§22Στοά
μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.
斯多葛:绝非如此,但请允许我提出几个问题。
Ἐπίκουρος
Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.
伊壁鸠鲁:问吧,我会回答的。
Στοά
κακὸν ἡγῇ τὸν πόνον;
斯多葛:你认为劳苦是恶吗?
Ἐπίκουρος
ναί.
伊壁鸠鲁:是的。
Στοά
τὴν ἡδονὴν δὲ ἀγαθόν;
斯多葛:而快乐是善吗?
Ἐπίκουρος
πάνυ μὲν οὖν.
伊壁鸠鲁:当然。
Στοά
τί δέ;
斯多葛:那么这个呢?
οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;
你可知道什么是“有别的”、“无别的”、“首选的”和“次选的”吗?
Ἐπίκουρος
μάλιστα.
伊壁鸠鲁:非常清楚。
Ἑρμῆς
οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε.
赫尔墨斯:斯多葛,裁判官们说他们听不懂这些双音节的复杂问题;所以安静些吧。
ψηφοφοροῦσι γάρ.
因为他们正在投票呢。
Στοά
καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.
斯多葛:然而,如果我用第三种不可论证的形式完成问答,我本可以获胜的。
Δίκη
τίς ὑπερέσχεν;
正义:谁胜出了?
Ἑρμῆς
πάσαις ἡ Ἡδονή.
赫尔墨斯:快乐获得了全票。
Στοά
ἐφίημι ἐπὶ τὸν Δία.
斯多葛:我向宙斯上诉。
Δίκη
τύχῃ τῇ ἀγαθῇ.
正义:祝你好运。
σὺ δὲ ἄλλους κάλει.
你,去传唤其他人。
§23Ἑρμῆς
περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.
赫尔墨斯:关于阿里斯提波,该由“美德”和“奢华”出庭了;阿里斯提波本人也请到场。
Ἀρετή
προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.
美德:应当由我,“美德”,先发言;因为阿里斯提波是属于我的,正如他的言论和行为所表明的那样。
Τρυφή
οὐ μὲν οὖν, ἀλλʼ ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.
奢华:绝非如此,应该由我,“奢华”先说;因为这个男人是属于我的,这从他的花冠、紫袍和香水就可以看出来。
Δίκη
μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστʼ ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι.
正义:不要争吵了;这桩诉讼也将延期,直到宙斯对迪奥尼修斯案做出判决;因为这桩案子似乎也十分相似。
ὥστʼ ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή· νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος.
因此,如果“快乐”获胜,“奢华”也将拥有阿里斯提波;但如果斯多葛获胜,他也会被判定属于“美德”。
ὥστε ἄλλοι παρέστωσαν.
所以让其他人出庭吧。
τὸ δεῖνα μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ δικαστικόν· ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν αὐτοῖς.
不过,有一点要注意,不要让这些人领取裁判津贴;因为对他们来说,这场审判仍未做出判决。
Ἑρμῆς
μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μακρὰν τὴν ἀνάβασιν;
赫尔墨斯:那么,这些老年人白白爬了这么长的山路吗?
Δίκη
ἱκανόν, εἰ τριτημόριον λάβοιεν.
正义:如果他们能拿到三分之一就足够了。
ἄπιτε, μὴ ἀγανακτεῖτε, αὖθις δικάσετε.
走吧,不要生气,你们下次再审判。
§24Ἑρμῆς
Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε.
赫尔墨斯:该是锡诺普的第欧根尼出庭的时候了,而你,“兑换业”,请说吧。
Διογένης
καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων· ἐγὼ γὰρ αὐτίκα μάλα πατάξας τῷ ξύλῳ —
Δίκη
τί τοῦτο;
第欧根尼:说实在的,正义啊,如果她不停止纠缠我,她就再也不能以逃亡罪起诉我,而要以多处深重的伤势起诉我了;因为我马上就要用木棍揍她—— 正义:这是怎么回事?
πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον.
“兑换业”逃跑了,而他正举着手杖在后面追。
οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι.
那个可怜的女人看来要遭受不小的灾难了。
τὸν Πύρρωνα κήρυττε.
传唤皮浪。
§25Ἑρμῆς
ἀλλʼ ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν.
赫尔墨斯:但是,正义啊,“绘画”确实到场了,而皮浪却根本连山都没有上;看来他注定会这样做。
Δίκη
διὰ τί, ὦ Ἑρμῆ;
正义:为什么呢,赫尔墨斯?
Ἑρμῆς
ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι.
赫尔墨斯:因为他认为没有任何标准是真实的。
Δίκη
τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν.
正义:那么就缺席判他有罪吧。
τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον.
现在传唤那个叙利亚撰稿人。
καίτοι πρῴην ἀπηνέχθησαν κατʼ αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι.
尽管针对他的起诉书是前天才提交的,本没有必要现在就做出判决。
πλὴν ἀλλʼ ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην.
不过,既然已经决定了,就先引入“辩论术”的诉讼吧。
βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν.
天哪,聚集来旁听的人真多啊!
Ἑρμῆς
εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ ξένην, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην, καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ.
赫尔墨斯:理所当然,正义;因为这场审判不仅不陈旧,反而新奇独特,正如你所说,是昨天才宣布的,而且人们期望听到“辩论术”和“对话”轮流控告,而那个叙利亚人同时对两者进行申辩,这吸引了许多人来到法廷。
πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων.
不过,开始你的发言吧,辩论术。