγήσεως.
菲洛克莱斯 “提希阿得斯,我本人也从你的叙述中受到了类似的影响。
φασί γέ τοι μὴ μόνον λυττᾶν καὶ τὸ ὕδωρ φοβεῖσθαι ὁπόσους ἂν οἱ λυττῶντες κύνες δάκωσιν, ἀλλὰ κἄν τινα ὁ δηχθεὶς ἄνθρωπος δάκῃ, ἴσα τῷ κυνὶ δύναται τὸ δῆγμα, καὶ τὰ αὐτὰ κἀκεῖνος φοβεῖται.
正如人们所说,不仅被疯狗咬伤的人会发狂并害怕水,而且如果被咬伤的人再咬了其他人,那伤口的毒力就和疯狗一样,那人也会害怕同样的事情。
καὶ σὺ τοίνυν ἔοικας αὐτὸς ἐν Εὐκράτους δηχθεὶς ὑπὸ πολλῶν ψευσμάτων μεταδεδωκέναι κἀμοὶ τοῦ δήγματος·
因此,你自己在尤克拉底家被许多谎言咬伤,似乎也把这毒伤传给了我。
οὕτω δαιμόνων μοι τὴν ψυχὴν ἐνέπλησας.
因为你已经让我的灵魂充满了幽灵。
Τυχιάδης
ἀλλὰ θαρρῶμεν, ὦ φιλότης, μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν καὶ τὸν ἐπὶ πᾶσι λόγον ὀρθόν, ᾧ χρωμένους ἡμᾶς μηδὲν μὴ ταράξῃ τῶν κενῶν καὶ ματαίων τούτων ψευσμάτων.
” 提希阿得斯 “但是,我的朋友,让我们鼓起勇气吧,因为我们拥有抵御此类事物的伟大解毒剂——真理和对一切事物的正确理性。 只要我们运用它,这些空洞而徒劳的谎言就绝不会扰乱我们。 ”