Humanitext Reader

琉善 · 梦或琉善的生平 §14-18

选择教养、梦中飞行与对青年的勉励

第 4 段,共 4 段 · 希腊语

内容简介

卢奇安讲述了自己放弃雕刻术、追随“教养”的经历,并回忆了梦中飞越世界各国的场景。他指出,向年轻人讲述这个梦是为了鼓励他们不畏贫穷、立志追求教养。

§14ταῦτα ἔτι λεγούσης αὐτῆς οὐ περιμείνας ἐγὼ τὸ τέλος τῶν λόγων ἀναστὰς ἀπεφηνάμην, καὶ τὴν ἄμορφον ἐκείνην καὶ ἐργατικὴν ἀπολιπὼν μετέβαινον πρὸς τὴν Παιδείαν μάλα γεγηθώς, καὶ μάλιστα ἐπεί μοι καὶ εἰς νοῦν ἦλθεν ἡ σκυτάλη καὶ ὅτι πληγὰς εὐθὺς οὐκ ὀλίγας ἀρχομένῳ μοι χθὲς ἐνετρίψατο.
当她还在说这些话时,我没有等她的话说完,就站起身后表明了我的决定,抛下那个丑陋而劳碌的女人,十分欣喜地走向“教养”。 这尤其是因为我想起了那根手杖,而且因为昨天我刚开始时,她就立刻狠狠地打了我不少下。
ἡ δὲ ἀπολειφθεῖσα τὸ μὲν πρῶτον ἠγανάκτει καὶ τὼ χεῖρε συνεκρότει καὶ τοὺς ὀδόντας συνέπριε· τέλος δέ, ὥσπερ τὴν Νιόβην ἀκούομεν, ἐπεπήγει καὶ εἰς λίθον μετεβέβλητο.
而被留下的那个人起初非常气愤,双手合击,咬牙切齿;但最后,就像我们听闻的尼奥贝那样,她僵硬了,变成了石头。
εἰ δὲ παράδοξα ἔπαθε, μὴ ἀπιστήσητε· θαυματοποιοὶ γὰρ οἱ ὄνειροι.
如果她遭遇了不可思议的事,请不要不相信;因为梦境是创造奇迹的。
§15ἡ ἑτέρα δὲ πρός με ἀπιδοῦσα, τοιγαροῦν ἀμείψομαί σε, ἔφη, τῆσδε τῆς δικαιοσύνης, ὅτι καλῶς τὴν δίκην ἐδίκασας, καὶ ἐλθὲ ἤδη, ἐπίβηθι τούτου τοῦ ὀχήματος, — δείξασά τι ὄχημα ὑποπτέρων ἵππων τινῶν τῷ Πηγάσῳ ἐοικότων — ὅπως εἰδῇς οἷα καὶ ἡλίκα μὴ ἀκολουθήσας ἐμοὶ ἀγνοήσειν ἔμελλες.
而另一个女人看着我,说道: “因此,我将因你的这一公正而回报你,因为你很好地判决了这场官司。 现在来吧,登上这辆马车,”—— 她指着一辆由类似飞马的有翼骏马牵引的马车—— “好让你知道,如果你不跟随我,你将会对怎样和多么伟大的事物一无所知。
ἐπεὶ δὲ ἀνῆλθον, ἡ μὲν ἤλαυνε καὶ ὑφηνιόχει, ἀρθεὶς δὲ εἰς ὕψος ἐγὼ ἐπεσκόπουν ἀπὸ τῆς ἕω ἀρξάμενος ἄχρι πρὸς τὰ ἑσπέρια πόλεις καὶ ἔθνη καὶ δήμους, καθάπερ ὁ Τριπτόλεμος ἀποσπείρων τι εἰς τὴν γῆν.
” 当我登上去后,她便驾车并操纵缰绳。 我被提升到高空,从东方开始直到西方,俯瞰着城市、民族和国家,就像特里普托勒摩斯在地上播撒着什么一样。
οὐκέτι μέντοι μέμνημαι ὅ τι τὸ σπειρόμενον ἐκεῖνο ἦν, πλὴν τοῦτο μόνον ὅτι κάτωθεν ἀφορῶντες ἄνθρωποι ἐπῄνουν καὶ μετʼ εὐφημίας καθʼ οὓς γενοίμην τῇ πτήσει παρέπεμπον.
然而,我不再记得播撒的是什么了,只记得这一件事:人们从下面仰望、称赞,并在我飞过的地方用欢呼声送我前行。
§16δείξασα δέ μοι τὰ τοσαῦτα κἀμὲ τοῖς ἐπαινοῦσιν ἐκείνοις ἐπανήγαγεν αὖθις, οὐκέτι τὴν αὐτὴν ἐσθῆτα ἐκείνην ἐνδεδυκότα ἣν εἶχον ἀφιπτάμενος, ἀλλά μοι ἐδόκουν εὐπάρυφός τις ἐπανήκειν.
在向我展示了这么多之后,她又把我带回那些赞美我的人面前,我不再穿着飞走时所穿的那件衣服,而是似乎穿着一件带花边的华丽衣服回来了。
καταλαβοῦσα οὖν καὶ τὸν πατέρα ἑστῶτα καὶ περιμένοντα ἐδείκνυεν αὐτῷ ἐκείνη τὴν ἐσθῆτα κἀμέ, οἷος ἥκοιμι, καί τι καὶ ὑπέμνησεν οἷα μικροῦ δεῖν περὶ ἐμοῦ ἐβουλεύσαντο.
于是,发现我的父亲也站着等待,她便向他展示了这件衣服和我的归来之态,并稍微提醒了他,他们险些对我的未来做出了怎样的决定。
ταῦτα μέμνημαι ἰδὼν ἀντίπαις ἔτι ὤν, ἐμοὶ δοκεῖν ἐκταραχθεὶς πρὸς τὸν τῶν πληγῶν φόβον.
这些是我还是个孩子时记下的所见,在我看来,是因为对挨打的恐惧而惊慌失措所致。
§17μεταξὺ δὲ λέγοντος, Ἡράκλεις, ἔφη τις, ὡς μακρὸν τὸ ἐνύπνιον καὶ δικανικόν.
在我说话的间隙,有人说道: “赫拉克勒斯啊,这个梦真长,而且像法庭辩论一样。
εἶτʼ ἄλλος ὑπέκρουσε, χειμερινὸς ὄνειρος, ὅτε μήκισταί εἰσιν αἱ νύκτες, ἢ τάχα που τριέσπερος, ὥσπερ ὁ Ἡρακλῆς, καὶ αὐτός ἐστι.
” 接着另一个人插嘴说: “这是冬天的梦,那时夜最长,或者也许像赫拉克勒斯出生时一样,它本身长达三个夜晚。
τί δʼ οὖν ἐπῆλθεν αὐτῷ ληρῆσαι ταῦτα πρὸς ἡμᾶς καὶ μνησθῆναι παιδικῆς νυκτὸς καὶ ὀνείρων παλαιῶν καὶ γεγηρακότων;
然而,他怎么会想到向我们唠叨这些,提起童年的夜晚和古老衰迈的梦呢?
ἕωλος γὰρ ἡ ψυχρολογία.
因为这种沉闷的废话是陈旧的。
μὴ ὀνείρων τινὰς ὑποκριτὰς ἡμᾶς ὑπείληφεν;
难道他把我们当成了解梦人吗?
οὔκ, ὦγαθέ·
” 不,朋友。
οὐδὲ γὰρ ὁ Ξενοφῶν ποτε διηγούμενος τὸ ἐνύπνιον, ὡς ἐδόκει αὐτῷ κεραυνὸς ἐμπεσὼν καίειν τὴν πατρῴαν οἰκίαν καὶ τὰ ἄλλα, — ἴστε γάρ — οὐχ ὑπόκρισιν τὴν ὄψιν οὐδʼ ὡς φλυαρεῖν ἐγνωκὼς αὐτὰ διεξῄει, καὶ ταῦτα ἐν πολέμῳ καὶ ἀπογνώσει πραγμάτων, περιεστώτων πολεμίων, ἀλλά τι καὶ χρήσιμον εἶχεν ἡ διήγησις.
因为当年色诺芬在讲述他的梦境时,即梦见雷电落下烧毁了他父亲的房子以及其他地方——你们是知道的——他详述这些既不是为了寻求对幻象的解释,也不是为了胡言乱语,而且这还是在战争和对局势感到绝望、敌人包围的时刻。 相反,他的讲述中包含着某种有用的东西。
§18καὶ τοίνυν κἀγὼ τοῦτον τὸν ὄνειρον ὑμῖν διηγησάμην ἐκείνου ἕνεκα, ὅπως οἱ νέοι πρὸς τὰ βελτίω τρέπωνται καὶ παιδείας ἔχωνται, καὶ μάλιστα εἴ τις αὐτῶν ὑπὸ πενίας ἐθελοκακεῖ καὶ πρὸς τὴν ἥττω ἀποκλίνει, φύσιν οὐκ ἀγεννῆ διαφθείρων.
所以,我也向你们讲述这个梦,是为了这个缘故,好让年轻人向更好的方向转变,并致力于教养,特别是如果他们中有人因贫穷而自暴自弃,向劣等的事物倾斜,从而毁掉了本不平庸的天赋。
ἐπιρρωσθήσεται εὖ οἶδʼ ὅτι κἀκεῖνος ἀκούσας τοῦ μύθου, ἱκανὸν ἑαυτῷ παράδειγμα ἐμὲ προστησάμενος, ἐννοῶν οἷος μὲν ὢν πρὸς τὰ κάλλιστα ὥρμησα καὶ παιδείας ἐπεθύμησα, μηδὲν ἀποδειλιάσας πρὸς τὴν πενίαν τὴν τότε, οἷος δὲ πρὸς ὑμᾶς ἐπανελήλυθα, εἰ καὶ μηδὲν ἄλλο, οὐδενὸς γοῦν τῶν λιθογλύφων ἀδοξότερος.
我确信,那个人在听了这篇故事后也会受到鼓舞,将我视作自己充分的榜样,思考我是怎样的一个人却向最美的事物迈进并向往教养,毫不畏惧当时的贫困,以及我又以怎样的面貌回到了你们面前——即便没有别的,至少不比任何一个石雕师更无名。

词汇与语法注释

  1. 15μὴ ἀκολουθήσας — 伴随条件意义的限定分词。否定词使用 μή 表明其具有假设或条件含义(“如果你当时没有跟随我”,相当于 εἰ μὴ ἠκολούθησας),修饰归结句的迂回动词结构(ἀγνοήσειν ἔμελλες)。
  2. 16μικροῦ δεῖν — 意为“几乎”、“差一点”的习惯表达。最初源于包含无人称动词 δεῖ 的句法结构(意为“缺少一点点”),在此作副词性修饰关系从句中的动词(ἐβουλεύσαντο),表示他们差一点就做出了某种决定。
  3. 16ἐμοὶ δοκεῖν — 表示限制或视角的绝对不定式习惯用法,意为“在我看来”或“依我之见”。用以修饰整个陈述,说明说话人是在表达主观的判断或回忆。
  4. 18εἰ καὶ μηδὲν ἄλλο — 表示让步的省略条件从句,意为“即使没有其他任何东西(值得夸耀)”。通过插入一个假设性的极端让步,来强调主句的结论(即自己回来时的名声至少不亚于任何石雕师)。

引用这一段

琉善, 梦或琉善的生平 §14-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg029.humanitext-grc2:14-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。