§11Μένιππος
ὡς δὲ ἀκινδύνως κατεπτόμην, ἤδη καὶ μετέωρα ἐφρόνουν καὶ ἄρας ἀπὸ Πάρνηθος ἢ ἀπὸ Ὑμηττοῦ μέχρι Γερανείας ἐπετόμην, εἶτʼ ἐκεῖθεν ἐπὶ τὸν Ἀκροκόρινθον ἄνω, εἶτα ὑπὲρ Φολόης καὶ Ἐρυμάνθου μέχρι πρὸς τὸ Ταΰγετον.
门尼普斯:当我安然无恙地飞下后,便已经开始向往高空,从帕尔内斯山或许墨托斯山起飞,一直飞到格拉内亚山,然后从那里往上飞到阿克罗科林托斯山,接着越过佛洛埃山和埃里曼托斯山,直到泰格托斯山。
ἤδη δʼ οὖν μοι τοῦ τολμήματος ἐκμεμελετημένου τέλειός τε καὶ ὑψιπέτης γενόμενος οὐκέτι τὰ νεοττῶν ἐφρόνουν, ἀλλʼ ἐπὶ τὸν Ὄλυμπον ἀναβὰς καὶ ὡς ἐνῆν μάλιστα κούφως ἐπισιτισάμενος τὸ λοιπὸν ἔτεινον εὐθὺ τοῦ οὐρανοῦ, τὸ μὲν πρῶτον ἰλιγγιῶν ὑπὸ τοῦ βάθους, μετὰ δὲ ἔφερον καὶ τοῦτο εὐμαρῶς.
如今,由于这一尝试已被我熟练掌握,我成了一个成熟且高飞的飞行者,不再像幼鸟那样思虑,而是登上了奥林匹斯山,并尽可能轻便地补充了给养,余下的行程便径直朝向天空飞去。 起初我因深不可测的高度而感到眩晕,但随后我也轻松地适应了这一点。
ἐπεὶ δὲ κατʼ αὐτὴν ἤδη τὴν σελήνην ἐγεγόνειν πάμπολυ τῶν νεφῶν ἀποσπάσας, ᾐσθόμην κάμνοντος ἐμαυτοῦ, καὶ μάλιστα κατὰ τὴν ἀριστερὰν πτέρυγα τὴν γυπίνην.
当我脱离云层,已经到达月球本身时,我感到自己疲惫不堪,尤其是在作为秃鹰羽翼的左翼上。
προσελάσας οὖν καὶ καθεζόμενος ἐπʼ αὐτῆς διανεπαυόμην ἐς τὴν γῆν ἄνωθεν ἀποβλέπων καὶ ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἐκεῖνος ἄρτι μὲν τὴν τῶν ἱπποπόλων Θρῃκῶν καθορώμενος, ἄρτι δὲ τὴν Μυσῶν, μετʼ ὀλίγον δέ, εἰ δόξειέ μοι, τὴν Ἑλλάδα, τὴν Περσίδα καὶ τὴν Ἰνδικήν.
于是,我靠拢过去,坐在月球上休息,从高处俯瞰大地,就像荷马笔下的那位宙斯一样,时而俯瞰养马的色雷斯人的土地,时而俯瞰米西亚人的土地,过了一会儿,如果我高兴的话,还会看看希腊、波斯和印度。
ἐξ ὧν ἁπάντων ποικίλης τινὸς ἡδονῆς ἐνεπιμπλάμην.
这一切使我心中充满了某种多样而复杂的快乐。
Ἕταιρος
οὐκοῦν καὶ ταῦτα λέγοις ἄν, ὦ Μένιππε, ἵνα μηδὲ καθʼ ἓν ἀπολειπώμεθα τῆς ἀποδημίας, ἀλλʼ εἴ τί σοι καὶ ὁδοῦ πάρεργον ἱστόρηται, καὶ τοῦτο εἰδῶμεν·
友人:那么,门尼普斯,你何不也把这些事情讲讲,好让我们在你的旅程中不遗漏任何一个细节? 如果一路上你还顺便打听到了什么,也让我们知晓。
ὡς ἔγωγε οὐκ ὀλίγα προσδοκῶ ἀκούσεσθαι σχήματός τε πέρι γῆς καὶ τῶν ἐπʼ αὐτῆς ἁπάντων, οἷά σοι ἄνωθεν ἐπισκοποῦντι κατεφαίνετο.
因为我确实期望能听到不少关于大地的形状以及其上一切事物在你在高处审视时呈现出的样貌。
Μένιππος
καὶ ὀρθῶς γε, ὦ ἑταῖρε, εἰκάζεις·
门尼普斯:你猜得完全正确,朋友。
διόπερ ὡς οἷόν τε ἀναβὰς ἐπὶ τὴν σελήνην τῷ λόγῳ συναποδήμει τε καὶ συνεπισκόπει τὴν ὅλην τῶν ἐπὶ γῆς διάθεσιν.
因此,在言语中尽可能登上月球,与我一同旅行,一同审视大地上的一切布局吧。
§12Μένιππος
καὶ πρῶτόν γέ μοι πάνυ μικρὰν δόκει τινὰ τὴν γῆν ὁρᾶν, πολὺ λέγω τῆς σελήνης βραχυτέραν, ὥστε ἐγὼ ἄφνω κατακύψας ἐπὶ πολὺ ἠπόρουν ποῦ εἴη τὰ τηλικαῦτα ὄρη καὶ ἡ τοσαύτη θάλαττα·
门尼普斯:首先,在我看来,大地显得非常渺小,我是说比月球小得多,以至于我突然俯身向下,迷茫了很久:那些如此巨大的山脉和如此辽阔的海洋究竟在哪里?
καὶ εἴ γε μὴ τὸν Ῥοδίων κολοσσὸν ἐθεασάμην καὶ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, εὖ ἴσθι, παντελῶς ἄν με ἡ γῆ διέλαθε.
如果我没有看到罗德岛的巨像和法罗斯岛上的塔楼,你要知道,大地必定会完全从我的视野中消失。
νῦν δὲ ταῦτα ὑψηλὰ ὄντα καὶ ὑπερανεστηκότα καὶ ὁ Ὠκεανὸς ἠρέμα πρὸς τὸν ἥλιον ὑποστίλβων διεσήμαινέ μοι γῆν εἶναι τὸ ὁρώμενον.
但现在,正是因为这些建筑高大耸立,以及俄刻阿诺斯朝向太阳微微闪烁,才向我表明所见之物确是大地。
ἐπεὶ δὲ ἅπαξ τὴν ὄψιν ἐς τὸ ἀτενὲς ἀπηρεισάμην, ἅπας ὁ τῶν ἀνθρώπων βίος ἤδη κατεφαίνετο, οὐ κατὰ ἔθνη μόνον καὶ πόλεις, ἀλλὰ καὶ αὐτοὶ σαφῶς οἱ πλέοντες, οἱ πολεμοῦντες, οἱ γεωργοῦντες, οἱ δικαζόμενοι, τὰ γύναια, τὰ θηρία, καὶ πάνθʼ ἁπλῶς ὁπόσα τρέφει ζείδωρος ἄρουρα.
而当我一旦将视线凝神注视,整个人类的生活便已经清晰呈现,不仅是按民族和城市,而且连那些航海者、作战者、耕作者、诉讼者、妇女、野兽,以及生命之田所滋养的一切事物,都清晰可见。
Ἕταιρος
παντελῶς ἀπίθανα φὴς ταῦτα καὶ αὑτοῖς ὑπεναντία·
友人:你说的这些完全令人难以置信,而且前后矛盾。
ὃς γὰρ ἀρτίως, ὦ Μένιππε, τὴν γῆν ἐζήτεις ὑπὸ τοῦ μεταξὺ διαστήματος ἐς βραχὺ συνεσταλμένην, καὶ εἴ γε μὴ ὁ κολοσσὸς ἐμήνυσέ σοι, τάχα ἂν ἄλλο τι ᾠήθης ὁρᾶν, πῶς νῦν καθάπερ Λυγκεύς τις ἄφνω γενόμενος ἅπαντα διαγινώσκεις τὰ ἐπὶ γῆς, τοὺς ἀνθρώπους, τὰ θηρία, μικροῦ δεῖν τὰς τῶν ἐμπίδων νεοττιάς;
门尼普斯,你刚才还因为中间的距离而寻找那缩得很小的大地,如果不是那座巨像向你示意,你也许会以为自己看到了别的东西。 怎么现在你却像突然变成了龙克斯一样,能辨认出地上的一切,人类、野兽,甚至几乎连蚊子的巢穴都能看清?