Humanitext Reader

琉善 · 双重起诉或陪审法庭 §8-10

抵达阿提卡并与潘神相遇对话

第 3 段,共 12 段 · 希腊语

内容简介

赫耳墨斯与狄刻抵达阿提卡,在那里遇到了曾在波斯战争中协助过雅典人的半人半兽之神潘,并听取他抱怨其现状的诉说。

§8Ἑρμῆς προΐωμεν, ὦ Δίκη, ταύτῃ εὐθὺ τοῦ Σουνίου μικρὸν ὑπὸ τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι·
赫耳墨斯走吧,正义,朝向苏尼翁,就在许墨托斯山下、帕尔奈斯山的左侧,那两座山峰所在之处。
σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν.
因为你似乎早就忘记了道路。
ἀλλὰ τί δακρύεις καὶ σχετλιάζεις;
但你为何哭泣和哀怨?
μὴ δέδιθι· οὐδέθ’ ὅμοια τὰ ἐν τῷ βίῳ·
不要害怕,世事已不再如昨。
τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκείρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες οὓς ἐδεδίεις τότε, νυνὶ δὲ Σοφία καὶ Ἀκαδήμεια καὶ Στοὰ κατέχουσι πάντα καὶ πανταχοῦ σε ζητοῦσιν καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν εἰς αὐτοὺς καταπτοῖο πάλιν.
你那时害怕的那些斯凯隆、皮提奥坎普特斯、布西里斯、法拉里斯等辈,如今都已死去了。 现在,智慧、阿卡德米和画廊主宰了一切,他们到处寻找你,谈论着你,张着嘴盼望你不知从何处再次飞落到他们身边。
Δίκη σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἔν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ — καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις — ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρʼ αὐτοῖς ἡ μονή.
狄刻赫耳墨斯啊,至少只有你能对我说真话,因为你大部分时间都和他们在一起,在体育馆和广场上共同度过——因为你确实也是广场之神,并且在公民大会上宣读公告——他们变成了怎样的人,以及我在他们那里的留存是否可能。
Ἑρμῆς νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων.
赫耳墨斯以宙斯的名义,如果你作为我的妹妹,我却不对你直言,那我就是不义了。
οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας ὠφέληνται οἱ πολλοὶ αὐτῶν·
他们中的大多数人从哲学中受益匪浅。
καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν.
因为即便没有别的好处,至少出于对自身装述的敬畏,他们犯错时也更温和一些。
πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισιν ἐντεύξῃ αὐτῶν — χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν — ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις.
不过,你也会在他们中遇到一些恶劣的人——我想,我必须说实话——以及一些半智半俗的人。
ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ σοφία παραλαβοῦσα, ὁπόσοι μὲν εἰς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ εἰς βάθος παρεδέξαντο ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου, τῶν ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν.
因为当智慧接管并重新染制他们时,凡是饱饮了染料的人,都被彻底塑造成善良的人,不杂杂色,而这些人对你的迎接也最为准备就绪;但至于那些由于旧日污垢而未能深层吸收那具有持久染色力药水的人,他们虽然比其他人好,但仍然不完全,呈半白半杂、布满斑点、肤色如豹子般斑驳。
εἰσὶ δʼ οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβάφθαι.
还有些人,仅用指尖触碰了锅炉的外面,抹上了些煤灰,便以为自己也已经染好了色。
σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ ἔσται.
不过对你来说,显然你将与最优秀的人相处。
§9Ἑρμῆς ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ Ἀττικῇ·
赫耳墨斯不过说着说着,我们已经接近阿提卡了。
ὥστε τὸ μὲν Σούνιον ἐν δεξιᾷ καταλείπωμεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀπονεύωμεν ἤδη.
所以我们把苏尼翁留在右边,现在就朝向卫城转向吧。
καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο εἰς τὴν πνύκα ὁρῶσα καὶ περιμένουσα ἔστʼ ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δὲ εἰς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι.
既然我们已经降落,你自己就坐在这山丘的某处,看着普尼克斯并等待着,直到我宣告宙斯的命令。 而我登上卫城,这样就能更方便地在声音能及的地方召集所有人。
Δίκη μὴ πρότερον ἀπέλθῃς, ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ τοῖς σκελοῖν.
狄刻赫耳墨斯,在告诉我那个走过来的人是谁之前,不要离开。 那个头上长角、拿着排箫、双腿毛茸茸的人是谁?
Ἑρμῆς τί φής;
赫耳墨斯说什么?
ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον;
难道你不知道潘,那个狄奥尼索斯侍从中最狂欢的家伙?
οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθῶνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς Ἀθηναίοις σύμμαχος, καὶ τὸ ἀπʼ ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ εἰς τὸ μετοίκιον συντελῶν.
他以前住在帕尔塞尼翁山上,但在达提斯入侵和蛮族在马拉松登陆时,他不请自来,成为雅典人的盟友。 从那时起,他获得了卫城下的这个洞穴,居住在佩拉斯吉孔稍上方,履行着侨民的纳税义务。
καὶ νῦν ὡς τὸ εἰκὸς ἰδὼν ἡμᾶς ἐκ γειτόνων πρόσεισι δεξιωσόμενος.
现在,很自然地,他从邻近处看见了我们,正走过来向我们致敬。
§10Πάν χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη.
潘你们好,赫耳墨斯和狄刻。
Ἑρμῆς καὶ σύ γε, ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε Σατύρων ἁπάντων, Ἀθήνησι δὲ καὶ πολεμικώτατε.
赫耳墨斯你也好,潘,所有萨堤罗斯中最懂音乐、最爱跳跃的家伙,而在雅典也是最善战的。
Πάν τίς δὲ ὑμᾶς, ὦ Ἑρμῆ, χρεία δεῦρο ἤγαγεν;
潘不过,赫耳墨斯,是什么需要把你们带到这里来的?
Ἑρμῆς αὕτη σοι διηγήσεται τὰ πάντα·
赫耳墨斯她会向你说明一切的。
ἐγὼ δὲ ἐπὶ τὴν ἀκρόπολιν ἄπειμι καὶ τὸ κήρυγμα.
至于我,我要去卫城发布宣告了。
Δίκη ὁ Ζεύς, ὦ Πάν, κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας.
狄刻潘,宙斯派我下来抽签分配诉讼。
σοὶ δὲ πῶς τὰ ἐν Ἀθήναις ἔχει;
而你呢,在雅典过得怎么样?
Πάν τὸ μὲν ὅλον οὐ κατʼ ἀξίαν πράττω παρʼ αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα τηλικοῦτον ἀπωσάμενος κυδοιμὸν τὸν ἐκ τῶν βαρβάρων.
潘总的来说,我在这里并没有得到应有的待遇,而是远低于我的期望,更不用说我还曾击退了来自蛮族的那么大混乱。
ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχην θύουσί μοι πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτʼ εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ.
然而,他们每年两三次上山来,挑选一只散发着浓烈臊气、未经阉割的公山羊祭祀给我,然后享用它的肉,让我作他们欢乐的见证,仅以单纯的掌声来表达对我的敬意。
πλὴν ἀλλʼ ἔχει τινά μοι ψυχαγωγίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά.
不过,他们的笑声和嬉戏对我来说确实也算是一种消遣。

词汇与语法注释

  1. §8κεχηνότες εἴ ποθεν — 由 εἰ 引导的从句在此处并非普通的条件从句,而是作为表示期待或希望的间接疑问从句(“热切等待着是否……”)。祈愿语气 καταπτοῖο 表示不确定的未来期待。
  2. §8μὴ λέγων — 现在分词 μὴ λέγων 表达条件(“如果不说的话”),与主句中带 ἂν 的祈愿语气(ἀδικοίην ἂν,意为“那就会是不义”)结合,构成潜能条件句。
  3. p.v.3.p.98ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου — ὁπόσον 是关系形容词。τοῦ φαρμάκου 是依附于 δευσοποιὸν(“深入染色的”)的部分属格或关联属格,意为“药液的深层染色性质”。另,χρόαν 是表示“在肤色方面”的关系宾格(观点宾格)。
  4. p.v.3.p.102καὶ ταῦτα — 惯用短语 καὶ ταῦτα 意为“而且、尤其是(尽管如此)”,此处修饰分词句 ἀπωσάμενος...,用以引导强调或让步性的附带状况从句。

引用这一段

琉善, 双重起诉或陪审法庭 §8-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:8-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。