§10ἢν δʼ ἐμοὶ πείθῃ, πρῶτον μέν σοι πολλὰ ἐπιδείξω παλαιῶν ἀνδρῶν ἔργα καὶ πράξεις θαυμαστὰς καὶ λόγους αὐτῶν ἀπαγγελῶ, καὶ πάντων ὡς εἰπεῖν ἔμπειρον ἀποφανῶ, καὶ τὴν ψυχήν, ὅπερ σοι κυριώτατόν ἐστι, κατακοσμήσω πολλοῖς καὶ ἀγαθοῖς κοσμήμασι — σωφροσύνῃ, δικαιοσύνῃ, εὐσεβείᾳ, πρᾳότητι, ἐπιεικείᾳ, συνέσει, καρτερίᾳ, τῷ τῶν καλῶν ἔρωτι, τῇ πρὸς τὰ σεμνότατα ὁρμῇ·
「しかし、もしあなたが私に従うなら、まず第一に、私はあなたに古の男たちの多くの業績や驚くべき事績を示し、彼らの言葉を語って聞かせましょう。 そして、言うなればあらゆることに通じた人物にあなたをしてみせましょう。 さらに、あなたにとって最も肝心なものである魂を、多くの優れた飾り――節制、正義、敬虔、温厚、寛大、思慮、辛抱、美しきものへの愛、最も崇高なものへの衝動――で美しく飾り立てましょう。
ταῦτα γάρ ἐστιν ὁ τῆς ψυχῆς ἀκήρατος ὡς ἀληθῶς κόσμος.
これらこそが、真に魂の汚れなき美徳だからです。
λήσει δέ σε οὔτε παλαιὸν οὐδὲν οὔτε νῦν γενέσθαι δέον, ἀλλὰ καὶ τὰ μέλλοντα προόψει μετʼ ἐμοῦ, καὶ ὅλως ἅπαντα ὁπόσα ἐστί, τά τε θεῖα τά τʼ ἀνθρώπινα, οὐκ εἰς μακράν σε διδάξομαι.
また、過去に起こったことも、今起こるべきことも、あなたに隠れることはなく、それどころか未来のことも私とともに見通すようになるでしょう。 要するに、神々のことにせよ人間のことにせよ、存在するすべての事柄を、私は間もなくあなたに教え授けましょう。
§11καὶ ὁ νῦν πένης ὁ τοῦ δεῖνος, ὁ βουλευσάμενός τι περὶ ἀγεννοῦς οὕτω τέχνης, μετʼ ὀλίγον ἅπασι ζηλωτὸς καὶ ἐπίφθονος ἔσῃ, τιμώμενος καὶ ἐπαινούμενος καὶ ἐπὶ τοῖς ἀρίστοις εὐδοκιμῶν καὶ ὑπὸ τῶν γένει καὶ πλούτῳ προὐχόντων ἀποβλεπόμενος, ἐσθῆτα μὲν τοιαύτην ἀμπεχόμενος,
— δείξασα τὴν ἑαυτῆς· πάνυ δὲ λαμπρὰν ἐφόρει —
ἀρχῆς δὲ καὶ προεδρίας ἀξιούμενος.
そして、今は『誰それの息子』である貧しい者、このような卑しい技術についてあれこれ考えていた者が、やがてすべての人から羨まれ、嫉妬される存在となるでしょう。 重んじられ、称賛され、最善の事柄において高い名声を博し、家柄や富において傑出した人々から敬意を込めて見つめられるようになり、このような衣服を身にまとい―― と、彼女は自分の衣服を指し示したが、彼女は極めてまばゆいものを着ていた―― 官職や最前列の席を与えられるに値するとみなされるのです。
κἄν που ἀποδημῇς, οὐδʼ ἐπὶ τῆς ἀλλοδαπῆς ἀγνὼς οὐδʼ ἀφανὴς ἔσῃ·
そして、もしあなたがどこか異国へ旅をするとしても、異郷の地においてさえ無名でも知られない存在でもないでしょう。
τοιαῦτά σοι περιθήσω τὰ γνωρίσματα ὥστε τῶν ὁρώντων ἕκαστος τὸν πλησίον κινήσας δείξει σε τῷ δακτύλῳ, οὗτος ἐκεῖνος λέγων.
私はあなたに、見る者の一人ひとりが隣の人を小突いて指をさし、『ほら、あの人だ』と言うほどの有名人の証を授けましょう。
§12ἂν δέ τι σπουδῆς ἄξιον ἢ τοὺς φίλους ἢ καὶ τὴν πόλιν ὅλην καταλαμβάνῃ, εἰς σὲ πάντες ἀποβλέψονται·
また、もし何か重大な事態が友人たちや都市全体に起こるなら、すべての人があなたに注目するでしょう。
κἄν πού τι λέγων τύχῃς, κεχηνότες οἱ πολλοὶ ἀκούσονται, θαυμάζοντες καὶ εὐδαιμονίζοντές σε τῆς δυνάμεως τῶν λόγων καὶ τὸν πατέρα τῆς εὐποτμίας.
そして、あなたがどこかで語ることがあれば、多くの人々は口を開けて聞き入り、あなたの言論の力に驚嘆し、あなたを羨み、あなたの父の幸運を祝福するでしょう。
ὃ δὲ λέγουσιν, ὡς ἄρα καὶ ἀθάνατοι γίγνονταί τινες ἐξ ἀνθρώπων, τοῦτό σοι περιποιήσω·
そして、人間の中からある人々は不滅のものになるのだと人々が語ること、これを私はあなたに獲得させましょう。
καὶ γὰρ ἢν αὐτὸς ἐκ τοῦ βίου ἀπέλθῃς, οὔποτε παύσῃ συνὼν τοῖς πεπαιδευμένοις καὶ προσομιλῶν τοῖς ἀρίστοις.
なぜなら、あなたがこの世を去るとしても、あなたは教養ある人々とともにあることを、また最も優れた人々と言葉を交わすことを決してやめないからです。
ὁρᾷς τὸν Δημοσθένην ἐκεῖνον, τίνος υἱὸν ὄντα ἐγὼ ἡλίκον ἐποίησα.
あの有名なデモステネスをごらんなさい、誰の息子であった彼を、私がどれほど偉大にしたかを。
ὁρᾷς τὸν Αἰσχίνην, ὡς τυμπανιστρίας υἱὸς ἦν, ἀλλʼ ὅμως αὐτὸν διʼ ἐμὲ Φίλιππος ἐθεράπευεν.
アイスキネスをごらんなさい、彼は太鼓打ちの息子であったのに、それでも私のために、フィリッポスが彼を丁重に扱ったことを。
ὁ δὲ Σωκράτης καὶ αὐτὸς ὑπὸ τῇ Ἑρμογλυφικῇ ταύτῃ τραφείς, ἐπειδὴ τάχιστα συνῆκεν τοῦ κρείττονος καὶ δραπετεύσας παρʼ αὐτῆς ηὐτομόλησεν ὡς ἐμέ, ἀκούεις ὡς παρὰ πάντων ᾄδεται.
そしてソクラテス自身も、この彫刻術のもとで育てられたものの、より優れたものを理解するやいなや、彼女のもとから逃亡して私へと逃れてきたのです。 彼がすべての人からいかに称賛されているか、あなたも聞いているでしょう。
§13ἀφεὶς δὲ αὖ τοὺς τηλικούτους καὶ τοιούτους ἄνδρας καὶ πράξεις λαμπρὰς καὶ λόγους σεμνοὺς καὶ σχῆμα εὐπρεπὲς καὶ τιμὴν καὶ δόξαν καὶ ἔπαινον καὶ προεδρίας καὶ δύναμιν καὶ ἀρχὰς καὶ τὸ ἐπὶ λόγοις εὐδοκιμεῖν καὶ τὸ ἐπὶ συνέσει εὐδαιμονίζεσθαι, χιτώνιόν τι πιναρὸν ἐνδύσῃ καὶ σχῆμα δουλοπρεπὲς ἀναλήψῃ καὶ μοχλία καὶ γλυφεῖα καὶ κοπέας καὶ κολαπτῆρας ἐν ταῖν χεροῖν ἕξεις κάτω νενευκὼς εἰς τὸ ἔργον, χαμαιπετὴς καὶ χαμαίζηλος καὶ πάντα τρόπον ταπεινός, ἀνακύπτων δὲ οὐδέποτε οὐδὲ ἀνδρῶδες οὐδὲ ἐλεύθερον οὐδὲν ἐπινοῶν, ἀλλὰ τὰ μὲν ἔργα ὅπως εὔρυθμα καὶ εὐσχήμονα ἔσται σοι προνοῶν, ὅπως δὲ αὐτὸς εὔρυθμός τε καὶ κόσμιος ἔσῃ, ἥκιστα πεφροντικώς, ἀλλʼ ἀτιμότερον ποιῶν σεαυτὸν λίθων.
他方、もしあなたがこれほど偉大でこのような人々や、輝かしい事績、崇高な言葉、端麗な容姿、敬意、名声、称賛、最前列の席、権力、官職、言論における高い評価、思慮による祝福をなげうつなら、汚れた粗末な上着を身にまとい、奴隷のような格好をし、バールや鑿や、たがねや槌を両手に持ち、仕事へと下をうつむき、地に這いつくばり、卑屈で、あらゆる意味で卑小な存在となるでしょう。 頭を上げることは決してなく、男らしく自由なことを考えることも一切なく、ただ自分の作る作品がいかに均整が取れ美しく仕上がるかということだけを配慮し、自分自身がいかに調和が取れ上品であるかということにはいささかも心を配らず、自分自身を石よりも価値の低いものにしてしまうのです。 」