§12θέμενοι δὲ βωμοὺς καὶ προρρήσεις καὶ περιρραντήρια προσάγουσι τὰς θυσίας, βοῦν μὲν ἀροτῆρα ὁ γεωργός, ἄρνα δὲ ὁ ποιμὴν καὶ αἶγα ὁ αἰπόλος, ὁ δέ τις λιβανωτὸν ἢ πόπανον, ὁ δὲ πένης ἱλάσατο τὸν θεὸν κύσας μόνον τὴν ἑαυτοῦ δεξιάν.
他们设立了祭坛、发布通告、安置了净化水盆,然后牵来祭品:农夫献上耕牛,牧羊人献上羔羊,山羊倌献上山羊,有的人则献上乳香或圆饼,而穷人仅靠亲吻自己的右手来取悦神明。
ἀλλʼ οἵ γε θύοντες — ἐπʼ ἐκείνους γὰρ ἐπάνειμι — στεφανώσαντες τὸ ζῷον καὶ πολύ γε πρότερον ἐξετάσαντες εἰ ἐντελὲς εἴη, ἵνα μηδὲ τῶν ἀχρήστων τι κατασφάττωσιν, προσάγουσι τῷ βωμῷ καὶ φονεύουσιν ἐν ὀφθαλμοῖς τοῦ θεοῦ γοερόν τι μυκώμενον καὶ ὡς τὸ εἰκὸς εὐφημοῦν καὶ ἡμίφωνον ἤδη τῇ θυσίᾳ ἐπαυλοῦν.
但是那些真正献祭的人——因为我还要回到他们的话题上——他们给牲畜戴上花环,而且在很久以前就仔细检查它是否完美无缺,以免宰杀任何无用之物,然后将它牵到祭坛前,在神明的注信下将其宰杀,此时牲畜发出哀怨的鸣叫,按照惯例这被称为“发出吉兆之声”,并且在奄奄一息之际为献祭仪式“吹奏伴奏”。
τίς οὐκ ἂν εἰκάσειεν ἥδεσθαι ταῦτα ὁρῶντας τοὺς θεούς;
谁不会设想神明在看到这些场景时是感到愉悦的呢?
§13καὶ τὸ μὲν πρόγραμμά φησι μὴ παριέναι εἰς τὸ εἴσω τῶν περιρραντηρίων ὅστις μὴ καθαρός ἐστιν τὰς χεῖρας· ὁ δὲ ἱερεὺς αὐτὸς ἕστηκεν ᾑμαγμένος καὶ ὥσπερ ὁ Κύκλωψ ἐκεῖνος ἀνατέμνων καὶ τὰ ἔγκατα ἐξαιρῶν καὶ καρδιουλκῶν καὶ τὸ αἷμα τῷ βωμῷ περιχέων καὶ τί γὰρ οὐκ εὐσεβὲς ἐπιτελῶν;
告示牌上确实写着,凡双手不洁者不得进入洗礼池以内;可祭司自己却浑身是血地站着,就像那个独眼巨人一样,剖开牲畜,掏出内脏,拔出心脏,将鲜血泼洒在祭坛周围,他还有什么虔敬的事没有做尽呢?
ἐπὶ πᾶσι δὲ πῦρ ἀνακαύσας ἐπέθηκε φέρων αὐτῇ δορᾷ τὴν αἶγα καὶ αὐτοῖς ἐρίοις τὸ πρόβατον· ἡ δὲ κνῖσα θεσπέσιος καὶ ἱεροπρεπὴς χωρεῖ ἄνω καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἠρέμα διασκίδναται.
最后,他燃起大火,将带着皮的山羊和带着毛的绵羊一并放了上去;于是,奇异而神圣的脂香袅袅上升,悄然弥漫入天界本身。
ὁ μέν γε Σκύθης πάσας τὰς θυσίας ἀφεὶς καὶ ἡγησάμενος ταπεινὰς αὐτοὺς τοὺς ἀνθρώπους τῇ Ἀρτέμιδι παρίστησι καὶ οὕτως ποιῶν ἀρέσκει τὴν θεόν.
无论如何,斯基泰人屏弃了所有这些祭祀,认为它们过于低贱,而是直接将人类本身献给阿尔忒弥斯,并以此来取悦女神。
§14ταῦτα μὲν δὴ ἴσως μέτρια καὶ τὰ ὑπʼ Ἀσσυρίων γιγνόμενα καὶ ὑπὸ Φρυγῶν καὶ Λυδῶν, ἢν δʼ εἰς τὴν Αἴγυπτον ἔλθῃς, τότε δὴ τότε ὄψει πολλὰ τὰ σεμνὰ καὶ ὡς ἀληθῶς ἄξια τοῦ οὐρανοῦ, κριοπρόσωπον μὲν τὸν Δία, κυνοπρόσωπον δὲ τὸν βέλτιστον Ἑρμῆν καὶ τὸν Πᾶνα ὅλον τράγον καὶ ἶβίν τινα καὶ κροκόδειλον ἕτερον καὶ πίθηκον.
这些事情,以及亚述人、弗里吉亚人和吕底亚人的所作所为,或许还算温和;但如果你去到埃及,那时你才会真正看到许多庄严、且确实配得上天界的事物:长着公羊脸的宙斯,长着狗脸的至尊赫尔墨斯,全身是山羊的潘,某只朱鹭,另一只鳄鱼,还有一只狒狒。
"εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ εὖ εἰδῇς,"
ἀκούσῃ πολλῶν σοφιστῶν καὶ γραμματέων καὶ προφητῶν ἐξυρημένων διηγουμένων, — πρότερον δέ, φησὶν ὁ λόγος,
θύρας δʼ ἐπίθεσθε βέβηλοι
— ὡς ἄρα ὑπὸ τὸν πόλεμον καὶ τῶν γιγάντων τὴν ἐπανάστασιν οἱ θεοὶ φοβηθέντες ἧκον εἰς τὴν Αἴγυπτον ὡς δὴ ἐνταῦθα λησόμενοι τοὺς πολεμίους·
“你若也想探知这些,以便了然于心,” 你将会听到许多剃光了头的智者、抄书吏和祭司(预言者)在讲述——但在此之前,正如俗语所说,“凡俗之人,闭上门户!
εἶθʼ ὁ μὲν αὐτῶν ὑπέδυ τράγον, ὁ δὲ κριὸν ὑπὸ τοῦ δέους, ὁ δὲ θηρίον ἢ ὄρνεον· διὸ δὴ εἰσέτι καὶ νῦν φυλάττεσθαι τὰς τότε μορφὰς τοῖς θεοῖς.
” ——那就是,在巨人之战和叛乱期间,神明因感到恐惧而逃到了埃及,以便在此躲避敌人;随后,他们中的一个化作山羊,另一个因恐惧而化作公羊,还有的化作野兽或飞鸟;因此直到今天,神明依然保留着那时的模样。
ταῦτα γὰρ ἀμέλει ἐν τοῖς ἀδύτοις ἀπόκειται γραφέντα πλεῖον ἢ πρὸ ἐτῶν μυρίων.
因为这些事情自然都被记录下来,保存在神庙的密室里,距今已有一万多年了。
§15αἱ δὲ θυσίαι καὶ παρʼ ἐκείνοις αἱ αὐταί, πλὴν ὅτι πενθοῦσι τὸ ἱερεῖον καὶ κόπτονται περιστάντες ἤδη πεφονευμένον.
他们那里的祭祀也是一样的,只不过他们会围绕在已被宰杀的祭品旁,对其进行哀悼并捶胸痛哭。
οἱ δὲ καὶ θάπτουσι μόνον ἀποσφάξαντες.
有些人甚至在宰杀后只是将其埋葬。
ὁ μὲν γὰρ Ἆπις, ὁ μέγιστος αὐτοῖς θεός, ἐὰν ἀποθάνῃ, τίς οὕτω περὶ πολλοῦ ποιεῖται τὴν κόμην ὅστις οὐκ ἀπεξύρησε καὶ ψιλὸν ἐπὶ τῆς κεφαλῆς τὸ πένθος ἐπεδείξατο, κἂν τὸν Νίσου ἔχῃ πλόκαμον τὸν πορφυροῦν;
因为,如果他们最大的神明阿庇斯死去了,有谁会如此珍视自己的头发而不去剃光,从而在光秃秃的头上显露出哀悼之情呢? 哪怕他拥有尼苏斯那缕紫色的神发。
ἔστι δὲ ὁ Ἆπις ἐξ ἀγέλης θεός, ἐπὶ τῷ προτέρῳ χειροτονούμενος ὡς πολὺ καλλίων καὶ σεμνότερος τῶν ἰδιωτῶν Βοῶν.
而阿庇斯是来自畜群的神,因为他比普通的牛要美丽和庄严得多,从而被选出来继任前一任神牛。
ταῦτα οὕτω γιγνόμενα καὶ ὑπὸ τῶν πολλῶν πιστευόμενα δεῖσθαί μοι δοκεῖ τοῦ μὲν ἐπιτιμήσοντος οὐδενός, Ἡρακλείτου δέ τινος ἢ Δημοκρίτου, τοῦ μὲν γελασομένου τὴν ἄγνοιαν αὐτῶν, τοῦ δὲ τὴν ἄνοιαν ὀδυρουμένου.
这些如此发生并被大众信以为真的事情,在我看来不需要任何人的斥责,而是需要像赫拉克利特或德谟克利特那样的人:一个来嘲笑他们的愚昧,另一个来哀悼他们的荒谬。