§33Δίκη
ὁ Διάλογος ἐπὶ τῶν αὐτῶν λέγε.
Δίκη “对话”,在同样的陪审员面前陈述吧。
ὑμεῖς δὲ περιμείνατε, διπλάσιον ἀποισόμενοι τὸν μισθὸν ἐπʼ ἀμφοτέραις ταῖς δίκαις.
你们请留步,因为这两场官司你们将获得双倍的报酬。
Διάλογος
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, μακροὺς μὲν ἀποτείνειν τοὺς λόγους οὐκ ἂν ἐβουλόμην πρὸς ὑμᾶς, ἀλλὰ κατὰ μικρὸν ὥσπερ εἴωθα.
Διάλογος 裁判官们,我本不想对你们发表长篇大论,而是想像往常那样,一点一点地来说。
ὅμως δὲ ὡς νόμος ἐν τοῖς δικαστηρίοις, οὕτω ποιήσομαι τὴν κατηγορίαν ἰδιώτης παντάπασιν καὶ ἄτεχνος τῶν τοιούτων ὤν·
然而,由于这是法庭上的规矩,我便如此进行控诉,即便我在这类事情上完全是个门外汉且毫无技巧。
καί μοι τοῦτο ἔστω πρὸς ὑμᾶς τὸ προοίμιον.
就让这作为我对你们的开场白吧。
ἃ δὲ ἠδίκημαι καὶ περιύβρισμαι πρὸς τούτου, ταῦτά ἐστιν, ὅτι με σεμνὸν τέως ὄντα καὶ θεῶν τε πέρι καὶ φύσεως καὶ τῆς τῶν ὅλων περιόδου σκοπούμενον, ὑψηλὸν ἄνω που τῶν νεφῶν ἀεροβατοῦντα, ἔνθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται, κατασπάσας αὐτὸς ἤδη κατὰ τὴν ἁψῖδα πετόμενον καὶ ἀναβαίνοντα ὑπὲρ τὰ νῶτα τοῦ οὐρανοῦ καὶ τὰ πτερὰ συντρίψας ἰσοδίαιτον τοῖς πολλοῖς ἐποίησεν, καὶ τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου, κωμικὸν δὲ καὶ σατυρικὸν ἄλλο ἐπέθηκέ μοι καὶ μικροῦ δεῖν γελοῖον.
而我被他伤害和侮辱的事情是这些:我先前本是庄重的,探究着神明、自然以及万物的运转,在云端之上的高空漫步——在那里,天上的伟大宙斯驾着有翼战车奔驰——而他却将正在沿着天穹飞翔、正往天背之上攀登的我硬生生地拉了下来,折断了我的翅膀,使我与大众过着同样的生活。 并且他剥去了我那庄重而克制的悲剧面具,给我戴上了另一种滑稽、萨堤罗斯式的、几近荒谬的面具。
εἶτά μοι εἰς τὸ αὐτὸ φέρων συγκαθεῖρξεν τὸ σκῶμμα καὶ τὸν ἴαμβον καὶ κυνισμὸν καὶ τὸν Εὔπολιν καὶ τὸν Ἀριστοφάνη, δεινοὺς ἄνδρας ἐπικερτομῆσαι τὰ σεμνὰ καὶ χλευάσαι τὰ ὀρθῶς ἔχοντα.
接着,他把我带到同一个地方,与嘲讽、讽刺诗、犬儒学说,以及欧波利斯和阿里斯托芬关在一起——这些人极其擅长戏弄庄严之物、嘲笑正确之事。
τελευταῖον δὲ καὶ Μένιππόν τινα τῶν παλαιῶν κυνῶν μάλα ὑλακτικὸν ὡς δοκεῖ καὶ κάρχαρον ἀνορύξας, καὶ τοῦτον ἐπεισήγαγεν μοι φοβερόν τινα ὡς ἀληθῶς κύνα καὶ τὸ δῆγμα λαθραῖον, ὅσῳ καὶ γελῶν ἅμα ἔδακνεν.
最后,他甚至把旧时恶犬中一个名叫梅尼普斯的、据说极其爱吠且牙齿锋利的家伙从坟墓里挖了出来,把这个真正可怕的恶犬引介给我,他的咬伤是隐秘的,因为他是一边笑着一边咬人的。
πῶς οὖν οὐ δεινὰ ὕβρισμαι μηκέτʼ ἐπὶ τοῦ οἰκείου διακείμενος, ἀλλὰ κωμῳδῶν καὶ γελωτοποιῶν καὶ ὑποθέσεις ἀλλοκότους ὑποκρινόμενος αὐτῷ;
那么,既然我已不再处于我本来的状态,而是为他演着喜剧、扮着小丑、扮演着荒诞的剧本,我怎能说没有受到可怕的侮辱呢?
τὸ γὰρ πάντων ἀτοπώτατον, κρᾶσίν τινα παράδοξον κέκραμαι καὶ οὔτε πεζός εἰμι οὔτε ἐπὶ τῶν μέτρων βέβηκα, ἀλλὰ ἱπποκενταύρου δίκην σύνθετόν τι καὶ ξένον φάσμα τοῖς ἀκούουσι δοκῶ.
因为最荒谬的是,我被混合成了一种奇特的混合物,既非步行的散文,亦未踏上韵律的步伐,反倒像个半人马,在听众看来成了一个复合而奇特的幻影。
§34Ἑρμῆς
τί οὖν πρὸς ταῦτα ἐρεῖς, ὦ Σύρε;
Ἑρμῆς 那么,叙利亚人啊,对此你有什么要说的?
Σῦρος
ἀπροσδόκητον, ὦ ἄνδρες δικασταί, τὸν ἀγῶνα τοῦτον ἀγωνίζομαι παρʼ ὑμῖν·
Σῦρος 裁判官们,我在你们面前进行着这场出乎意料的诉讼。
πάντα γοῦν μᾶλλον ἂν ἤλπισα ἢ τὸν Διάλογον τοιαῦτα ἐρεῖν περὶ ἐμοῦ, ὃν παραλαβὼν ἐγὼ σκυθρωπὸν ἔτι τοῖς πολλοῖς δοκοῦντα καὶ ὑπὸ τῶν συνεχῶν ἐρωτήσεων κατεσκληκότα, καὶ ταύτῃ αἰδέσιμον μὲν εἶναι δοκοῦντα, οὐ πάντῃ δὲ ἡδὺν οὐδὲ τοῖς πλήθεσι κεχαρισμένον, πρῶτον μὲν αὐτὸν ἐπὶ γῆς βαίνειν εἴθισα εἰς τὸν ἀνθρώπινον τοῦτον τρόπον, μετὰ δὲ τὸν αὐχμὸν τὸν πολὺν ἀποπλύνας καὶ μειδιᾶν καταναγκάσας ἡδίω τοῖς ὁρῶσι παρεσκεύασα, ἐπὶ πᾶσι δὲ τὴν κωμῳδίαν αὐτῷ παρέζευξα, καὶ κατὰ τοῦτο πολλήν οἱ μηχανώμενος τὴν εὔνοιαν παρὰ τῶν ἀκουόντων, οἳ τέως τὰς ἀκάνθας τὰς ἐν αὐτῷ δεδιότες ὥσπερ τὸν ἐχῖνον εἰς τὰς χεῖρας λαβεῖν αὐτὸν ἐφυλάττοντο.
真的,我宁可相信任何事,也不曾料到“对话”会这样说我。 当我接纳他时,他在大众眼中依然显得忧郁,因无休止的提问而变得干瘪,在这一点上他虽显得令人敬畏,却并不那么讨人喜欢,也不受大众欢迎。 首先,我习惯让他以这种人类的方式在地面上行走,接着,我洗去了他身上的重重干枯,强迫他微笑,使他在旁观者眼里变得更加讨喜。 最重要的是,我将喜剧与他并联,由此为他争取到了听众的极大好感——在此之前,听众们害怕他身上的刺,就像防备海胆一样防着把他拿到手里。
ἀλλʼ ἐγὼ οἶδʼ ὅπερ μάλιστα λυπεῖ αὐτόν, ὅτι μὴ τὰ γλίσχρα ἐκεῖνα καὶ λεπτὰ κάθημαι πρὸς αὐτὸν σμικρολογούμενος, εἰ ἀθάνατος ἡ ψυχή, καὶ πόσας κοτύλας ὁ θεὸς ὁπότε τὸν κόσμον εἰργάσατο τῆς ἀμιγοῦς καὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας ἐνέχεεν εἰς τὸν κρατῆρα ἐν ᾧ τὰ πάντα ἐκεράννυτο, καὶ εἰ ἡ Ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, κολακείας τὸ τέταρτον.
但我知道最让他难受的是什么:那就是我没有和他坐在一起,斤斤计较于那些枯燥且细碎的问题,比如“灵魂是否不死”,以及“神创造宇宙时,在混合万物的调酒缸里,注入了几格拉斯无杂质且永恒不变的本质”,还有“辩论术是否是政治学一部分的幻影,谄媚的四分之一”。
χαίρει γὰρ οὐκ οἶδʼ ὅπως τὰ τοιαῦτα λεπτολογῶν καθάπερ οἱ τὴν ψώραν ἡδέως κνώμενοι, καὶ τὸ φρόντισμα ἡδὺ αὐτῷ δοκεῖ καὶ μέγα φρονεῖ ἢν λέγηται ὡς οὐ παντὸς ἀνδρός ἐστι συνιδεῖν ἃ περὶ τῶν ἰδεῶν ὀξυδορκεῖ.
因为不知怎的,他喜欢在这些事情上寻章摘句,就像那些乐于搔抓疥疮的人一样,这种冥想在他看来是甜蜜的,而且如果有人说“看透关于‘理念’的事物并非人人都能办到”时,他就会变得非常自负。
ταῦτα δηλαδὴ καὶ παρʼ ἐμοῦ ἀπαιτεῖ καὶ τὰ πτερὰ ἐκεῖνα ζητεῖ καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν ποδοῖν οὐχ ὁρῶν.
显然,他正是向我索要这些东西,寻找着那些翅膀,并向上张望,却看不见自己脚底下的事物。
ἐπεὶ τῶν γε ἄλλων ἕνεκα οὐκ ἂν οἶμαι μέμψαιτό μοι, ὡς θοἰμάτιον τοῦτο τὸ Ἑλληνικὸν περισπάσας αὐτοῦ βαρβαρικόν τι μετενέδυσα, καὶ ταῦτα βάρβαρος αὐτὸς εἶναι δοκῶν·
因为至于其他的事情,我想他不会指责我,说我强行剥去了他这件希腊式外衣,给他换上了某种野蛮人的衣服,尤其是在我自己被认为是野蛮人的情况下。
ἠδίκουν γὰρ ἂν τὰ τοιαῦτα εἰς αὐτὸν παρανομῶν καὶ τὴν πάτριον ἐσθῆτα λωποδυτῶν.
因为如果我做出这种违法行为、抢夺他的祖传衣裳,我确实是对他犯了罪。
ἀπολελόγημαι ὡς δυνατὸν ἐμοί·
我已经尽我所能作了申辩。
ὑμεῖς δὲ ὁμοίαν τῇ πάλαι τὴν ψῆφον ἐνέγκατε.
请你们投出与刚才相似的一票。
§35Ἑρμῆς
βαβαί, δέκα ὅλαις κρατεῖς·
Ἑρμῆς 哇! 你以整整十票胜出。
ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι οὐδὲ νῦν ὁμόψηφός ἐστιν.
因为先前那个同样的人,这次也同样没有投赞成票。
ἀμέλει τοῦτο ἔθος ἐστίν, καὶ πᾶσι τὴν τετρυπημένην οὗτος φέρει· καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις.
当然,这是他的习惯,他给所有人投的都是有孔的票;愿他永远不要停止嫉妒最杰出的人。
ἀλλʼ ὑμεῖς μὲν ἄπιτε ἀγαθῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.
那么,祝你们好运,散庭吧。 明天我们将审理其余的案件。