Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §1-5

蒂蒙痛斥宙斯的怠惰与世人的背信弃义

第 1 段,共 12 段 · 希腊语

内容简介

蒂蒙向宙斯陈情,痛陈这位天神已失去昔日威严的雷电与正义的愤怒,如今反遭世人轻慢、神殿屡被劫掠。接着,他诉说了自己因慷慨施舍而破产后,立刻被昔日巴结他的雅典人彻底抛弃的愤怒与悲凉。

§1Τίμων Ὦ Ζεῦ φίλιε καὶ ξένιε καὶ ἑταιρεῖε καὶ ἐφέστιε καὶ ἀστεροπητὰ καὶ ὅρκιε καὶ νεφεληγερέτα καὶ ἐρίγδουπε καὶ εἴ τί σε ἄλλο οἱ ἐμβρόντητοι ποιηταὶ καλοῦσι, — καὶ μάλιστα ὅταν ἀπορῶσι πρὸς τὰ μέτρα· τότε γὰρ αὐτοῖς πολυώνυμος γινόμενος ὑπερείδεις τὸ πῖπτον τοῦ μέτρου καὶ ἀναπληροῖς τὸ κεχηνὸς τοῦ ῥυθμοῦ — ποῦ σοι νῦν ἡ ἐρισμάραγος ἀστραπὴ καὶ ἡ βαρύβρομος βροντὴ καὶ ὁ αἰθαλόεις καὶ ἀργήεις καὶ σμερδαλέος κεραυνός;
蒂蒙哦,友谊之主、好客之主、同伴之主、炉灶之主、闪电之主、誓言之主、集云者、雷鸣者,以及那些被雷打的诗人们在格律穷尽时对你的所有其他称呼——尤其是当他们对不上格律的时候;因为那时你对他们而言就成了“拥有多重名字的人”,帮他们撑起那要倒塌的格律,填补那节奏的空缺——你那震耳欲聋的闪电、沉闷轰鸣的雷声,以及那炽热、耀眼、可怕的霹雳,现在都到哪里去了?
ἅπαντα γὰρ ταῦτα λῆρος ἤδη ἀναπέφηνε καὶ καπνὸς ἀτεχνῶς ποιητικὸς ἔξω τοῦ πατάγου τῶν ὀνομάτων.
因为这一切如今都已变成了废话,完全成了除名字喧嚣之外的诗意烟雾。
τὸ δὲ ἀοίδιμόν σοι καὶ ἑκηβόλον ὅπλον καὶ πρόχειρον οὐκ οἶδʼ ὅπως τελέως ἀπέσβη καὶ ψυχρόν ἐστι, μηδὲ ὀλίγον σπινθῆρα ὀργῆς κατὰ τῶν ἀδικούντων διαφυλάττον.
你那载入歌谣的、射程极远的、得心应手的武器,不知为何已完全熄灭且冰冷,对作恶者连一丝愤怒的火花都没有保留。
§2Τίμων θᾶττον γοῦν τῶν ἐπιορκεῖν τις ἐπιχειρούντων ἕωλον θρυαλλίδα φοβηθείη ἂν ἢ τὴν τοῦ πανδαμάτορος κεραυνοῦ φλόγα· οὕτω δαλόν τινα ἐπανατείνεσθαι δοκεῖς αὐτοῖς, ὡς πῦρ μὲν ἢ καπνὸν ἀπʼ αὐτοῦ μὴ δεδιέναι, μόνον δὲ τοῦτο οἴεσθαι ἀπολαύειν τοῦ τραύματος, ὅτι ἀναπλησθήσονται τῆς ἀσβόλου.
蒂蒙实际,任何企图违背誓言的人,恐怕宁愿害怕一根受潮的旧灯芯,也不会害怕你那征服一切的霹雳之火;在他们看来,你只是在向他们挥舞着一根火把,以至于他们不害怕其中的火或烟,反而认为遭受这一击能得到的唯一好处,就是落得满身煤灰。
ὥστε ἤδη διὰ ταῦτά σοι καὶ ὁ Σαλμωνεὺς ἀντιβροντᾶν ἐτόλμα, οὐ πάνυ τι ἀπίθανος ὤν, πρὸς οὕτω ψυχρὸν τὴν ὀργὴν Δία θερμουργὸς ἀνὴρ μεγαλαυχούμενος.
因此,正是因为这些,连那个萨尔摩纽斯都敢对你对轰雷声,而他作为一个血气方刚、大言不惭的人,面对一个愤怒如此冰冷的宙斯,这并不是完全不合情理的。
πῶς γὰρ οὐ;
怎么会不合理呢?
ὅπου γε καθάπερ ὑπὸ μανδραγόρᾳ καθεύδεις, ὃς οὔτε τῶν ἐπιορκούντων ἀκούεις οὔτε τοὺς ἀδικοῦντας ἐπισκοπεῖς, λημᾷς δὲ καὶ ἀμβλυώττεις πρὸς τὰ γινόμενα καὶ τὰ ὦτα ἐκκεκώφησαι καθάπερ οἱ παρηβηκότες.
既然你就像服了曼陀罗药一样沉睡,既听不见发假誓者的声音,也不监视作恶者,对所发生的事老眼昏花,耳朵也像年迈之人一样完全聋了。
§3Τίμων ἐπεὶ νέος γε ἔτι καὶ ὀξύθυμος ὢν καὶ ἀκμαῖος τὴν ὀργὴν πολλὰ κατὰ τῶν ἀδίκων καὶ βιαίων ἐποίεις καὶ οὐδέποτε ἦγες τότε πρὸς αὐτοὺς ἐκεχειρίαν, ἀλλʼ ἀεὶ ἐνεργὸς πάντως ὁ κεραυνὸς ἦν καὶ ἡ αἰγὶς ἐπεσείετο καὶ ἡ βροντὴ ἐπαταγεῖτο καὶ ἡ ἀστραπὴ συνεχὲς ὥσπερ εἰς ἀκροβολισμὸν προηκοντίζετο·
蒂蒙因为当你还年轻、脾气暴躁且愤怒达到顶点的时候,你对那些不义和残暴之人施加了许多惩罚,那时你从未与他们休战。
οἱ σεισμοὶ δὲ κοσκινηδὸν καὶ ἡ χιὼν σωρηδὸν καὶ ἡ χάλαζα πετρηδόν, ἵνα σοι φορτικῶς διαλέγωμαι, ὑετοί τε ῥαγδαῖοι καὶ βίαιοι, ποταμὸς ἑκάστη σταγών·
相反,霹雳总是完全活跃着,神盾被摇动,雷声轰鸣,闪电像散兵的投枪一样接连不断地射出;地震像筛子一样摇晃,雪堆积如山,雹像乱石(请原谅我用粗俗的话对你讲),雨水倾盆而下,每一滴都像大河。
ὥστε τηλικαύτη ἐν ἀκαρεῖ χρόνου ναυαγία ἐπὶ τοῦ Δευκαλίωνος ἐγένετο, ὡς ὑποβρυχίων ἁπάντων καταδεδυκότων μόγις ἕν τι κιβώτιον περισωθῆναι προσοκεῖλαν τῷ Λυκωρεῖ ζώπυρόν τι τοῦ ἀνθρωπίνου σπέρματος διαφυλάττον εἰς ἐπιγονὴν κακίας μείζονος.
因此,在转瞬之间,在德乌卡利翁的时代发生了如此巨大的洪灾,以至于当一切都沉入水底时,仅仅一个箱子勉强保全,搁浅在吕科瑞斯山上,为人类保留了一丝火种,以繁衍出更大邪恶的后代。
§4Τίμων τοιγάρτοι ἀκόλουθα τῆς ῥᾳθυμίας τἀπίχειρα κομίζῃ παρʼ αὐτῶν, οὔτε θύοντος ἔτι σοί τινος οὔτε στεφανοῦντος, εἰ μή τις ἄρα πάρεργον Ὀλυμπίων, καὶ οὗτος οὐ πάνυ ἀναγκαῖα ποιεῖν δοκῶν, ἀλλʼ εἰς ἔθος τι ἀρχαῖον συντελῶν·
蒂蒙所以,你从他们那里得到了与你的懒散相符的报偿,再也没有人向你献祭,也没有人向你献上花冠,除非有人顺便在奥林匹亚运动会上献祭,而且此人也不觉得这是必不可少的,只是为了履行某种古老的习俗。
καὶ κατʼ ὀλίγον Κρόνον σε, ὦ θεῶν γενναιότατε, ἀποφαίνουσι, παρωσάμενοι τῆς τιμῆς.
他们正在一点一点地,哦,诸神中最尊贵者,把你变成了克罗诺斯,剥夺了你的荣耀。
ἐῶ λέγειν, ποσάκις ἤδη σου τὸν νεὼν σεσυλήκασιν· οἱ δὲ καὶ αὐτῷ σοὶ τὰς χεῖρας Ὀλυμπίασιν ἐπιβεβλήκασι, καὶ σὺ ὁ ὑψιβρεμέτης ὤκνησας ἢ ἀναστῆσαι τοὺς κύνας ἢ τοὺς γείτονας ἐπικαλέσασθαι, ὡς βοηδρομήσαντες αὐτοὺς συλλάβοιεν ἔτι συσκευαζομένους πρὸς τὴν φυγήν·
姑且不说他们已经多少次抢劫了你的神殿;有些人甚至在奥林匹亚直接对你本人动手,而你,这位在高处轰鸣者,竟迟疑着不去唤醒猎犬,也不去呼唤邻居,好让他们跑来帮忙,在那些人还在收拾行囊准备逃跑时将其抓住。
ἀλλʼ ὁ γενναῖος καὶ Γιγαντολέτωρ καὶ Τιτανοκράτωρ ἐκάθησο τοὺς πλοκάμους περικειρόμενος ὑπʼ αὐτῶν, δεκάπηχυν κεραυνὸν ἔχων ἐν τῇ δεξιᾷ.
相反,你这位高贵的、巨人杀手、泰坦征服者,手里拿着十肘长的霹雳,却静静地坐着任由他们剪掉你的发辫。
ταῦτα τοίνυν, ὦ θαυμάσιε, πηνίκα παύσεται οὕτως ἀμελῶς παρορώμενα;
那么,哦,令人惊异的主,这些事情要到什么时候才会不再被如此轻忽地视而不见?
ἢ πότε κολάσεις τὴν τοσαύτην ἀδικίαν;
或者你何时才会惩罚这般巨大的不义?
πόσοι Φαέθοντες ἢ Δευκαλίωνες ἱκανοὶ πρὸς οὕτως ὑπέραντλον ὕβριν τοῦ βίου;
要有多少个法厄同或德乌卡利翁,才足够应付这般泛滥的尘世狂妄?
§5Τίμων ἵνα γὰρ τὰ κοινὰ ἐάσας τἀμὰ εἴπω, τοσούτους Ἀθηναίων εἰς ὕψος ἄρας καὶ πλουσίους ἐκ πενεστάτων ἀποφήνας καὶ πᾶσι τοῖς δεομένοις ἐπικουρήσας, μᾶλλον δὲ ἀθρόον εἰς εὐεργεσίαν τῶν φίλων ἐκχέας τὸν πλοῦτον, ἐπειδὴ πένης διὰ ταῦτα ἐγενόμην, οὐκέτι οὐδὲ γνωρίζομαι πρὸς αὐτῶν οὐδὲ προσβλέπουσιν οἱ τέως ὑποπτήσσοντες καὶ προσκυνοῦντες κἀκ τοῦ ἐμοῦ νεύματος ἀπηρτημένοι, ἀλλʼ ἤν που καὶ ὁδῷ βαδίζων ἐντύχω τινὶ αὐτῶν, ὥσπερ τινὰ στήλην παλαιοῦ νεκροῦ ὑπτίαν ὑπὸ τοῦ χρόνου ἀνατετραμμένην παρέρχονται μηδὲ ἀναγνόντες.
蒂蒙因为且撇开公事不谈,只说说我自己的事:在将如此多的雅典人提升到高位、使他们从极贫穷变成极富有、援助所有有需要的人之后——更确切地说,为了朋友的利益一举倾注了我的财富——因为这些原因我变得贫困之后,我甚至不再被他们认出,那些曾经卑躬屈膝、顶礼膜拜、甚至一举一动都依赖于我眼色的人,现在连看都不看我一眼。 如果我碰巧在路上遇到他们中的某个人,他们走过去,就像走过一块被时间推倒、平躺着的古墓碑,连上面的字读都不读。
οἱ δὲ καὶ πόρρωθεν ἰδόντες ἑτέραν ἐκτρέπονται δυσάντητον καὶ ἀποτρόπαιον θέαμα ὄψεσθαι ὑπολαμβάνοντες τὸν οὐ πρὸ πολλοῦ σωτῆρα καὶ εὐεργέτην αὐτῶν γεγενημένον.
还有些人远远地看见我,就拐到另一条路去,以为会看到一个不祥而忌讳的景象——这个不久前还是他们的救星和恩人的人。

词汇与语法注释

  1. §1εἴ τί σε ἄλλο οἱ ἐμβρόντητοι ποιηταὶ καλοῦσι — 条件句 εἴ τι 在此并非表示假设,而是包含神格各种称呼的泛指表达(“无论其他什么”)。它在语法上与主句断开,形成破格句(anacoluthon)。
  2. §1τὸ δὲ ἀοίδιμόν σοι καὶ ἑκηβόλον ὅπλον — 与格 σοι 起利益与格或所有格的作用,强调这件武器(雷电)曾是宙斯独有的象征。
  3. §2θᾶττον... ἂν ... φοβηθείη — 带有 ἄν 的希求语气,表示潜在可能性。结合比较级 θᾶττον,极具讽刺意味地表明人们“宁愿”害怕熄灭的灯芯,以此突出宙斯雷电的威严扫地。
  4. §2ὅτι ἀναπλησθήσονται τῆς ἀσβόλου — ὅ提引导的从句作为指示代名词 τοῦτο 的同位语,具体解释了人们认为遭受雷击能得到的唯一后果就是“落得满身煤灰”。
  5. §3ἐπειδὴ νέος γε ἔτι καὶ ὀξύθυμος ὢν — 连词 ἐπεί 引入原因解释,在此作为过渡,将宙斯过去充满活力的青年时代与现在的懒散进行对比。
  6. §4ἐῶ λέγειν — 意为“姑且不说(更不用提)”的惯用表达,这是一种修辞上的假省法(praeteritio),用以强调后续事实(如神殿被劫)的严重性。
  7. §5ἵνα γὰρ τὰ κοινὰ ἐάσας τἀμὰ εἴπω — 目的从句 ἵνα 独立使用的修辞表达,用以引出说话者自己的情况:“且撇开公事不谈,只说说我自己的事”。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。