Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §23-25

窥视冥界裂隙与病榻上的濒死体验

第 8 段,共 12 段 · 希腊语

内容简介

提奇亚德嘲笑那些盲信怪物故事的老人们的愚蠢。随后,埃乌克拉特斯讲述了赫卡特打开深渊让他得以窥视冥府的奇妙经历,克莱奥德穆斯也补充了自己病重时被带到冥府并预言邻居铁匠死亡的濒死体验。

§23Τυχιάδης οἱ μὲν οὖν ἀμφὶ τὸν Ἴωνα καὶ τὸν Δεινόμαχον καὶ τὸν Κλεόδημον κεχηνότες ἀτενὲς προσεῖχον αὐτῷ, γέροντες ἄνδρες ἑλκόμενοι τῆς ῥινός, ἠρέμα προσκυνοῦντες οὕτως ἀπίθανον κολοσσόν, ἡμισταδιαίαν γυναῖκα, γιγάντειόν τι μορμολύκειον.
于是,伊翁、戴诺马科斯、克莱奥德穆斯及其同伴们张大嘴巴,目不转睛地注视着他。 这些老人们被人牵着鼻子走,默默地顶礼膜拜着如此不可置信的巨像——那高半个斯塔德的女人,一个巨人般的怪物。
ἐγὼ δὲ ἐνενόουν μεταξὺ οἷοι ὄντες αὐτοὶ νέοις τε ὁμιλοῦσιν ἐπὶ σοφίᾳ καὶ ὑπὸ πολλῶν θαυμάζονται, μόνῃ τῇ πολιᾷ καὶ τῷ πώγωνι διαφέροντες τῶν βρεφῶν, τὰ δʼ ἄλλα καὶ αὐτῶν ἐκείνων εὐαγωγότεροι πρὸς τὸ ψεῦδος.
与此同时,我暗自思忖:他们究竟是怎样的人啊,竟然一边凭着智慧与年轻人交往并受到众人的仰慕,一边却仅凭白发和胡须而与婴儿有所不同,在其他方面甚至比那些婴儿更容易被谎言所诱导。
§24Τυχιάδης ὁ γοῦν Δεινόμαχος, εἰπέ μοι, ἔφη, ὦ Εὔκρατες, οἱ κύνες δὲ τῆς θεοῦ πηλίκοι τὸ μέγεθος ἦσαν;
总之,戴诺马科斯说:“告诉我,埃乌克拉特斯,女神的那些狗体型有多大?
ἐλεφάντων, ἦ δʼ ὅς, ὑψηλότεροι τῶν Ἰνδικῶν, μέλανες καὶ αὐτοὶ καὶ λάσιοι πιναρᾷ καὶ αὐχμώσῃ τῇ λάχνῃ.
” “比印度的象还高,”他说,“它们本身也是黑色的,身上覆着肮脏、干燥的粗毛。
— ἐγὼ μὲν οὖν ἰδὼν ἔστην ἀναστρέψας ἅμα τὴν σφραγῖδα ἥν μοι ὁ Ἄραψ ἔδωκεν εἰς τὸ εἴσω τοῦ δακτύλου·
——因此,我看见后便停下脚步,同时将阿拉伯人送给我的戒指印章转到手指内侧。
ἡ Ἑκάτη δὲ πατάξασα τῷ δρακοντείῳ ποδὶ τοὔδαφος ἐποίησεν χάσμα παμμέγεθες, ἡλίκον Ταρτάρειον τὸ βάθος·
赫卡特用她那蛇一般的脚拍击地面,制造了一个极大的深渊,其深度如同塔耳塔洛斯。
εἶτα ᾤχετο μετʼ ὀλίγον ἁλλομένη εἰς αὐτό.
随后,不一会儿,她便跳入其中离去了。
ἐγὼ δὲ θαρρήσας ἐπέκυψα λαβόμενος δένδρου τινὸς πλησίον πεφυκότος, ὡς μὴ σκοτοδινιάσας ἐμπέσοιμι ἐπὶ κεφαλήν·
而我鼓起勇气,抓着旁边生长的一棵树,俯身望去,以免因头晕而头朝下栽下去。
εἶτα ἑώρων τὰ ἐν Ἅιδου ἅπαντα, τὸν Πυριφλεγέθοντα, τὴν λίμνην, τὸν Κέρβερον, τοὺς νεκρούς, ὥστε γνωρίζειν ἐνίους αὐτῶν·
接着我看到了冥府里的一切:焚河、冥湖、刻耳柏洛斯以及死者,以至于我还能认出其中的一些人。
τὸν γοῦν πατέρα εἶδον ἀκριβῶς αὐτὰ ἐκεῖνα ἔτι ἀμπεχόμενον ἐν οἷς αὐτὸν κατεθάψαμεν.
至少,我清楚地看到了我的父亲,他还穿着我们下葬他时穿的那件衣服。
τί δὲ ἔπραττον, ὁ Ἴων ἔφη, ὦ Εὔκρατες, αἱ ψυχαί;
” “那么,埃乌克拉特斯,”伊翁问,“灵魂们在做什么呢?
τί δʼ ἄλλο, ἦ δʼ ὅς, ἢ κατὰ φῦλα καὶ φρήτρας μετὰ τῶν φίλων καὶ συγγενῶν διατρίβουσιν ἐπὶ τοῦ ἀσφοδέλου κατακείμενοι.
” “还能做什么,”他说,“他们正按部族和氏族,与朋友和亲属一起,躺在阿斯福德尔草地上消磨时光。
ἀντιλεγέτωσαν νῦν ἔτι, ἦ δʼ ὃς ὁ Ἴων, οἱ ἀμφὶ τὸν Ἐπίκουρον τῷ ἱερῷ Πλάτωνι καὶ τῷ περὶ τῶν ψυχῶν λόγῳ.
” “让那些依附伊壁鸠鲁的人现在继续反对吧,”伊翁说,“反对神圣的柏拉图以及他关于灵魂的论说!
σὺ δὲ μὴ καὶ τὸν Σωκράτην αὐτὸν καὶ τὸν Πλάτωνα εἶδες ἐν τοῖς νεκροῖς;
不过,难道你没有在死者中看到苏格拉底本人和柏拉图吗?
τὸν Σωκράτην ἔγωγε, ἦ δʼ ὅς, οὐδὲ τοῦτον σαφῶς, ἀλλὰ εἰκάζων ὅτι φαλακρὸς καὶ προγάστωρ ἦν·
” “苏格拉底我确实看到了,”他说,“虽然对他也不是很看得清,但因他秃顶且大肚子而推测出来的。
τὸν Πλάτωνα δὲ οὐκ ἐγνώρισα· χρὴ γάρ, οἶμαι, πρὸς φίλους ἄνδρας τἀληθῆ λέγειν.
至于柏拉图我没有认出来,因为我认为,对朋友应该说实话。
ἅμα δʼ οὖν ἐγώ τε ἅπαντα ἱκανῶς ἑωράκειν, καὶ τὸ χάσμα συνῄει καὶ συνέμυε·
与此同时,我已经把一切看得足够清楚了,那深渊开始合拢并闭合。
καί τινες τῶν οἰκετῶν ἀναζητοῦντές με, καὶ Πυρρίας οὗτος ἐν αὐτοῖς, ἐπέστησαν οὔπω τέλεον μεμυκότος τοῦ χάσματος.
一些寻找我的仆人,包括这个皮里亚斯在内,在深渊尚未完全闭合时来到了跟前。
εἰπέ, Πυρρία, εἰ ἀληθῆ λέγω.
说吧,皮里亚斯,我是不是说了实话?
νὴ Δίʼ, ἔφη ὁ Πυρρίας, καὶ ὑλακῆς δὲ ἤκουσα διὰ τοῦ χάσματος καὶ πῦρ τι ὑπέλαμπεν, ἀπὸ τῆς δᾳδός μοι δοκεῖν.
” “凭着宙斯起誓,”皮里亚斯说,“我确实通过深渊听到了狗叫声,还有一些火光在下面闪烁,在我看来像是从火把传出来的。
κἀγὼ ἐγέλασα ἐπιμετρήσαντος τοῦ μάρτυρος τὴν ὑλακὴν καὶ τὸ πῦρ.
” 看到证人连狗叫和火光都给算上,我不禁笑了起来。
§25Τυχιάδης ὁ Κλεόδημος δέ, οὐ καινά, εἶπεν, οὐδὲ ἄλλοις ἀόρατα ταῦτα εἶδες, ἐπεὶ καὶ αὐτὸς οὐ πρὸ πολλοῦ νοσήσας τοιόνδε τι ἐθεασάμην·
克莱奥德穆斯说:“你所看到的并非新奇之事,也非他人不可见之景,因为我自己不久前生病时,也曾目睹过类似的情形。
ἐπεσκόπει δέ με καὶ ἐθεράπευεν Ἀντίγονος οὗτος.
当时正是这位安提戈诺斯在看护并治疗我。
ἑβδόμη μὲν ἦν ἡμέρα, ὁ δὲ πυρετὸς οἷος καῦσος σφοδρότατος.
那是第七天,高烧犹如最剧烈的灼热症。
ἅπαντες δέ με ἀπολιπόντες ἐπʼ ἐρημίας ἐπικλεισάμενοι τὰς θύρας ἔξω περιέμενον· οὕτω γὰρ αὐτὸς ἐκέλευσας, ὦ Ἀντίγονε, εἴ πως δυνηθείην εἰς ὕπνον τραπέσθαι.
大家把我独自留下,关上门在外面等待,因为是你自己这样吩咐的,安提戈诺斯,以便我或许能设法入睡。
τότε οὖν ἐφίσταταί μοι νεανίας ἐγρηγορότι πάγκαλος λευκὸν ἱμάτιον περιβεβλημένος, εἶτα ἀναστήσας ἄγει διά τινος χάσματος εἰς τὸν Ἅιδην, ὡς αὐτίκα ἐγνώρισα Τάνταλον ἰδὼν καὶ Τιτυὸν καὶ Σίσυφον.
就在那时,一个身穿白色披风、极其俊美的青年,站在清醒的我的面前,然后拉起我,穿过某个深渊领我进入了冥府。 我一看到坦塔罗斯、提提俄斯和西西弗斯,便立刻认出了那里。
καὶ τὰ μὲν ἄλλα τί ἂν ὑμῖν λέγοιμι;
至于其余的事,我又何必向你们多说呢?
ἐπεὶ δὲ κατὰ τὸ δικαστήριον ἐγενόμην — παρῆν δὲ καὶ ὁ Αἰακὸς καὶ ὁ Χάρων καὶ αἱ Μοῖραι καὶ αἱ Ἐρινύες — ὁ μέν τις ὥσπερ βασιλεὺς (ὁ Πλούτων, μοι δοκεῖ) καθῆστο ἐπιλεγόμενος τῶν τεθνηξομένων τὰ ὀνόματα, οὓς ἤδη ὑπερημέρους τῆς ζωῆς συνέβαινεν εἶναι.
但当我到达法庭时——埃阿科斯、卡戎、克洛托(摩伊赖)、厄里倪厄斯也都在场——有一个像国王一样的人(在我看来是普路托)正坐着读出将死之人的名字,这些人正巧已经活过了他们生命的期限。
ὁ δὲ νεανίσκος ἐμὲ φέρων παρέστησεν αὐτῷ·
那青年带着我,让我站在他面前。
ὁ δὲ Πλούτων ἠγανάκτησέν τε καὶ πρὸς τὸν ἀγαγόντα με, οὔπω πεπλήρωται, φησίν, τὸ νῆμα αὐτῷ, ὥστε ἀπίτω.
普路托十分恼怒,对带我来的人说:‘他的生命之线尚未纺完,让他回去。
σὺ δὲ δὴ τὸν χαλκέα Δημύλον ἄγε· ὑπὲρ γὰρ τὸν ἄτρακτον βιοῖ.
你且去把铁匠德缪洛斯带来,因为他已经活过了他的纺锤期限。
κἀγὼ ἄσμενος ἀναδραμὼν αὐτὸς μὲν ἤδη ἀπύρετος ἦν, ἀπήγγελλον δὲ ἅπασιν ὡς τεθνήξεται Δημύλος·
’ 我便高兴地跑了回来,那时我自己的烧已经退了,我向所有人宣告德缪洛斯将会死去。
ἐν γειτόνων δὲ ἡμῖν ᾤκει νοσῶν τι καὶ αὐτός, ὡς ἀπηγγέλλετο.
他住在我们邻近,据传他自己也生了某种病。
καὶ μετὰ μικρὸν ἠκούομεν οἰμωγῆς ὀδυρομένων ἐπʼ αὐτῷ.
没过多久,我们就听到了为他哀悼的哭声。 ”

词汇与语法注释

  1. 23οἱ μὲν οὖν ἀμφὶ τὸν Ἴωνα — 惯用表达“οἱ ἀμφί τινα”意为“某人及其同伴”。在这里指伊翁以及与他一起轻信埃乌克拉特斯荒唐故事的戴诺马科斯、克莱奥德穆斯等老人们。
  2. 23ἑλκόμενοι τῆς ῥινός — 属格 τῆς ῥινός 表示被拉扯的身体部位(局部属格)。由“被牵着鼻子走”引申,比喻“被玩弄于股掌之间”或“容易被他人蒙骗”的惯用表达。
  3. 24μοι δοκεῖν — 带有与格 μοι 的不定词 δοκεῖν 作为绝对不定词(infinitive absolute)修饰整个句子。这是一个插入语,意为“在我看来”或“依我想来”。
  4. 25ὑπερημέρους τῆς ζωῆς — 形容词 ὑπερήμερος 原指过了法定还款期限的“逾期债务人”。在此处与属格 τῆς ζωῆς 连用,比喻性地指代“活过了注定寿命期限的人”。

引用这一段

琉善, 好谎言者或怀疑者 §23-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:23-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。