Humanitext Reader

ルキアノス · イカロメニッポスまたは空飛ぶ人 §21-23

メニッポスの天界到着とゼウスへの月の嘆願の伝達

8 / 11 箇所 · ギリシア語

要旨

月は哲学者たちの夜の欺瞞を暴き、ゼウスへ彼らへの処罰を懇願する。メニッポスは天界へ到達して神々の疑念を巧みに避けながら、ゼウスに自身の旅路と月の懇願を伝える。

§21Μένιππος καίτοι πόσα ἐγὼ συνεπίσταμαι αὐτοῖς ἃ πράττουσι τῶν νυκτῶν αἰσχρὰ καὶ κατάπτυστα οἱ μεθʼ ἡμέραν σκυθρωποὶ καὶ ἀνδρώδεις τὸ βλέμμα καὶ τὸ σχῆμα σεμνοὶ καὶ ὑπὸ τῶν ἰδιωτῶν ἀποβλεπόμενοι;
メニッポス「それにしても、昼間は気難しい顔をして、男らしく見え、厳かな態度をとり、一般の人々から尊敬の目で見られている彼らが、夜な夜な行うどれほど多くの恥ずべき、かつ唾棄すべき行為を、私が共に見届けていることか。
κἀγὼ μὲν ταῦτα ὁρῶσα ὅμως σιωπῶ·
私はそれらを目にしながらも沈黙を守っている。
οὐ γὰρ ἡγοῦμαι πρέπειν ἀποκαλύψαι καὶ διαφωτίσαι τὰς νυκτερινὰς ἐκείνας διατριβὰς καὶ τὸν ὑπὸ σκηνῆς ἑκάστου βίον, ἀλλὰ κἄν τινα ἴδω αὐτῶν μοιχεύοντα ἢ κλέπτοντα ἢ ἄλλο τι τολμῶντα νυκτερινώτατον, εὐθὺς ἐπισπασαμένη τὸ νέφος ἐνεκαλυψάμην, ἵνα μὴ δείξω τοῖς πολλοῖς γέροντας ἄνδρας βαθεῖ πώγωνι καὶ ἀρετῇ ἐνασχημονοῦντας.
彼らの夜の不品行や、それぞれの舞台裏での生活を暴露し、白日の下にさらすことは、ふさわしくないと思うからだ。 むしろ、彼らのうちの誰かが姦通を行ったり、盗みを働いたり、あるいは他のいかなる夜特有の大胆な悪行に及んだりするのを見ても、私はすぐに雲を引き寄せて身を覆い隠し、深々とした髭を蓄えた年老いた男たちが、徳において見苦しく振る舞う姿を一般の人々に見せないようにしてやっている。
οἱ δὲ οὐδὲν ἀνιᾶσι διασπαράττοντές με τῷ λόγῳ καὶ πάντα τρόπον ὑβρίζοντες, ὥστε νὴ τὴν Νύκτα πολλάκις ἐβουλευσάμην μετοικῆσαι ὅτι πορρωτάτω, ἵνʼ αὐτῶν τὴν περίεργον ἂν γλῶτταν διέφυγον.
それなのに、彼らは言葉で私を引き裂き、あらゆる方法で侮辱することを少しもやめない。 だから、夜の女神にかけて誓うが、私は彼らの詮索好きな舌から逃れられるように、できるだけ遠くへ移住しようと何度も決意したほどだ。
μέμνησο οὖν ταῦτά τε ἀπαγγεῖλαι τῷ Διὶ καὶ προσθεῖναι δʼ ὅτι μὴ δυνατόν ἐστί μοι κατὰ χώραν μένειν, ἢν μὴ τοὺς φυσικοὺς ἐκεῖνος ἐπιτρίψῃ καὶ τοὺς διαλεκτικοὺς ἐπιστομίσῃ καὶ τὴν Στοὰν κατασκάψῃ καὶ τὴν Ἀκαδημίαν καταφλέξῃ καὶ παύσῃ τὰς ἐν τοῖς περιπάτοις διατριβάς·
だから、これらのことをゼウスに報告し、さらにこう付け加えることを覚えておいておくれ。 もしゼウス様が、あの自然哲学者たちを打ち滅ぼし、論理学者たちを黙らせ、ストア派の学舎を破壊し、アカデメイアを焼き払い、ペリパトスでの議論を終わらせてくださらないなら、私は自分の場所にとどまることはできない、と。
οὕτω γὰρ ἂν εἰρήνην ἀγάγοιμι καὶ παυσαίμην ὁσημέραι παρʼ αὐτῶν γεωμετρουμένη.
そうしてくれれば、私は平和を得て、毎日彼らから幾何学的に測定されることから逃れられるだろうから。
§22Μένιππος ἔσται ταῦτα, ἦν δʼ ἐγώ, καὶ ἅμα πρὸς τὸ ἄναντες ἔτεινον τὴν ἐπὶ τοῦ οὐρανοῦ, ἔνθα μὲν οὔτε βοῶν οὔτ’ ἀνδρῶν φαίνετο ἔργα·
」メニッポス「そのようにいたしましょう」と私は言った。 そして同時に、牛の仕事も人間の仕事も見えない、天への険しい登り坂へと進んでいった。
μετʼ ὀλίγον γὰρ καὶ ἡ σελήνη βραχεῖά μοι καθεωρᾶτο καὶ τὴν γῆν ἤδη ἀπέκρυπτον.
しばらくすると、月も私には小さく見えるようになり、すでに私は地球を視野から覆い隠していた。
λαβὼν δὲ τὸν ἥλιον ἐν δεξιᾷ διὰ τῶν ἀστέρων πετόμενος τριταῖος ἐπλησίασα τῷ οὐρανῷ, καὶ τὸ μὲν πρῶτον ἐδόκει μοι ὡς εἶχον εὐθὺς εἴσω παριέναι·
太陽を右手にしながら、星々の間を飛んで、三日目に私は天界に近づいた。 そして最初は、自分の格好のまますぐに中に入り込もうと考えた。
ῥᾳδίως γὰρ ᾤμην διαλαθεῖν ἅτε ἐξ ἡμισείας ὢν ἀετός, τὸν δὲ ἀετὸν ἠπιστάμην ἐκ παλαιοῦ συνήθη τῷ Διί·
自分は半分鷲の姿をしているのだから、たやすく紛れ込めると思ったのだ。 鷲は昔からゼウスのなじみの鳥であると知っていたから。
ὕστερον δὲ ἐλογισάμην ὡς τάχιστα καταφωράσουσί με γυπὸς τὴν ἑτέραν πτέρυγα περικείμενον.
しかし後になって、ハゲタカのもう一方の翼を身につけている私を、神々がすぐに見破るだろうと考え直した。
ἄριστον γοῦν κρίνας τὸ μὴ παρακινδυνεύειν ἔκοπτον προσελθὼν τὴν θύραν.
危険を冒さないのが最善であると判断し、私は進み出て扉を叩いた。
ὑπακούσας δὲ ὁ Ἑρμῆς καὶ τοὔνομα ἐκπυθόμενος ἀπῄει κατὰ σπουδὴν φράσων τῷ Διί, καὶ μετʼ ὀλίγον εἰσεκλήθην πάνυ δεδιὼς καὶ τρέμων, καταλαμβάνω τε πάντας ἅμα συγκαθημένους οὐδὲ αὐτοὺς ἀφρόντιδας·
ヘルメスが応答して私の名前を尋ねると、急いでゼウスに告げるために去っていった。 そして間もなく、私は大いに恐れおののきながら中に招き入れられた。 見ると、神々がみな一緒に座っていたが、彼ら自身も不安げな様子であった。
ὑπετάραττε γὰρ ἡσυχῇ τὸ παράδοξον μου τῆς ἐπιδημίας, καὶ ὅσον οὐδέπω πάντας ἀνθρώπους ἀφίξεσθαι προσεδόκων τὸν αὐτὸν τρόπον ἐπτερωμένους.
私のこの不意の到来に、彼らは内心穏やかではなく、今にも全人類が同じように羽を生やしてやってくるのではないかと予想していたのだ。
§23Μένιππος ὁ δὲ Ζεὺς μάλα φοβερῶς, δριμύ τε καὶ τιτανῶδες εἰς ἐμὲ ἀπιδών, φησί "Τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;
メニッポスゼウスは、極めて恐ろしい様子で、鋭く、タイタン神族のような目つきで私をにらみつけ、こう言った。 「人間のうち誰であり、どこから来たのか。 汝の都市と親はどこにあるのか。
" Ἐγὼ δὲ ὡς τοῦτʼ ἤκουσα„ μικροῦ μὲν ἐξέθανον ὑπὸ τοῦ δέους, εἱστήκειν δὲ ὅμως ἀχανὴς καὶ ὑπὸ τῆς μεγαλοφωνίας ἐμβεβροντημένος.
」私はこれを聞くと、恐怖のために危うく気を失いそうになったが、それでも口を開けたまま、その大音声に雷に打たれたように立ち尽くしていた。
χρόνῳ δʼ ἐμαυτὸν ἀναλαβὼν ἅπαντα διηγούμην σαφῶς ἄνωθεν ἀρξάμενος, ὡς ἐπιθυμήσαιμι τὰ μετέωρα ἐκμαθεῖν, ὡς ἔλθοιμι παρὰ τοὺς φιλοσόφους, ὡς τἀναντία λεγόντων ἀκούσαιμι, ὡς ἀπαγορεύσαιμι διασπώμενος ὑπὸ τῶν λόγων, εἶτα ἑξῆς τὴν ἐπίνοιαν καὶ τὰ πτερὰ καὶ τὰ ἄλλα πάντα μέχρι πρὸς τὸν οὐρανόν·
やがて我に返ると、天体のことを極めたいと思ったこと、哲学者たちのもとを訪ねたこと、彼らが矛盾することを言うのを聞いたこと、その議論によって引き裂かれそうになって疲れ果てたこと、それから順を追って自分の計画や翼、そして天界に至るまでの他のすべての出来を、最初から詳細に語り聞かせた。
ἐπὶ πᾶσι δὲ προσέθηκα τὰ ὑπὸ τῆς Σελήνης ἐπεσταλμένα.
そして最後に、月からの伝言を付け加えた。
μειδιάσας δʼ οὖν ὁ Ζεὺς καὶ μικρὸν ἐπανεὶς τῶν ὀφρύων, τί ἂν λέγοις, φησίν, Ὤτου πέρι καὶ Ἐφιάλτου, ὅπου καὶ Μένιππος ἐτόλμησεν ἐς τὸν οὐρανὸν ἀνελθεῖν;
するとゼウスは微笑み、眉の険しさを少し緩めて、こう言った。 「オートスやエピアルテスについて何と言えようか、このメニッポスでさえ天に登ることを企てたというのに。
ἀλλὰ νῦν μὲν ἐπὶ ξένια σε καλοῦμεν, αὔριον δέ, ἔφη, περὶ ὧν ἥκεις χρηματίσαντες ἀποπέμψομεν.
だが、今は汝を歓待の宴に招こう。 明日、」と彼は言った、「汝がやってきた用件について審議し、送り帰すことにしよう。
καὶ ἅμα ἐξαναστὰς ἐβάδιζεν ἐς τὸ ἐπηκοώτατον τοῦ οὐρανοῦ·
」そして、そう言いながら立ち上がると、天界のなかで最もよく声が聞こえる場所へと歩いていった。
καιρὸς γὰρ ἦν ἐπὶ τῶν εὐχῶν καθέζεσθαι.
祈りの時間に席に着くべき頃合いだったからだ。

語釈・文法注

  1. p.v.2.p.304ἵνʼ αὐτῶν τὴν περίεργον ἂν γλῶτταν διέφυγον — 接続詞 ἵνα の後ろに直説法過去(ここではアオリストである διέφυγον)が置かれ、過去に実現しなかった目的(「〜できたであろうように」)を表す「到達不可能な目的節」の用法。小辞 ἄν を伴うのは、帰結節(potential/irrealis)としての性格を帯びているためである。
  2. p.v.2.p.306μικροῦ μὲν ἐξέθανον — 属格形 μικροῦ(μικροῦ δεῖν の略)が副詞的に用いられ、「危うく」「もう少しで〜するところだった」という切迫した事態を表す。
  3. p.v.2.p.306τί ἂν λέγοις ... ὅπου ... — 潜在希求法 τί ἂν λέγοις(「何と言えようか、言うまでもない」)と、理由・状況を示す接続詞 ὅπου(「〜であるからには、〜であるのに」)が組み合わさり、巨人の反乱(オートスとエピアルテス)という神話的な大事件でさえ、一介の人間であるメニッポスが天に登った大胆さに比べればかすんでしまうという反語的・比較的な誇張を表現している。

この箇所を引用する

ルキアノス, イカロメニッポスまたは空飛ぶ人 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:21-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。