Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §6-9

蒂蒙的呼喊与宙斯的懊悔

第 2 段,共 12 段 · 希腊语

内容简介

蒂蒙怨恨自己的没落和雅典人的忘恩负义,在边境耕作土地并唤醒宙斯。听到他的声音,宙斯向赫尔墨斯询问,得知了蒂蒙的遭遇,并为冷落了这位昔日虔诚的祭祀者而深感后悔。

§6Τίμων ὥστε ὑπὸ τῶν κακῶν ἐπὶ ταύτην τὴν ἐσχατιὰν τραπόμενος ἐναψάμενος διφθέραν ἐργάζομαι τὴν γῆν ὑπόμισθος ὀβολῶν τεττάρων, τῇ ἐρημίᾳ καὶ τῇ δικέλλῃ προσφιλοσοφῶν.
蒂蒙因此,由于这些不幸,我转向了这个偏僻的边地,穿上皮衣,以四奥博尔的工钱耕作土地,与荒野和锄头相伴而思索。
ἐνταῦθα τοῦτο γοῦν μοι δοκῶ κερδανεῖν, μηκέτι ὄψεσθαι πολλοὺς παρὰ τὴν ἀξίαν εὖ πράττοντας· ἀνιαρότερον γὰρ τοῦτό γε.
至少在这里,我觉得自己能获得这样一个好处,那就是不再看到许多德不配位却生活优渥的人;因为那确实是更让人痛苦的事。
ἤδη ποτὲ οὖν, ὦ Κρόνου καὶ Ῥέας υἱέ, τὸν βαθὺν τοῦτον ὕπνον ἀποσεισάμενος καὶ νήδυμον — ὑπὲρ τὸν Ἐπιμενίδην γὰρ κεκοίμησαι — καὶ ἀναρριπίσας τὸν κεραυνὸν ἢ ἐκ τῆς Αἴτνης ἐναυσάμενος μεγάλην ποιήσας τὴν φλόγα ἐπιδείξαιό τινα χολὴν ἀνδρώδους καὶ νεανικοῦ Διός, εἰ μὴ ἀληθῆ ἐστι τὰ ὑπὸ Κρητῶν περὶ σοῦ καὶ τῆς ἐκεῖ ταφῆς μυθολογούμενα.
所以,哦,克罗诺斯和瑞亚之子,现在就请你抖落这深沉而香甜的睡眠吧——因为你睡得比埃庇米尼得斯还要久——重新扇旺你的霹雳,或者从埃特纳火山引火燃起熊熊烈焰,展现出属于成熟且年轻的宙斯的些许怒火,除非克里特人关于你以及你在那里的坟墓所做的神话传说竟是真的。
§7Ζεύς τίς οὗτός ἐστιν, ὦ Ἑρμῆ, ὁ κεκραγὼς ἐκ τῆς Ἀττικῆς παρὰ τὸν Ὑμηττὸν ἐν τῇ ὑπωρείᾳ πιναρὸς ὅλος καὶ αὐχμῶν καὶ ὑποδίφθερος;
宙斯赫尔墨斯,这个在休美托斯山脚下的阿提卡大声叫喊、全身肮脏、蓬头垢面、穿着皮衣的人是谁?
σκάπτει δὲ οἶμαι ἐπικεκυφώς· λάλος ἄνθρωπος καὶ θρασύς.
我看他正弯着腰在掘地呢;真是个多嘴又胆大妄为的家伙。
ἦ που φιλόσοφός ἐστιν· οὐ γὰρ ἂν οὕτως ἀσεβεῖς τοὺς λόγους διεξῄει καθʼ ἡμῶν.
他大概是个哲学家吧;否则他不会对我们说出如此大逆不道的话。
Ἑρμῆς τί φής, ὦ πάτερ;
赫尔墨斯父亲,您在说什么呢?
ἀγνοεῖς Τίμωνα τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα;
您不认识埃克克拉提得斯之子、科利图斯区的蒂蒙吗?
οὗτός ἐστιν ὁ πολλάκις ἡμᾶς καθʼ ἱερῶν τελείων ἑστιάσας, ὁ νεόπλουτος, ὁ τὰς ὅλας ἑκατόμβας, παρʼ ᾧ λαμπρῶς ἑορτάζειν εἰώθαμεν τὰ Διάσια.
这就是那个经常用完美无瑕的祭品款待我们、曾暴富起来、献祭整百整百牺牲的人,我们以前常在他家极其隆重地庆祝迪亚西亚节。
Ζεύς φεῦ τῆς ἀλλαγῆς·
宙斯唉,多么大的变化啊!
ὁ καλὸς ἐκεῖνος, ὁ πλούσιος, περὶ ὃν οἱ τοσοῦτοι φίλοι;
那个英俊、富有、身边围着那么多朋友的人?
τί παθὼν οὖν τοιοῦτός ἐστιν, αὐχμηρός, ἄθλιος, καὶ σκαπανεὺς καὶ μισθωτός, ὡς ἔοικεν, οὕτω βαρεῖαν καταφέρων τὴν δίκελλαν;
他到底怎么了,竟变成了这样——污秽、悲惨,看来成了一个掘地工和雇工,挥舞着如此沉重的锄头?
§8Ἑρμῆς οὑτωσὶ μὲν εἰπεῖν, χρηστότης ἐπέτριψεν αὐτὸν καὶ φιλανθρωπία καὶ ὁ πρὸς τοὺς δεομένους ἅπαντας οἶκτος, ὡς δὲ ἀληθεῖ λόγῳ, ἄνοια καὶ εὐήθεια καὶ ἀκρισία περὶ τῶν φίλων, ὃς οὐ συνίει κόραξι καὶ λύκοις χαριζόμενος, ἀλλʼ ὑπὸ γυπῶν τοσούτων ὁ κακοδαίμων κειρόμενος τὸ ἧπαρ φίλους εἶναι αὐτοὺς καὶ ἑταίρους ᾤετο, ὑπʼ εὐνοίας τῆς πρὸς αὐτὸν χαίροντας τῇ βορᾷ·
赫尔墨斯要像世人那样说的话,是善良、仁爱以及对所有需要帮助之人的同情毁了他;但若说实话,则是他在朋友问题上的愚蠢、天真和缺乏判断力。 这个可怜的家伙不明白自己是在讨好乌鸦和恶狼,当他的肝脏被那么多秃鹰啄食时,他竟然还以为它们是朋友和同伴,以为它们享受这顿美餐是因为对他心存好意。
οἱ δὲ τὰ ὀστᾶ γυμνώσαντες ἀκριβῶς καὶ περιτραγόντες, εἰ δέ τις καὶ μυελὸς ἐνῆν, ἐκμυζήσαντες καὶ τοῦτον εὖ μάλα ἐπιμελῶς, ᾤχοντο αὖον αὐτὸν καὶ τὰς ῥίζας ὑποτετμημένον ἀπολιπόντες, οὐδὲ γνωρίζοντες ἔτι ἢ προσβλέποντες — πόθεν γάρ;
可是那些人,在把他的骨头彻底剔光、啃净之后,如果里面还有骨髓,也极其仔细地吸食干净,便扬长而去,留下他形同枯木、根基被斩,甚至不再认识他,也不再看他一眼——他们怎么会呢?
— ἢ ἐπικουροῦντες ἢ ἐπιδιδόντες ἐν τῷ μέρει.
——更不用说帮助他或反过来给予他施舍了。
διὰ ταῦτα δικελλίτης καὶ διφθερίας, ὡς ὁρᾷς, ἀπολιπὼν ὑπʼ αἰσχύνης τὸ ἄστυ μισθοῦ γεωργεῖ μελαγχολῶν τοῖς κακοῖς, ὅτι οἱ πλουτοῦντες παρʼ αὐτοῦ μάλα ὑπεροπτικῶς παρέρχονται οὐδὲ τοὔνομα, εἰ Τίμων καλοῖτο, εἰδότες.
就因为这些,正如您所见,他成了一个拿着锄头、穿着皮衣的人。 由于羞愧,他离开了城市,出卖劳力务农,并因这些不幸而感到忧郁,因为那些因他而致富的人极其傲慢地从他身边走过,甚至连他是否叫蒂蒙都不知道。
§9Ζεύς καὶ μὴν οὐ παροπτέος ἁνὴρ οὐδὲ ἀμελητέος· εἰκότως γὰρ ἠγανάκτει δυστυχῶν·
宙斯的确,这个人绝不能被忽视或冷落;因为他在遭遇不幸时感到愤怒是理所当然的。
ἐπεὶ καὶ ὅμοια ποιήσομεν τοῖς καταράτοις κόλαξιν ἐκείνοις ἐπιλελησμένοι ἀνδρὸς τοσαῦτα μηρία ταύρων τε καὶ αἰγῶν πιότατα καύσαντος ἡμῖν ἐπὶ τῶν βωμῶν· ἔτι γοῦν ἐν ταῖς ῥισὶ τὴν κνῖσαν αὐτῶν ἔχω.
否则,如果我们忘记了一个在祭坛上为我们烧献了那么多最肥美的公牛和山羊腿肉的人,我们就和那些可恶的谄媚者没有什么两样了;无论如何,那股祭肉的香味至今还留在我的鼻孔里。
πλὴν ὑπʼ ἀσχολίας τε καὶ θορύβου πολλοῦ τῶν ἐπιορκούντων καὶ βιαζομένων καὶ ἁρπαζόντων, ἔτι δὲ καὶ φόβου τοῦ παρὰ τῶν ἱεροσυλούντων — πολλοὶ γὰρ οὗτοι καὶ δυσφύλακτοι καὶ οὐδὲ ἐπʼ ὀλίγον καταμύσαι ἡμῖν ἐφιᾶσι — πολὺν ἤδη χρόνον οὐδὲ ἀπέβλεψα ἐς τὴν Ἀττικήν, καὶ μάλιστα ἐξ οὗ φιλοσοφία καὶ λόγων ἔριδες ἐπεπόλασαν αὐτοῖς·
不过,由于那些发假誓者、行强暴者和抢劫者的繁多事务和巨大嘈杂,加之对神殿盗贼的恐惧——因为这些人人数众多且难以防范,甚至连一刻也不让我们合眼——我已经很久没有朝阿提卡看上一眼了。
μαχομένων γὰρ πρὸς ἀλλήλους καὶ κεκραγότων οὐδὲ ἐπακούειν ἔστι τῶν εὐχῶν·
特别是自从哲学和言辞争端在他们中间盛行以来;因为在他们互相争斗、大声叫喊的时候,我们甚至连人们的祈祷声都听不见。
ὥστε ἢ ἐπιβυσάμενον χρὴ τὰ ὦτα καθῆσθαι ἢ ἐπιτριβῆναι πρὸς αὐτῶν, ἀρετήν τινα καὶ ἀσώματα καὶ λήρους μεγάλῃ τῇ φωνῇ συνειρόντων.
以至于人们要么得塞上耳朵坐着,要么就会被他们折磨死,因为他们用极大的声音连篇累牍地谈论着什么“美德”、“非物质”以及各种废话。
διὰ ταῦτά τοι καὶ τοῦτον ἀμεληθῆναι συνέβη πρὸς ἡμῶν οὐ φαῦλον ὄντα.
确实是因为这些原因,连这个并非无足轻重的人也被我们忽略了。

词汇与语法注释

  1. §6ἐπιδείξαιό — 第二人称单数不定过去时中间语态祈愿语气 `ἐπιδείξαιο` 表示强烈的愿望或恳求。前面的一系列不定过去时分词(如 `ἀποσεισάμενος`)均修饰这一主动词。
  2. §8ὃς οὐ συνίει κόραξι καὶ λύκοις χαριζόμενος — 关系代词 `ὅς` 的先行词是主句中的 `αὐτόν`(蒂蒙)。动词 `συνίει`(未完成过去时)带补充性分词 `χαριζόμενος`,意为“他没有意识到自己是在施恩于乌鸦和恶狼”。
  3. §9ὥστε ἢ ἐπιβυσάμενον χρὴ τὰ ὦτα καθῆσθαι ἢ ἐπιτριβῆναι πρὸς αὐτῶν — 无人称动词 `χρή` 支配两个不定式 `καθῆσθαι`(现在时)和 `ἐπιτριβῆναι`(不定过去时被动语态)。由于不定式的逻辑主语(指代一般的“人”或宙斯本人)为宾格,因此分词 `ἐπιβυσάμενον` 也呈阳性单数宾格。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §6-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:6-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。