§13Ἑρμῆς
ἄγε, ὦ Δίκη, προσκαλῶμεν.
赫耳墨斯来吧,狄刻,让我们传唤吧。
Δίκη
εὖ λέγεις.
狄刻说得对。
ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν.
如你所见,他们正成群结队地喧闹着走来,就像在山顶周围嗡嗡叫的黄蜂一样。
Ἀθηναῖος
εἴληφά σε, ὦ κατάρατε.
雅典人抓住你了,你这该死的家伙!
Ἄλλος1
συκοφαντεῖς.
另一人1 你这是在诬告。
Ἄλλος2
δώσεις ποτὲ ἤδη τὴν δίκην.
另一人2 你现在终于要受到惩罚了。
Ἄλλος3
ἐξελέγξω σε δεινὰ εἰργασμένον.
另一人3 我要指控你犯下了可怕的罪行。
Ἄλλος4
ἐμοὶ πρώτῳ ἀποκλήρωσον.
另一人4 先给我抽签吧。
Ἄλλος5
ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον.
另一人5 跟我去法庭,你这肮脏的家伙!
Ἄλλος6
μὴ ἄγχε με.
另一人6 别勒着我!
Δίκη
οἶσθα ὃ δράσωμεν, ὦ Ἑρμῆ;
狄刻赫耳墨斯,你知道我们该怎么做吗?
τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι.
让我们把其他的诉讼推迟到明天,今天只抽签审理那些由技艺、生活方式或科学对人类提起的诉讼。
καί μοι ταύτας ἀνάδος τῶν γραφῶν.
把这些起诉状交给我。
Ἑρμῆς
μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ.
赫耳墨斯 “酩酊”起诉“阿卡德米亚”,关于拐卖波勒蒙一案。
Δίκη
ἑπτὰ κλήρωσον.
狄刻抽签选出七人。
Ἑρμῆς
ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.
赫耳墨斯 “斯多葛”起诉“快乐”的不正当行为,因为她拐走了她的情人狄奥尼修斯。
Δίκη
πέντε ἱκανοί.
狄刻五人就够了。
Ἑρμῆς
περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν.
赫耳墨斯关于阿里斯提波:“奢华”起诉“美德”。
Δίκη
πέντε καὶ τούτοις δικασάτωσαν.
狄刻让五个人也来审理这个案子。
Ἑρμῆς
Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει.
赫耳墨斯 “兑换商”起诉迪奥根尼逃亡一案。
Δίκη
τρεῖς ἀποκλήρου μόνους.
狄刻只抽签三人。
Ἑρμῆς
γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.
赫耳墨斯 “绘画”起诉皮浪擅离职守。
Δίκη
ἐννέα κρινάτωσαν.
狄刻让九个人来裁决。
§14Ἑρμῆς
βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;
赫耳墨斯狄刻,你希望我们把前几天针对那位修辞学家的两桩诉讼也一并抽签吗?
Δίκη
τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ εἰς ὕστερον δεδικάσονται.
狄刻先把旧案审结吧,这些案子以后再审。
Ἑρμῆς
καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις·
赫耳墨斯可是这两桩案子和控告也很相似,虽然是新案,但与刚才抽签的那些非常相近。
ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.
因此,它们应当在这些案子中一起审理。
Δίκη
ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν.
狄刻赫耳墨斯,你似乎想满足他们的请求。
ἀποκληρῶμεν δʼ ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι.
不过,既然你觉得好,那就抽签吧,但仅限于这两桩;因为已经抽好的已经足够了。
δὸς τὰς γραφάς.
把起诉状给我。
Ἑρμῆς
ῥητορικὴ κακώσεως τῷ Σύρῳ· διάλογος τῷ αὐτῷ ὕβρεως.
赫耳墨斯 “修辞学”起诉那个叙利亚人虐待;“对话”起诉同一个人侮辱。
Δίκη
τίς δὲ οὗτός ἐστιν;
狄刻但这个人是谁?
οὐ γὰρ ἐγγέγραπται τοὔνομα.
因为上面没有写名字。
Ἑρμῆς
οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.
赫耳墨斯就这样抽签吧,“给那个叙利亚修辞学家”;因为没有名字也完全没有妨碍。
Δίκη
ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι;
狄刻瞧啊,难道我们现在还要在雅典的阿雷奥帕古斯抽签审理境外的诉讼吗,这些案子本来在幼发拉底河彼岸审理才妥当?
πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.
不过,还是给这两桩诉讼各抽签选出相同的十一名裁判员吧。
Ἑρμῆς
εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.
赫耳墨斯好极了,狄刻,你真省事,免得花太多裁判费。
§15Δίκη
οἱ πρῶτοι καθιζέτωσαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ·
狄刻第一组裁判员请为“阿卡德米亚”和“酩酊”的案子就座。
σὺ δὲ τὸ ὕδωρ ἔγχει.
你把水倒入水钟。
προτέρα δὲ σὺ λέγε ἡ Μέθη.
原告“酩酊”,你先发言。
τί σιγᾷ καὶ διανεύει;
她为什么沉默并摇头示意?
μάθε, ὦ Ἑρμῆ, προσελθών.
赫耳墨斯,你走上前去问一下。
Ἑρμῆς
οὐ δύναμαι,
φησί,
τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ γέλωτα ὄφλω ἐν τῷ δικαστηρίῳ.
赫耳墨斯她说:“我无法为这场诉讼发言,因为我的舌头被纯酒麻痹了,免得在法庭上沦为笑柄。
μόλις δὲ καὶ ἕστηκεν, ὡς ὁρᾷς.
”如你所见,她连站都快站不稳了。
Δίκη
οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.
狄刻那么就让她从这些普通辩护人中请一位登台吧;因为有很多人,哪怕为了三个奥博尔,也准备好了声嘶力竭地去辩护。
Ἑρμῆς
ἀλλʼ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ.
赫耳墨斯但是,至少在公开场合,没有一个人会愿意为“酩酊”辩护。
πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.
不过,她似乎提出了合情合理的要求。
Δίκη
τὰ ποῖα;
狄刻什么样的要求?
Ἑρμῆς
ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτʼ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν.
赫耳墨斯 “阿卡德米亚总是对论点的两面都做好了准备,并且练习这一点,即能够极好地论证相反的观点。
αὕτη τοίνυν,
φησίν,
ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.
因此,”她说,“让她先代表我发言,然后她再为自己辩护。
Δίκη
καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.
” 狄刻这可真是闻所未闻,但阿卡德米亚,既然这工作对你来说轻而易举,你就把两边的辩词都说了吧。