- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:16-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
アカデメイアは「酩酊」の代理人としてポレモン誘拐の不正を主張した後に、今度は自身の弁論として、ポレモンが放蕩から徳へと自発的に更生した経緯を語る。
Ἀκαδημεια ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης· ἐκείνης γὰρ τό γε νῦν ῥέον. ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα1 τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθʼ ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς στεφάνοις διηνθισμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον2 πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα ἐπαίδευσεν· ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τὸ δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς. εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω. Δίκη τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλʼ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.
Ἀκαδημεια裁判官の皆さん、まずは「酩酊」のための主張をお聞きください。いま流れている水は、彼女のものですから。この哀れな女は、私、アカデメイアによって甚だしい不正を被りました。彼女が持っていた唯一の忠実で誠実な奴隷であり、彼女が命じることならどんな恥ずべきことも厭わなかった、あのポレモンを奪い去られたことによって。彼は昼間から広場の真ん中を練り歩き、竪琴弾きの女を連れて朝から晩まで歌われ、常に酔っ払い、二日酔いになり、頭を花冠で飾っていました。そして、これが真実であることはアテナイ人全員が証人です。彼らはポレモンが素面であるのを一度も見たことがないのですから。しかし、不運な彼が、すべての人のところでするのが常であったように、アカデメイアの門の前へお祭り騒ぎをしながらやって来たとき、彼女は彼を拉致し、酩酊の手から力尽くで奪い取って自分のところへ連れて行き、水を飲むことを強要し、素面であることを教え込み、花冠をむしり取りました。そして本来なら横たわって飲むべきところを、ねじ曲がった、惨めな、多くの心配事に満ちたくだらない言葉を教え込んだのです。その結果、それまで彼に咲き誇っていた赤みの代わりに、哀れな彼は青白くなり、体はしわがれ、歌をすべて忘れて、時には食べず飲まずで夜中まで座り込み、私、アカデメイアがよく戯言を言うように教えているような、あのような多くの戯言を呟いているのです。そして最大のことは、私にそそのかされて、彼は「酩酊」を罵り、彼女について数々の悪口を並べ立てていることです。 「酩酊」のための弁論はほぼ終わりました。今度は自分自身のために語りましょう。これからの水は私に流れるようにしてください。 Δίκηさて、彼女はこれに対して何と言うでしょうか。ともかく、お返しに同量の水を注ぎなさい。
Ἀκαδημεια οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν δὲ κἀμοῦ μετʼ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα. τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν Μέθην, ἀλλʼ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ ἅ γε ὑπὲρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε· περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καὶ γέλως τοῖς ξένοις. ἐπεὶ μέντοι γε παρʼ ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα· ὁ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ· ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατʼ ὀλίγον — οὐ γὰρ τέλεον ἦν διάβροχος3 τῇ Μέθῃ — ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν. καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατʼ αἰδῶ τῶν δρωμένων· καὶ τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρʼ ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη φησίν, ἐμοῦ, ἀλλʼ ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων. Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ. — τοῦτον, ὦ ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα· καί μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ. εἴρηκα· ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι.
Ἀκαδημεια裁判官の皆さん、このように聞けば、弁護人は「酩酊」のために非常に理にかなったことを言ったように見えます。しかし、もし私の言うことも好意を持って聞いてくださるなら、私が彼女に対して何ら不正を行っていないことがお分かりになるでしょう。 というのも、彼女が自分の召使だと言っているこのポレモンは、決して卑俗な生まれではなく、また「酩酊」にふさわしい性質でもなく、むしろ本質的に私に親和性のある性質をしていたのですが、彼がまだ若く従順であった頃に、彼女に多く仕えている「快楽」の協力を得て彼女が彼を掠め取り、お祭り騒ぎや娼婦たちに彼を引き渡してこの哀れな者を堕落させ、彼には恥じらいの気持ちが少しも残らないようにしたのです。そして、彼女が先ほど自分のために語られていると考えていたことこそ、むしろ私のために語られたのだと考えてください。なぜなら、哀れな彼は朝から花冠をかぶり、二日酔いで、広場の真ん中をフルートの音に合わせて練り歩き、決して素面にならず、あらゆる人のところでバカ騒ぎをし、先祖や都市全体の恥辱であり、異邦人たちの笑いものだったからです。 しかしながら、彼が私のところに来たとき、私はいつものように門を開け放ち、集まっていた仲間たちに徳と節制についての議論を説いているところでした。一方、彼はフルートと花冠を携えて立ち塞がり、最初は叫び声を上げて私たちの集まりを妨害し、混乱させようとしました。しかし、私たちが彼をまったく気に留めなかったため、少しずつ――彼は「酩酊」で完全にずぶ濡れだったわけではなかったので――彼はその議論によって正気に戻り、花冠をむしり取り、フルート吹きの女を黙らせ、自分が着ていた紫色の衣服を恥じ、まるで深い眠りから覚めたかのように、自分がどのような状態にあるかを見て、かつての生き方を非難したのです。そして、「酩酊」による赤みは消え去り見えなくなりましたが、自分の行いに対する恥ずかしさから赤面したのです。そして最後には、そのままの姿で逃げ出し、私のところへ亡命しました。これは彼女が言うように私が呼びかけたり強制したりしたのではなく、彼自身が自発的に、こちらの方が良いと判断したからです。 さあ、彼が私のもとでどのような状態にあるかを皆さんが知ることができるよう、彼を呼んでください。――裁判官の皆さん、滑稽な状態にあり、生酒のせいで声も出せず立っていることもできなかったこの男を受け入れ、私は彼を更生させ、正気に戻し、奴隷の代わりに規律正しく節度があり、ギリシア人にとって大いに価値のある男へと変えたのです。そして、このことについて彼自身も、また彼の親族たちも彼に代わって私に感謝しています。 私は語り終えました。今やあなた方は、私たちのどちらと一緒にいることが彼にとってより良かったかを判断してください。
- 16ἀφαιρεθεῖσα
動詞 ἀφαιρέω(奪う)は能動態で二重対格(人を表す対格と物を表す対格)をとる。これが受動態(ここでは受動分詞女性主格単数,主語「酩酊」を修飾)になると、奪われた人(酩酊)が主語になり、奪われた物(ポレモン τὸν Πολέμωνα)が対格のまま保持される。
- 16δέον
非人称動詞 δεῖ の分詞中性対格で、対格絶対(「〜すべきであるのに」「〜するのが当然であるのに」)として機能している。ここでは、ポレモンが「横たわって飲むべきであったのに(そうせず水を強制された)」という対照的な文脈を形成している。
- 17οὐ τέλεον ἦν διάβροχος
「完全に濡れてはいなかった(完全に酔い潰れてはいなかった)」の意。動詞 ἦν と形容詞 διάβροχος の組み合わせで、形容詞に与格 τῇ Μέθῃ(「酩酊によって」)が係り、酩酊に浸りきっていなかった状態を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(3 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 2 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
