§26Ζεύς
μὴ διάτριβε·
Ζεύς 時間を無駄にするな。
ἄλλον κάλει τὸν Περιπατητικόν.
別の者、あの逍遙学派の者を呼べ。
Ἑρμῆς
σέ φημι, τὸν καλόν, τὸν πλούσιον.
Ἑρμῆς お前のことだ、美しく、富める者よ。
ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
さあ、最も聡明で、万事をことごとく知っている者を買いなさい。
Ἀγοράστης
ποῖος δέ τις ἐστί;
Ἀγοράστης どのような人物なのだ?
Ἑρμῆς
μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
Ἑρμῆς 節度があり、穏やかで、生活に適応しており、そして最も重大なことに、二重なのだ。
Ἀγοράστης
πῶς λέγεις;
Ἀγοράστης どういうことだ?
Ἑρμῆς
ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ·
Ἑρμῆς 外側に現れる姿と、内側にあると思われる姿が異なっているのだ。
ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
だから、もし彼を買い取るなら、一方を「外教的」、他方を「密教的」と呼ぶことを忘れないことだ。
Ἀγοράστης
τί δὲ γινώσκει μάλιστα;
Ἀγοράστης では、彼は特に何を知っているのか?
Ἑρμῆς
τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
Ἑρμῆς 善きものには、魂におけるもの、身体におけるもの、外部にあるものの三つがあるということだ。
Ἀγοράστης
ἀνθρώπινα φρονεῖ.
Ἀγοράστης 人間的な(常識的な)考え方をしているな。
πόσου δέ ἐστιν;
価格はいくらか?
Ἑρμῆς
εἴκοσι μνῶν.
Ἑρμῆς 20ムナだ。
Ἀγοράστης
πολλοῦ λέγεις.
Ἀγοράστης 高いな。
Ἑρμῆς
οὔκ, ὦ μακάριε·
Ἑρμῆς そんなことはない、旦那。
καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος.
彼自身もいくらか金を持っているようだから、早く買い取るに越したことはない。
ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
さらに、蚊がどれだけの期間生きるか、海が太陽によってどれほどの深さまで照らされるか、そして牡蠣の魂とはどのようなものか、といったことをすぐにでも彼から知ることになるだろう。
Ἀγοράστης
Ἡράκλεις τῆς ἀκριβολογίας.
Ἀγοράστης ヘラクレスよ、何という精緻さだ。
Ἑρμῆς
τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
Ἑρμῆς これらよりもはるかに鋭敏な他の多くの事柄を聞いたらどう思うかね。 種子や発生について、子宮の中の胚の形成について、そして、人間は笑う性質があるが、ロバは笑うこともできず、大工仕事もできず、船を操ることもできないということについて聞いたら。
Ἀγοράστης
πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
Ἀγοράστης お前が言うその知識は極めて尊く、有益であるから、20ムナで彼を買い取ろう。
§27Ἑρμῆς
εἶεν.
Ἑρμῆς よし。
Ζεύς
τίς λοιπὸς ἡμῖν;
Ζεύς 我々に残されているのは誰だ?
Ἑρμῆς
καταλείπεται ὁ Σκεπτικὸς οὗτος.
Ἑρμῆς この懐疑学派の者が残されています。
σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος.
お前、ピュリアス、前に出てきて、早く競売にかけられなさい。
ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται.
すでに多くの群衆が立ち去りつつあり、競売は少人数で行われることになる。
ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
それでも、誰かこの者も買い取る者はいるか?
Ἀγοράστης
ἔγωγε.
Ἀγοράστης 私が買おう。
ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;
だがまず私に言ってくれ、お前は何を知っているのか?
Πύρρων
οὐδέν.
Πύρρων 何も。
Ἀγοράστης
πῶς τοῦτο ἔφησθα;
Ἀγοράστης どうしてそう言ったのだ?
Πύρρων
ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
Πύρρων まったく何も存在していないと思われるからだ。
Ἀγοράστης
οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
Ἀγοράστης それでは、我々も存在していないのか?
Πύρρων
οὐδὲ τοῦτο οἶδα.
Πύρρων それすらも私は知らない。
Ἀγοράστης
οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;
Ἀγοράστης お前自身が何者かとして存在していることすらもか?
Πύρρων
πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
Πύρρων それについてはなおさらわからない。
Ἀγοράστης
ὢ τῆς ἀπορίας.
Ἀγοράστης おお、何という行き詰まりだ。
τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
ところで、お前の持っているその天秤は何を意味しているのだ?
Πύρρων
ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον.
Πύρρων それらを使って諸々の議論を天秤にかけ、等価へと整えるのだ。 そして、それらが正確に等しく、同じ重さであるのを見るとき、そのときこそ、どちらがより真実であるかを私は知らなくなる。
Ἀγοράστης
τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
Ἀγοράστης その他のことでは、お前は何を適切に行うことができるか?
Πύρρων
τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.
Πύρρων 逃亡奴隷を追跡すること以外なら何でも。
Ἀγοράστης
τί δὲ τοῦτό σοι ἀδύνατον;
Ἀγοράστης なぜそれがお前にとって不可能なのか?
Πύρρων
ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
Πύρρων なぜなら、友よ、私は捉えられない(追いつけない)からだ。
Ἀγοράστης
εἰκότως·
Ἀγοράστης 道理でな。
βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς.
お前はのろまで鈍重な者のように見えるからな。
ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
ところで、お前の知ることのゴールは何なのだ?
Πύρρων
ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
Πύρρων 無知であり、聞くことも見ることもないことだ。
Ἀγοράστης
οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις;
Ἀγοράστης ということは、盲目であると同時に耳が聞こえないということでもあると言うのか?
Πύρρων
καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
Πύρρων さらに判断力がなく、感覚もなく、全体として芋虫と全く異ならないことだ。
Ἀγοράστης
ὠνητέος εἶ διὰ ταῦτα.
Ἀγοράστης それらの理由から、お前は買い取られるべきだな。
πόσου τοῦτον ἄξιον χρὴ φάναι;
この者はいくらの価値があると言えばよいか?
Ἑρμῆς
μνᾶς Ἀττικῆς·
Ἑρμῆς アッティカ・ムナ1枚だ。
Ἀγοράστης
λάμβανε.
Ἀγοράστης 受け取れ。
τί φής, ὦ οὗτος;
おい、どう言うのだ?
ἐώνημαι σε;
私はお前を買い取ったのか?
Πύρρων
ἄδηλον.
Πύρρων 明らかではない。
Ἀγοράστης
μηδαμῶς·
Ἀγοράστης とんでもない。
ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
私は買い取ったし、金も支払ったのだ。
Πύρρων
ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
Πύρρων それについては判断を保留し、検討しているところだ。
Ἀγοράστης
καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
Ἀγοράστης とにかく私の後に従え、私の召使いにふさわしくな。
Πύρρων
τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
Πύρρων お前が言っていることが真実であると、誰が知っているのか?
Ἀγοράστης
ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
Ἀγοράστης 布告係と、1ムナの貨幣と、ここに居合わせている人々だ。
Πύρρων
πάρεισι γὰρ ἡμῖν τινες;
Πύρρων そもそも、我々のもとに誰か居合わせているのか?
Ἀγοράστης
ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
Ἀγοράστης だが私はお前をすぐにでも製粉所に放り込んで、劣った議論によって私が主人であることを納得させてやろう。
Πύρρων
ἔπεχε περὶ τούτου.
Πύρρων それについては判断を保留せよ。
Ἀγοράστης
μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην.
Ἀγοράστης いやゼウスにかけて、私はすでに決定を下したのだ。
Ἑρμῆς
σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν·
Ἑρμῆς お前は抵抗するのをやめて、買い手に従うがよい。 そして皆様には、明日またお集まりいただくようご案内いたします。
ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.
というのも、我々は素人や、職人や、市場の卑俗な生き方を競売にかける予定だからです。