← ルキアノス

二重に訴えられて

§11-12

哲学者たちへのパンの批判と裁判の開廷宣言

パンは、アテナイの哲学者たちが引き起こす騒がしく不毛な議論の様子をディケに批判的に説明する。その後、ヘルメスの布告によって裁判の開会が宣言されると、人々はアレイオス・パゴスへと殺到し、パンは自身の洞窟へと引き返す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

Δίκη τὰ δʼ ἄλλα, ὦ Πάν, ἀμείνους πρὸς ἀρετὴν ἐγένοντο ὑπὸ τῶν φιλοσόφων; Πάν τίνας λέγεις τοὺς φιλοσόφους; ἆρʼ ἐκείνους τοὺς κατηφεῖς, τοὺς συνάμα πολλούς, τοὺς τὸ γένειον ὁμοίους ἐμοί, τοὺς λάλους; Δίκη καὶ μάλα. Πάν οὐκ οἶδα ὅλως ὅ τι καὶ λέγουσιν οὐδὲ συνίημι τὴν σοφίαν αὐτῶν· ὄρειος γὰρ ἔγωγε καὶ τὰ κομψὰ ταῦτα ῥημάτια καὶ ἀστικὰ οὐ μεμάθηκα, ὦ Δίκη. πόθεν γὰρ ἐν Ἀρκαδίᾳ σοφιστὴς ἢ φιλόσοφος; μέχρι τοῦ πλαγίου καλάμου καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δʼ ἄλλα αἰπόλος καὶ χορευτὴς καὶ πολεμιστής, ἢν δέῃ. πλὴν ἀλλʼ ἀκούω γε αὐτῶν ἀεὶ κεκραγότων καὶ ἀρετήν τινα καὶ ἰδέας καὶ φύσιν καὶ ἀσώματα διεξιόντων, ἄγνωστα ἐμοὶ καὶ ξένα ὀνόματα. καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προιούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων1 τό τε πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλῳ2 ἀποξυόμενοι, καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύτερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος. πλὴν ἀλλʼ ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ, καὶ παρεστᾶσι πρὸς τὸ θράσος καὶ τὴν βοὴν κεκηλημένοι. ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων καὶ ἠνιώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι. εἰ δέ γε δημωφελές τι ἐνῆν τῇ βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο αὐτοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι. πλὴν ἀλλʼ εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι — οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς — πολλοὺς αὐτῶν πολλάκις ἤδη ἐθεασάμην περὶ δείλην ὀψίαν —

Δίκη他の点ではどうなのですか、パンよ。彼らは哲学者たちのおかげで、徳に関してより良くなったのですか。 Πάνあなたが哲学者と呼んでいるのは誰のことですか。もしや、あのうつむき加減で、いつも大勢で群れており、私のように顎髭を生やし、おしゃべりな者たちのことですか。 Δίκηまさにその通りです。 Πάν彼らが一体何を言っているのか私にはさっぱりわかりませんし、彼らの知恵とやらも理解できません。何しろディケよ、私は山育ちですから、そのような小綺麗な、都会的な言葉は学んでいないのです。アルカディアのどこにソフィストや哲学者などがいるでしょう。私は斜笛やパンパイプの演奏に関しては知恵がありますが、それ以外の点では山羊飼いであり、踊り手であり、必要とあれば戦士なのです。ただ、彼らがいつも大声を張り上げ、徳だの、イデアだの、自然だの、無体物だのといった、私には未知で異質な言葉を並べ立てているのは耳にしています。そして、最初は互いの対話を穏やかに始めるのですが、議論が進むにつれて声を張り上げ、最高音に達します。そのため、彼らが声を極限まで張り上げ、同時に話そうとするので、顔は赤くなり、首は腫れ上がり、まるで細い管に息を吹き込もうと無理をしている笛吹きのようになり、静脈が浮き出ます。かくして議論をかき乱し、最初に検討していた事柄を混乱させ、大半の者は互いに罵り合って立ち去るのです。その際、曲げた指で額の汗をぬぐいながら、彼らのうちで最も大声で、最も不遜であり、人々が解散するときに最後に立ち去る者が勝利したと見なされるのです。しかし、一般の大衆は彼らに見惚れており、特にこれといった必要な仕事に煩わされていない者たちが、その不遜さと大声に魅了されて、傍らに佇んでいます。だから、私には彼らがこれらのことからしてペテン師のように思われ、髭の形が私と似ていることに苛立ちを覚えるのです。しかし、彼らの大声の中に何か民衆の役に立つものがあり、それらの言葉から何か良いものが彼らに芽生えたのかどうかは、私には何とも言えません。ただし、何一つ包み隠さずに真実を語らねばならないとするなら――何しろ私は、ご覧の通り、見晴らしの良い場所に住んでいますから――彼らの多くが、遅い夕暮れ時に……するのを、これまでに何度も目撃しました。

§12

Δίκη ἐπίσχες, ὦ Πάν. οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν; Πάν πάνυ μὲν οὖν. Ἑρμῆς ἀκούετε λεῴ, ἀγορὰν δικῶν ἀγαθῇ τύχῃ καταστησόμεθα τήμερον Ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου. ὁπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν εἰς Ἄρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ δικαστήρια καὶ αὐτὴν παρέσται τοῖς δικάζουσιν· οἱ δικασταὶ ἐξ ἁπάντων Ἀθηναίων· ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος. ὁπόσοι δὲ ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν3 ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω. ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην·4 ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία. Πάν βαβαὶ τοῦ θορύβου· ἡλίκον, ὦ Δίκη, ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ Ἀρείου πάγου. καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν. ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνατε ὥσπερ ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν ᾧ τὴν Ἠχὼ εἴωθα ἐπικερτομεῖν· ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι ὁσημέραι τῶν ἐν Ἀρείῳ πάγῳ δικαζομένων ἀκούοντι.

Δίκη待って、パン。ヘルメスが布告している声が聞こえませんでしたか。 Πάν確かに聞こえました。 Ἑρμῆς人々よ、聞け。幸運を祈りつつ、本日、エラペボリオン月の(上旬の)第七日に裁判を開会する。訴状を提出した者は皆、アレイオス・パゴスに参集せよ。そこではディケが裁判所を抽選で配分し、自ら裁判員たちに立ち会うであろう。裁判員はすべてのアテナイ人から選出され、報酬は一裁判につき三オボロス、裁判員の数は告訴内容の比率に応じて決まる。訴状を提出したものの、出廷する前に死亡した者たちについても、アイアコスが冥府から送り戻すように。もし誰かが不当な判決を下されたと考えるならば、その裁判を控訴として闘うことができる。その控訴先はゼウスである。 Πάνおやおや、なんという大騒ぎでしょう。ディケよ、彼らはなんと大声をあげたことか。そして、互いに引っ張り合いながら、アレイオス・パゴスへまっすぐ上り坂を急いで走って行くことよ。ヘルメスもすでにこちらへ戻ってきました。ですから、あなた方は裁判に関わり、抽選を行い、法律の通りに判決を下すがよい。私は洞窟に戻って、いつものようにエコーをからかうために、恋のメロディーを吹くことにしましょう。裁判の審問や弁論は、アレイオス・パゴスで毎日裁判が行われているのを耳にしている私にとって、もう十分ですから。

構文注4 件
  1. 11ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων

    結果の接続詞 ὥστε の後には通常不定詞または直説法が続くが、ここでは属格絶対(ὑπερδιατεινομένων καὶ ... ἐθελόντων)が続いている。主節の主語(顔や首など)とは異なる行為者(哲学者たち)が同時に激しく論じているという、独立した背景的状況を挿入するための表現。

  2. 11ἀγκύλῳ τῷ δακτύλῳ

    形容詞 ἀγκύλος(曲がった)が冠詞の位置(述語的位置)に置かれ、「指を曲げた状態で」という付帯状況を記述している。額の汗を指を曲げてストリジルのように使って刮ぎ落とす仕草を具体的に描写している。

  3. 12ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν

    分詞 ἀποθέμενοι はアテナイ法における「訴状を提出する」という専門的表現。πρὶν εἰσελθεῖν の不定詞 εἰσελθεῖν(入る)は「裁判所に入る(裁判が開始される)」ことを意味し、全体として「訴えを起こしたが、出廷する前に死亡した者」という法的な状況を示す。

  4. 12ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην

    名詞 δίκη(裁判)に「控訴できる、上訴にかかわる」を意味する形容詞 ἐφέσιμος がかかり、動詞 ἀγωνίζομαι(闘う、訴訟を行う)の同効対格的に使われている。アテナイ法における上訴(ἔφεσις)手続きを指す表現。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0062.tlg026.humanitext-grc2:11-12