§20Τυχιάδης
ὅρα,
ἔφη,
ὦ Τυχιάδη, μή σοι μεταμελήσῃ τοῦ σκώμματος ὕστερον.
“小心,”他说,“提奇亚德,免得你以后后悔自己的嘲笑。
οἶδα ἐγὼ οἷα ἔπαθεν ὁ τοὺς ὀβολοὺς ὑφελόμενος οὓς κατὰ τὴν νουμηνίαν ἑκάστην τίθεμεν αὐτῷ.
我知道那个偷走我们每个新月给他的奥博勒斯铜币的人,遭遇了什么。
πάνδεινα ἐχρῆν,
ἔφη ὁ Ἴων,
ἱερόσυλόν γε ὄντα.
” “真是应该遭受极其可怕的惩罚,”伊翁说,“毕竟他是个渎神者。
πῶς δʼ οὖν αὐτὸν ἠμύνατο, ὦ Εὔκρατες;
但是,埃乌克拉特斯,他到底是怎么报复他的?
ἐθέλω γὰρ ἀκοῦσαι, εἰ καὶ ὅτι μάλιστα οὑτοσὶ Τυχιάδης ἀπιστήσει.
我真想听听,即使这位提奇亚德会尽可能地不相信。
πολλοί,
ἦ δʼ ὅς,
ἔκειντο ὀβολοὶ πρὸ τοῖν ποδοῖν αὐτοῦ καὶ ἄλλα νομίσματα ἔνια ἀργυρᾶ πρὸς τὸν μηρὸν κηρῷ κεκολλημένα καὶ πέταλα ἐξ ἀργύρου, εὐχαί τινος ἢ μισθὸς ἐπὶ τῇ ἰάσει ὁπόσοι διʼ αὐτὸν ἐπαύσαντο πυρετῷ ἐχόμενοι.
” “许多奥博勒斯,”他说,“放在他的双脚前,还有其他一些银币用蜡贴在他的大腿上,还有银箔,是由于他而治愈了热病的人所作的许愿或报答。
ἦν δὲ ἡμῖν Λίβυς τις οἰκέτης κατάρατος, ἱπποκόμος·
我们有一个可恶的利比亚奴隶,是个马夫。
οὗτος ἐπεχείρησε νυκτὸς ὑφελέσθαι πάντα ἐκεῖνα καὶ ὑφείλετο καταβεβηκότα ἤδη τηρήσας τὸν ἀνδριάντα.
这人企图在夜里偷走所有这些东西,并趁雕像已经走下来时偷走了。
ἐπεὶ δὲ ἐπανελθὼν τάχιστα ἔγνω περισεσυλημένος ὁ Πέλλιχος, ὅρα ὅπως ἠμύνατο καὶ κατεφώρασε τὸν Λίβυν· διʼ ὅλης γὰρ τῆς νυκτὸς περιῄει ἐν κύκλῳ τὴν αὐλὴν ὁ ἄθλιος ἐξελθεῖν οὐ δυνάμενος ὥσπερ εἰς λαβύρινθον ἐμπεσών, ἄχρι δὴ κατελήφθη ἔχων τὰ φώρια γενομένης ἡμέρας.
但是,当佩里科斯回来,立刻发现自己被洗劫一空时,看看他是如何报复并抓获那利比亚人的:因为那可怜的人整夜在庭院里转圈,无法走出去,就像掉进了迷宫一样,直到天亮,他拿着赃物被当场抓获。
καὶ τότε μὲν πληγὰς οὐκ ὀλίγας ἔλαβεν ἁλούς, οὐ πολὺν δὲ ἐπιβιοὺς χρόνον κακὸς κακῶς ἀπέθανεν μαστιγούμενος, ὡς ἔλεγεν, κατὰ τὴν νύκτα ἑκάστην, ὥστε καὶ μώλωπας εἰς τὴν ἐπιοῦσαν φαίνεσθαι αὐτοῦ ἐπὶ τοῦ σώματος.
当时,他被捕后挨了不少鞭打,没活多久,就悲惨地死去了,据他自己说,他每天夜里都在挨鞭子,以至于到了第二天,他的身上甚至能显出伤痕。
πρὸς ταῦτα, ὦ Τυχιάδη, καὶ τὸν Πέλλιχον σκῶπτε κἀμὲ ὥσπερ τοῦ Μίνωος ἡλικιώτην παραπαίειν ἤδη δόκει.
对此,提奇亚德,你就继续嘲笑佩里科斯吧,把我当成米诺斯的同代人,认为我已经疯了吧。
ἀλλʼ, ὦ Εὔκρατες,
ἦν δʼ ἐγώ,
ἔστʼ ἂν χαλκὸς μὲν ὁ χαλκός, τὸ δὲ ἔργον Δημήτριος ὁ Ἀλωπεκῆθεν εἰργασμένος ᾖ, οὐ θεοποιός τις ἀλλʼ ἀνθρωποποιὸς ὤν, οὔποτε φοβήσομαι τὸν ἀνδριάντα Πελλίχου, ὃν οὐδὲ ζῶντα πάνυ ἐδεδίειν ἂν ἀπειλοῦντά μοι.
” “但是,埃乌克拉特斯,”我说道,“只要青铜还是青铜,而作品依然是阿罗佩克的德米特里乌斯所制作的,他不是一个造神者,而只是一个造人者,我就永远不会害怕佩里科斯的雕像,就算他活着威胁我,我也不会怎么怕他的。
§21Τυχιάδης
ἐπὶ τούτοις Ἀντίγονος ὁ ἰατρὸς εἶπε,
κἀμοί, ὦ Εὔκρατες, Ἱπποκράτης ἐστὶ χαλκοῦς ὅσον πηχυαῖος τὸ μέγεθος·
” 对此,医生安提戈诺斯说道: “埃乌克拉特斯,我也有一个青铜的希波克拉底,大约有一肘高。
οὗτος ἐπειδὰν μόνον ἡ θρυαλλὶς ἀποσβῇ, περίεισιν τὴν οἰκίαν ὅλην ἐν κύκλῳ ψοφῶν καὶ τὰς πυξίδας ἀνατρέπων καὶ τὰ φάρμακα συγχέων καὶ τὴν θυίαν περιτρέπων, καὶ μάλιστα ἐπειδὰν τὴν θυσίαν ὑπερβαλώμεθα, ἣν κατὰ τὸ ἔτος ἕκαστον αὐτῷ θύομεν.
这尊雕像,只要灯芯一熄灭,就会在整个屋子里绕圈,发出声响,打翻药盒,混杂药物,甚至把药钵推倒,尤其是当我们延误了每年给他的祭祀时。
ἀξιοῖ γάρ,
ἦν δʼ ἐγώ,
καὶ ὁ Ἱπποκράτης ἤδη ὁ ἰατρὸς θύεσθαι αὑτῷ, καὶ ἀγανακτεῖ ἢν μὴ κατὰ καιρὸν ἐφʼ ἱερῶν τελείων ἑστιαθῇ;
” “难道,”我说道,“医生希波克拉底现在也要求向他献祭,并且如果不在适当的时候用完美的牺牲来宴请他,他就会发怒吗?
ὃν ἔδει ἀγαπᾶν, εἴ τις ἐναγίσειεν αὐτῷ ἢ μελίκρατον ἐπισπείσειεν ἢ στεφανώσειε τὴν στήλην.
如果有人向他献上死者祭,或浇上蜜水,或为他的石碑戴上花冠,他就应该感到满意了。
§22Τυχιάδης
ἄκουε τοίνυν,
ἔφη ὁ Εὐκράτης,
— τοῦτο μὲν καὶ ἐπὶ μαρτύρων — ὃ πρὸ ἐτῶν πέντε εἶδον·
” “那么,你且听着,”埃乌克拉特斯说,“——这确实是在证人面前——我五年前所见到的事。
ἐτύγχανε μὲν ἀμφὶ τρυγητὸν τοῦ ἔτους ὄν, ἐγὼ δὲ ἀνὰ τὸν ἀγρὸν μεσούσης ἡμέρας τρυγῶντας ἀφεὶς τοὺς ἐργάτας κατʼ ἐμαυτὸν εἰς τὴν ὕλην ἀπῄειν μεταξὺ φροντίζων τι καὶ ἀνασκοπούμενος.
那年正值收获季节,我于正午时分丢下在田里收获的工人们,独自一人走进森林,一边走一边思考和琢磨着某些事情。
ἐπεὶ δʼ ἐν τῷ συνηρεφεῖ ἦν, τὸ μὲν πρῶτον ὑλαγμὸς ἐγένετο κυνῶν, κἀγὼ εἴκαζον Μνάσωνα τὸν υἱόν, ὥσπερ εἰώθει, παίζειν καὶ κυνηγετεῖν εἰς τὸ λάσιον μετὰ τῶν ἡλικιωτῶν παρελθόντα.
当我走到树木茂密的地方时,起初传来了狗叫声,我猜测是我的儿子姆纳松像往常一样,和同龄伙伴们一起进入了那片密林,边玩边打猎。
τὸ δʼ οὐκ εἶχεν οὕτως, ἀλλὰ μετʼ ὀλίγον σεισμοῦ τινος ἅμα γενομένου καὶ βοῆς οἷον ἐκ βροντῆς γυναῖκα ὁρῶ προσιοῦσαν φοβεράν, ἡμισταδιαίαν σχεδὸν τὸ ὕψος.
然而事实并非如此,不久之后,伴随着一阵地震和雷鸣般的巨响,我看见一个可怕的女人走来,身高几乎达半个斯塔德。
εἶχεν δὲ καὶ δᾷδα ἐν τῇ ἀριστερᾷ καὶ ξίφος ἐν τῇ δεξιᾷ ὅσον εἰκοσάπηχυ, καὶ τὰ μὲν ἔνερθεν ὀφιόπους ἦν, τὰ δὲ ἄνω Γοργόνι ἐμφερής, τὸ βλέμμα φημὶ καὶ τὸ φρικῶδες τῆς προσόψεως, καὶ ἀντὶ τῆς κόμης τοὺς δράκοντας βοστρυχηδὸν καθεῖτο εἰλουμένους περὶ τὸν αὐχένα καὶ ἐπὶ τῶν ὤμων ἐνίους ἐσπειραμένους.
她的左手拿着火把,右手拿着一把大约二十肘长的剑,下半身长着蛇足,上半身像戈尔贡——我是指她的眼神和面容的恐怖。 她的头上没有头发,取而代之的是蛇,像发卷一样缠绕在脖子上,有的还在肩膀上盘成圈。
ὁρᾶτε,
ἔφη,
ὅπως ἔφριξα, ὦ φίλοι, μεταξὺ διηγούμενος.
朋友们,”他说,“看看我,即便在讲述时我也在发抖。
καὶ ἅμα λέγων ἐδείκνυεν ὁ Εὐκράτης τὰς ἐπὶ τοῦ πήχεως τρίχας δῆθεν ὀρθὰς ὑπὸ τοῦ φόβου.
” 埃乌克拉特斯一边说着,一边展示了他前臂上的汗毛,那汗毛因恐惧而竖立着。