Humanitext Reader

琉善 · 双重起诉或陪审法庭 §21

伊壁鸠鲁为快乐所作的辩护

第 8 段,共 12 段 · 希腊语

内容简介

伊壁鸠鲁为“快乐”进行辩护,主张迪奥尼修斯抛弃斯多葛而选择快乐是人类自然的决定,并揭露了斯多葛学派的虚伪。

§21Ἐπίκουρος οὐ μακρά, ὦ ἄνδρες δικασταί, πρὸς ὑμᾶς ἐρῶ· δεῖ γὰρ οὐδὲ πολλῶν μοι τῶν λόγων.
伊壁鸠鲁裁判官们,我不会对你们长篇大论;因为我确实不需要太多言语。
ἀλλʼ εἰ μὲν ἐπῳδαῖς τισιν ἢ φαρμάκοις ὅν φησιν ἐραστὴν ἑαυτῆς ἡ Στοὰ τὸν Διονύσιον κατηνάγκασεν ταύτης μὲν ἀπέχεσθαι, πρὸς ἑαυτὴν δὲ ἀποβλέπειν ἡ Ἡδονή, φαρμακὶς ἂν εἰκότως ἔδοξεν καὶ ἀδικεῖν ἐκέκριτο ἐπὶ τοὺς ἀλλοτρίους ἐραστὰς μαγγανεύουσα.
但是,如果“快乐”是用某种咒语或药水,强迫斯多葛所说是她自己情夫的迪奥尼修斯避开她而注视自己,那么她理所当然会被视为女巫,并被判处有罪,因为她对别人的情夫施加了妖术。
εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθεὶς καὶ ἥν φησι κεφάλαιον τῶν πόνων τὴν εὐδαιμονίαν παραγίγνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν Ἡδονὴν ἄσμενος ἐδραπέτευσεν ὥσπερ δεσμά τινα διακόψας τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα διʼ ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον;
但是,如果一个自由人在一个自由的城邦里,在法律并不禁止的情况下,厌恶了从她那里得到的痛苦,并认为她所声称的“幸福作为劳苦的顶峰而到来”纯属胡言乱语,从而避开了那些弯弯曲曲、犹如迷宫般的论证,并欣然逃向“快乐”,仿佛斩断了言语织网的枷锁,思考着人性的而非愚蠢的事物,并且认为劳苦是恶(正如它确实是的那样)而快乐是甜美的——那么,当他从海难中游向港口并渴望平静时,难道他们还应该将他拒之门外,将他头朝下地推向劳苦之中,并将这个可怜的人交托给困境吗? 而且,甚至当他像一个逃向“怜悯祭坛”的请愿者一样逃向“快乐”时,难道只是为了让他流着大汗爬上陡峭的高处去见那广为传颂的美德,然后,在劳碌了一生之后,在死后获得幸福吗?
καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο;
然而,还有谁会比他自己更公正的裁判官呢? 他比任何人都更了解斯多葛的学说,以前只认为高尚即是善,但在重新学到劳苦实为恶之后,在对两者进行检验后选择了更好的一方。
ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος.
因为我想,他看到这些人虽然大谈特谈忍耐和承受劳苦,私下里却侍奉“快乐”,在言语上表现得像个勇士,但在家里却按照“快乐”的规律生活;如果他们显得松懈并背叛了自己的教义,他们确实会感到羞愧,但他们却惨痛地承受着坦塔罗斯的命运,并且只要他们希望不被发现并安全地违背法则,他们就会贪婪地吞咽着甘甜。
εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδʼ ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους·
无论如何,如果有人给他们吉格斯的指轮,使他们戴上后不被看见,或者给他们哈得斯的隐形盔,我确信,他们会向劳苦道一声长长的再见,然后涌向“快乐”,并且所有人都会模仿迪奥尼修斯。
ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ, "λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔχει.
他直到生病前都还希望关于忍耐的论说能对他有所帮助;但当他感到痛苦并病倒,而劳苦更真实地袭击他时,他看到自己的肉体在进行着反对斯多葛的哲学思考,并主张相反的信条,于是他相信肉体而不是他们,并认识到自己是一个人,拥有人的肉体,从而不再把自己当成石雕对待。 因为他知道,任何口是心非并谴责“快乐”的人: “口头上乐在其中,心却在彼处。
" εἴρηκα· ὑμεῖς δʼ ἐπὶ τούτοις ψηφοφορήσατε.
” 我已经说完了;请你们在此基础上投票。

词汇与语法注释

  1. p.v.3.p.126ἀποκλείειν ἐχρῆν αὐτόν — 在包含 `οἰηθείς` 等多个分词的漫长条件从句 `εἰ δέ τις...` 之后,主句由无人称动词过去式 `ἐχρῆν`(本来应当)引导,构成指向句末问号(;)的反问句结构。
  2. p.v.3.p.126αὐτοῦ ἐκείνου, ὃς... εἰ καί τις ἄλλος — 属格 `αὐτοῦ ἐκείνου` 作为比较属格,跟在比较级形容词 `δικαιότερος` 之后。插入语 `εἰ καί τις ἄλλος`(字面意为“如果还有其他人知道的话”)是一个惯用表达,表示“不亚于任何人”或“比任何人都更……”。
  3. p.v.3.p.128εἰ γοῦν τις αὐτοῖς... ὠθοῦντο ἂν — 这是一个混合型的违背事实(虚拟)条件句。条件从句使用直陈式不定过去时 `ἔδωκεν`(过去相反虚拟),而主句使用未完成过去时加 `ἄν`(`ὠθοῦντο ἂν`),表示与现在事实相反的持续状态或过去的反复结果。

引用这一段

琉善, 双重起诉或陪审法庭 §21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。