- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:1-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ゼウスとヘルメスが様々な哲学流派の「生き方」を競売にかけ始め、最初の出品物であるピタゴラスが魂の浄化、数の調和、輪廻などについて説明しながら買い手と対話する。
Ζεύς σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει. Ἑρμῆς ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι1 πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν. Ζεύς πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.
ゼウス: お前は台座を配置し、やって来る者たちのために場所を用意せよ。お前は、生き方を順に引き出して並べよ、ただし、見栄えを良くしてできるだけ多くの人々を惹きつけるよう、まず整えてからにするのだ。お前、ヘルメスよ、お触れを出して呼び集めよ。 ヘルメス: 幸運を祈る。買い手たちはただちに売り場に集まるべし。あらゆる種類、様々な学派の哲学的な生き方を競売にかける。もしその場ですぐに現金を支払えない者がいれば、保証人を立てて来年支払うこととする。 ゼウス: 多くの人々が集まっている。彼らを待たせたり、引き留めたりしてはならぬ。さあ、売り始めよう。
Ἑρμῆς τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;2 Ζεύς τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. Ἑρμῆς οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. Ζεύς κήρυττε δή. Ἑρμῆς τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; Ἀγοράστης τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; Ἑρμῆς ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. Ἀγοράστης ἔξεστιν αὐτὸν ἀνακρίνειν; Ἑρμῆς ἀνάκρινε ἀγαθῇ τύχῃ.
ヘルメス: 誰を最初に引き出しましょうか。 ゼウス: この長髪の、イオニアから来た男だ。見るからに厳かな様子をしておるからな。 ヘルメス: おい、そこのピュタゴラス派の者よ、下りてきて、集まった人々によく見てもらうがよい。 ゼウス: さあ、お触れを出せ。 ヘルメス: 最も優れた、最も厳かな生き方を売り出しますぞ。どなたが買われますか。人間を超えた存在になりたい方は。宇宙の調和を知り、再び蘇りたい方は。 買い手: 姿形は上品だな。この者は主に何を知っているのだ。 ヘルメス: 算術、天文学、奇跡、幾何学、音楽、魔術だ。一流の予言者をご覧あれ。 買い手: 彼に質問してもよいかね。 ヘルメス: どうぞ、幸運を祈りつつ質問されよ。
Ἀγοράστης ποδαπὸς εἶ σύ; Πυθαγόρας Σάμιος. Ἀγοράστης ποῦ δὲ ἐπαιδεύθης; Πυθαγόρας ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι. Ἀγοράστης φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει; Πυθαγόρας διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ. Ἀγοράστης πῶς ἀναμνήσεις; Πυθαγόρας καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας. Ἀγοράστης καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως; Πυθαγόρας τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. Ἀγοράστης ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν; Πυθαγόρας Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι. Ἀγοράστης χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
買い手: お前はどこの生まれだ。 ピュタゴラス: サモスでございます。 買い手: どこで教育を受けたのだ。 ピュタゴラス: エジプトにて、現地の賢者たちのもとで。 買い手: では、もし私が買い取ったら、私に何を教えてくれるのか。 ピュタゴラス: 何も教えはいたしません、ただ思い起こさせましょう。 買い手: どうやって思い起こさせるのだ。 ピュタゴラス: まずお前の魂を清らかにし、その上の汚れを洗い流すことによってです。 買い手: よし、もう清められたと仮定しよう。その想起の方法とはどのようなものだ。 ピュタゴラス: まずは長い静黙と沈黙、そして丸五年のあいだ、何も口にしないことです。 買い手: おいおい、君、クロイソスの息子でも教育するが良い。私はおしゃべりなのだ、石像になりたくはない。だが、その沈黙と五年の歳月の後はどうするのだ。 ピュタゴラス: 音楽と幾何学に励むことになるでしょう。 買い手: しゃれたことを言う。まず私を竪琴弾きにして、それから賢くならねばならんとは。
Πυθαγόρας εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν. Ἀγοράστης οἶδα καὶ νῦν ἀριθμεῖν. Πυθαγόρας πῶς ἀριθμέεις; Ἀγοράστης ἕν, δύο, τρία, τέτταρα. Πυθαγόρας ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα,3 ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον. Ἀγοράστης οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς. Πυθαγόρας μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται. Ἀγοράστης μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ; Πυθαγόρας καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην. Ἀγοράστης θαυμάσια λέγεις.
ピュタゴラス: その後に、これらに加えて、数えることです。 買い手: 数えることなら今でも知っている。 ピュタゴラス: どのようにお数えですか。 買い手: 一、二、三、四。 ピュタゴラス: お分かりですか。お前が四と思っているもの、それは十であり、完全なる三角形であり、我らの誓いなのです。 買い手: いや、この最も大いなる誓い「四」にかけて、これほど神聖で神々しい言葉は聞いたことがない。 ピュタゴラス: そののち、旅人よ、お前は大地、空気、水、火について、それらの運動がどのようなものであるか、またそれらがどのような形をしてどのように動くかを知るでしょう。 買い手: 何と、火や空気や水に形があるというのか。 ピュタゴラス: 極めて明白な形があります。無形や不格好のまま動くことは不可能だからです。さらにこれらに加えて、神が数であり、理性であり、調和であることを知るでしょう。 買い手: 驚くべきことを言う。
Πυθαγόρας πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα4 ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι. Ἀγοράστης τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι; Πυθαγόρας νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι. Ἀγοράστης τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον ἐς μορφὰς πλείονας;
ピュタゴラス: そしてこれら述べられたことに加えて、お前自身が一人であるように見えながら、他者として見られ、他者として存在していることを知るでしょう。 買い手: 何と言った。私は他者であり、今こうしてお前と話しているこの者ではないというのか。 ピュタゴラス: 今はその者ですが、かつては別の肉体と別の名前で現れていました。そして時が経てば、再び別のものへと移るのです。 買い手: 多くの姿に変わりながら、私が不死になるということか。
- 1παρεῖναι
独立用法の不定詞で、命令を表す。ここでは ἀγαθῇ τύχῃ(幸運とともに)を伴い、買い手に対する「集まるべし」という招集や促しを表現している。
- 2παραγάγωμεν
疑問動詞 ἐθέλεις に導かれる、接続詞(ἵνα など)を欠いた従属的熟議接続法。現代語の「(私たちに)〜させたいか」という意向を問う表現。
- 4ἃ σὺ δοκέεις τέσσαρα
関係節内の構造。τέσσαρα は δοκέεις(イオン方言)の目的格補語であるが、関係代名詞 ἃ(対格)と、省略された不定詞 εἶναι を介して、対格で一致している。
- 5σεωυτὸν ἕνα δοκέοντα
動詞 εἴσεαι(οἶδα の未来形 εἴσομαι の2人称単数イオン形)は間接事実を表すために分詞を補足に取る。ここでは対格の主語 σεωυτόν(お前自身)を修飾する分詞(δοκέοντα, ὁρεόμενον, ἐόντα)が並列され、すべて対格に一致している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
