§16Ἀκαδημεια
ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης·
阿卡德米亚裁判官们,请先听取为“酩酊”辩护的陈词;因为现在流着的水是属于她的。
ἐκείνης γὰρ τό γε νῦν ῥέον. ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθʼ ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς στεφάνοις διηνθισμένος.
这个可怜的女人被我——阿卡德米亚——侵害得最深,她唯一的忠实且信任她的奴隶,那个认为她所命令的任何事情都不可耻的波勒蒙,被从她身边夺走了。 他以前白日里就在市场中央结队狂欢,带着竖琴女,从早到晚唱着歌,整天醉醺醺、病怏怏,头上戴满花环。
καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον.
这些都是事实,所有雅典人都可以作证,因为他们从未见过波勒蒙清醒的时候。
ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα ἐπαίδευσεν· ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω.
但是,当这个不幸的人像平时对待所有人那样,在阿卡德米亚的门口结队狂欢时,我将他拐走,从酩酊的手中用暴力夺过来,带回自己这里,强迫他喝水,重新教导他保持清醒,扯掉他的花环,并且本该躺着喝酒,却教他那些曲折、悲惨、充满忧虑的辞藻;以至于这个可怜的人,之前脸上绽放的红晕没有了,变得面色苍白,身体消瘦,忘光了所有的歌曲,有时不吃不喝直到深夜,坐在那里胡言乱语,就像我——阿卡德米亚——经常教人胡言乱语的那样。
τὸ δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς.
而最严重的是,由于我的怂恿,他还辱骂“酩酊”,历数她的无数坏处。
εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης.
为“酩酊”的辩护差不多说完了。
ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω.
现在我也要为自己辩护,从此之后的水就为我流吧。
Δίκη
τί ἄρα πρὸς ταῦτα ἐρεῖ;
狄刻那么她对此会说什么呢?
πλὴν ἀλλʼ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.
不过,轮流倒入同等的水。
§17Ἀκαδημεια
οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν δὲ κἀμοῦ μετʼ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα.
阿卡德米亚裁判官们,像刚才这样听起来,那位辩护人为“酩酊”所说的话确实非常合理。 但如果你们也能怀着好意听听我的陈述,你们就会知道我没有对她造成任何不公。
τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν Μέθην, ἀλλʼ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι.
因为这个波勒蒙,她自称是她的仆人,其天性并不卑劣,也不符合 “酩酊”的胃口,而是天生与我的性质相近。 当他还年轻温顺的时候,“快乐”(她经常服务于她)协助他,提前将他强行夺走,用狂欢毁了这个可怜的人,并把他交给了妓女,以至于他连一丝羞耻心都没有留下。
καὶ ἅ γε ὑπὲρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε·
而她刚才认为是在为自己辩护时说的话,你们更应当看作是为我说的。
περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καὶ γέλως τοῖς ξένοις.
因为这个可怜的人从清晨起就戴着花环,宿醉未消,在笛声中穿过市场中央,从未清醒,在所有人面前狂欢,成为祖先和整个城市的耻辱,异邦人的笑柄。
ἐπεὶ μέντοι γε παρʼ ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα·
然而,当他来到我这里时,我恰好如往常一样敞开大门,向在场的同伴们阐述关于美德和节制的言论。
ὁ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ·
他带着长笛和花环立在门前,起初大声叫喊,企图用叫喊声扰乱我们的集会。
ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατʼ ὀλίγον — οὐ γὰρ τέλεον ἦν διάβροχος τῇ Μέθῃ — ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν.
但是当我们完全不理会他时,渐渐地——因为他还没有完全被“酩酊”湿透——他在这些言论面前清醒过来,扯掉了花环,让吹笛女保持安静,对自己的紫色衣服感到羞愧,仿佛从沉睡中惊醒,看到自己所处的境地,并谴责以前的生活。
καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατʼ αἰδῶ τῶν δρωμένων·
而由“酩酊”引起的红晕渐渐消退、消失,却因对自己所作所为的羞耻而脸红。
καὶκαὶ τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρʼ ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη φησίν, ἐμοῦ, ἀλλʼ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων.
最后,他像以前那样逃脱,投奔了我。 我既没有像她说的那样去召唤他,也没有强迫他,而是他自己自愿,认为这些更好。
Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ.
现在请为我传唤他,以便你们看清他在我这里是什么状态。
— τοῦτον, ὦ ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα·
——裁判官们,我接管了这个处于可笑状态、因纯酒而无法出声、无法站立的人,我挽救了他,使他清醒,将他从一个奴隶变成了一个规矩、节制、对希腊人极有价值的人。
καὶκαὶ μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ.
他自己因此而感激我,他的亲属也代表他感激我。
εἴρηκα·
我已经说完了。
ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι.
现在你们考虑一下,我们中哪一个与他相伴对他更好。