Humanitext Reader

琉善 · 双重起诉或陪审法庭 §11-12

潘对哲学家的批评与法庭开庭宣告

第 4 段,共 12 段 · 希腊语

内容简介

潘向狄刻批判地描述了雅典哲学家们喧闹而空洞的辩论场景。随后,赫耳墨斯宣告法庭开庭,民众纷纷涌向阿雷奥帕古斯,潘则回到了自己的洞穴。

§11Δίκη τὰ δʼ ἄλλα, ὦ Πάν, ἀμείνους πρὸς ἀρετὴν ἐγένοντο ὑπὸ τῶν φιλοσόφων;
狄刻那么在其他方面呢,潘,他们在哲学家的引导下,德行有没有变得更好一些?
Πάν τίνας λέγεις τοὺς φιλοσόφους;
潘你说的哲学家是指哪些人?
ἆρʼ ἐκείνους τοὺς κατηφεῖς, τοὺς συνάμα πολλούς, τοὺς τὸ γένειον ὁμοίους ἐμοί, τοὺς λάλους;
难道是那些垂头丧气的、总是聚成一大群的、胡须长得像我一样的、整天唠唠叨叨的家伙吗?
Δίκη καὶ μάλα.
狄刻正是他们。
Πάν οὐκ οἶδα ὅλως ὅ τι καὶ λέγουσιν οὐδὲ συνίημι τὴν σοφίαν αὐτῶν· ὄρειος γὰρ ἔγωγε καὶ τὰ κομψὰ ταῦτα ῥημάτια καὶ ἀστικὰ οὐ μεμάθηκα, ὦ Δίκη.
潘我完全不知道他们到底在说什么,也不懂他们的智慧;因为我毕竟是个山里人,狄刻,我可没学过这些高雅而文绉绉的城市词汇。
πόθεν γὰρ ἐν Ἀρκαδίᾳ σοφιστὴς ἢ φιλόσοφος;
在阿卡迪亚哪里会有什么诡辩家或哲学家呢?
μέχρι τοῦ πλαγίου καλάμου καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δʼ ἄλλα αἰπόλος καὶ χορευτὴς καὶ πολεμιστής, ἢν δέῃ.
在吹奏斜笛和排箫这方面,我还算聪明,但在其他方面,我只是个放羊人、舞者,需要的话也是个战士。
πλὴν ἀλλʼ ἀκούω γε αὐτῶν ἀεὶ κεκραγότων καὶ ἀρετήν τινα καὶ ἰδέας καὶ φύσιν καὶ ἀσώματα διεξιόντων, ἄγνωστα ἐμοὶ καὶ ξένα ὀνόματα.
不过,我总能听到他们不停地大喊大叫,探讨什么美德、理念、自然以及无形体之物,这些都是我听不懂的陌生词汇。
καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προιούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων τό τε πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται.
他们刚开始互相交谈时还挺温和,但随着聚会的进行,他们便把嗓门提高到最尖锐的高度,以至于当他们竭力嘶吼并争相发言时,脸涨得通红,脖子粗大,血管暴起,就像笛手费力地往细细的笛子里吹气一样。
διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλῳ ἀποξυόμενοι, καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύτερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος.
总之,他们把论点搅得一团糟,把最开始探讨的主题弄得稀里糊涂,最后大多数人互相谩骂着散去,还用弯曲的手指刮去额头上的汗水。 他们中谁的声音最大、最放肆,且在人群散去时最后离开,谁就被看作是胜利者。
πλὴν ἀλλʼ ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ, καὶ παρεστᾶσι πρὸς τὸ θράσος καὶ τὴν βοὴν κεκηλημένοι.
然而,普通民众却对他们崇拜得五体投地,尤其是那些没有更紧要俗务缠身的人,他们被这放肆和喧闹所蛊惑,伫立在一旁围观。
ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων καὶ ἠνιώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι.
因此,从这些举动来看,我觉得他们只是一些骗子,而且因为我的胡须和他们相似而感到恼火。
εἰ δέ γε δημωφελές τι ἐνῆν τῇ βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο αὐτοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι.
但是,在他们的喧闹中是否有什么有益于大众的东西,或者那些言辞是否给他们带来了什么好处,我可说不上来。
πλὴν ἀλλʼ εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι — οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς — πολλοὺς αὐτῶν πολλάκις ἤδη ἐθεασάμην περὶ δείλην ὀψίαν — §12Δίκη ἐπίσχες, ὦ Πάν.
不过,如果一定要我毫无保留地讲出实情——因为如你所见,我住在高高的瞭望哨上——我已经多次看到他们中的许多人在傍晚时分…… 狄刻停下,潘。
οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν;
你刚才没听到赫耳墨斯在宣告吗?
Πάν πάνυ μὲν οὖν.
潘确实听到了。
Ἑρμῆς ἀκούετε λεῴ, ἀγορὰν δικῶν ἀγαθῇ τύχῃ καταστησόμεθα τήμερον Ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου.
赫耳墨斯听着,人们! 在好运的庇佑下,今天,埃拉斐博里翁月上旬第七日,我们将开庭审理诉讼。
ὁπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν εἰς Ἄρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ δικαστήρια καὶ αὐτὴν παρέσται τοῖς δικάζουσιν·
凡是提起公诉的人,请到阿雷奥帕古斯集合,狄刻将在那里抽签分配裁判所,并亲自在场监督审判。
οἱ δικασταὶ ἐξ ἁπάντων Ἀθηναίων· ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος.
裁判员由全体雅典人担任;每场诉讼的报酬为三个奥博尔;裁判员的人数将根据指控的轻重而定。
ὁπόσοι δὲ ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω.
至于那些在提起诉讼后、出庭审理前便已去世的人,艾阿科斯当将他们从阴间送回。
ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην· ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία.
若有人认为自己遭遇了不公的判决,可以提出上诉,而上诉将提交给宙斯。
Πάν βαβαὶ τοῦ θορύβου·
潘哎呀,真够吵闹的!
ἡλίκον, ὦ Δίκη, ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ Ἀρείου πάγου.
狄刻,他们叫得有多响亮啊,而且他们还急匆匆地聚在一起,互相拉扯着,顺着陡坡直奔阿雷奥帕古斯。
καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν.
赫耳墨斯也已经回来了。
ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνατε ὥσπερ ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν ᾧ τὴν Ἠχὼ εἴωθα ἐπικερτομεῖν·
既然如此,你们就去忙诉讼的事,按你们的规矩去抽签和裁决吧。 我要回我的洞穴去,吹一首情歌,我平时总用这歌来逗弄埃科。
ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι ὁσημέραι τῶν ἐν Ἀρείῳ πάγῳ δικαζομένων ἀκούοντι.
至于法庭上的审讯和辩词,我早就听够了,因为我每天都能听到他们在阿雷奥帕古斯进行审判。

词汇与语法注释

  1. p.v.3.p.104ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων — 在表示结果的连词 `ὥστε` 后面,通常应接不定式或直陈式,但此处却使用了属格绝对结构(`ὑπερδιατεινομένων καὶ ... ἐθελόντων`)。这一表达是为了将哲学家们争相发言的独立背景生动地插入主句(其主语为面部、颈部等)之中。
  2. p.v.3.p.104ἀγκύλῳ τῷ δακτύλῳ — 形容词 `ἀγκύλος`(弯曲的)处于谓语位置,意为“用弯曲的手指”。它具体描绘了人们在刮去额头汗水时,将手指弯曲并像使用刮汗板(strigil)一样去刮汗的动作。
  3. p.v.3.p.106ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν — 分词 `ἀποθέμενοι` 是雅典法律中“提起公诉”的专业表达。在 `πρὶν εἰσελθεῖν` 中,不定式 `εἰσελθεῖν`(进入)指“进入法庭(案件开庭)”,整句描述了起诉人在提起诉讼后、案件实际审理前便已去世的法律情境。
  4. p.v.3.p.106ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην — 形容词 `ἐφέσιμος`(可上诉的)修饰名词 `δίκη`(诉讼),在动词 `ἀγωνίζομαι`(争辩、进行诉讼)中充当同源/内部宾格。该表达指代雅典法律中的上诉(`ἔφεσις`)程序。

引用这一段

琉善, 双重起诉或陪审法庭 §11-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:11-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。