§21Ἐπίκουρος
οὐ μακρά, ὦ ἄνδρες δικασταί, πρὸς ὑμᾶς ἐρῶ·
Ἐπίκουρος 裁判官の皆さん、私はあなた方に長々と語ることはしません。
δεῖ γὰρ οὐδὲ πολλῶν μοι τῶν λόγων.
私には多くの言葉が必要ないからです。
ἀλλʼ εἰ μὲν ἐπῳδαῖς τισιν ἢ φαρμάκοις ὅν φησιν ἐραστὴν ἑαυτῆς ἡ Στοὰ τὸν Διονύσιον κατηνάγκασεν ταύτης μὲν ἀπέχεσθαι, πρὸς ἑαυτὴν δὲ ἀποβλέπειν ἡ Ἡδονή, φαρμακὶς ἂν εἰκότως ἔδοξεν καὶ ἀδικεῖν ἐκέκριτο ἐπὶ τοὺς ἀλλοτρίους ἐραστὰς μαγγανεύουσα.
しかし、もし「快楽」が、ストアが自分の愛人だと言っているあのディオニュシオスを、何らかの呪文や薬物によって強制して、彼女を避けさせ、自分の方を見つめさせたのだとすれば、彼女は当然、魔女であると思われたでしょうし、他人の愛人に妖術をかけたとして不正を働いたと判決を下されたことでしょう。
εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθεὶς καὶ ἥν φησι κεφάλαιον τῶν πόνων τὴν εὐδαιμονίαν παραγίγνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν Ἡδονὴν ἄσμενος ἐδραπέτευσεν ὥσπερ δεσμά τινα διακόψας τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα διʼ ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον;
しかし、もしある自由な人が、自由な国において、法律が禁止してもいないのに、彼女がもたらす不快さを嫌悪し、労苦の極みに幸福が訪れるという彼女の主張をたわ言と考えて、あの曲がりくねった、迷宮のような議論を避け、言葉の罠という束縛を断ち切るかのように「快楽」の方へと喜んで逃げ去ったのだとしたら、人間らしく、愚かではない考えを持ち、苦痛を、その本質の通りに悪と考え、快楽を心地よいものと考えた彼を、まるで難破から港へと泳ぎ着き、平穏を望んでいる彼を、真っ逆さまに苦痛へと突き落としながら締め出すべきだったでしょうか。 そして、その哀れな男を困難に引き渡べきだったでしょうか。 それも、まるで「憐れみの祭壇」に駆け込む嘆願者のように「快楽」へと逃げ込んでいるというのに。 それは、あの噂に高い徳を見るために、多くの汗を流して険しい坂を登り、そして生涯を通じて苦労した挙句、死んだ後に幸福になるためだというのですか。
καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο;
それにしても、彼自身以上に公正な裁判官がほかに思われるでしょうか。 彼は、他の誰にも劣らずストアの教えをよく知っており、それまでは美だけが善であると考えていたのに、苦痛は悪であることを身を以て学び直して、両者のうち、より良い方を吟味した上で選んだのです。
ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος.
というのも、思うに、彼はこの人々が、苦痛を耐え忍び、我慢することについて多くを語り立てる一方で、私生活では「快楽」に仕え、言葉の上でだけ勇ましく振る舞い、家では「快楽」の法則に従って生きており、緊張を緩めたり、教義を裏切ったりしているのが発覚すれば恥じ入るものの、哀れにもタンタロスの苦しみを味わっており、見つからずに安全に法を破ることができると期待できる場所では、大口を開けて快楽を貪り食っているのを見ていたからです。
εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδʼ ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους·
ともかく、もし誰かが彼らにギュゲスの指輪を与えて、それをはめれば姿が見えなくなるようにするか、あるいはハデスの兜を与えたならば、私は確信していますが、彼らは労苦に完全に決別を告げて「快楽」へと押し寄せ、全員がディオニュシオスの真似をしたことでしょう。 彼は病気になるまでは、忍耐に関する議論が自分にいくらか役立つと期待していました。
ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ,
"λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔχει.
しかし、彼が痛みを感じ、病気になり、苦痛がより生々しいものとして彼に襲いかかったとき、自分の肉体がストア派の教えに反して哲学し、正反対のドグマを主張しているのを見て、彼らよりも自分の肉体を信頼し、自分が人間であり、人間の肉体を持っていることを悟り、自分を石像のように扱うことをせず一生を過ごしました。 それとは異なることを言い、「快楽」を非難する者は誰であれ、「言葉を楽しんでいるが、本心はあちらにある」ということを知っていたからです。
"
εἴρηκα·
私は語り終えました。
ὑμεῖς δʼ ἐπὶ τούτοις ψηφοφορήσατε.
あなた方はこれらに基づいて投票してください。