§13Μένιππος
εὖ γε ὑπέμνησας·
메니포스: 잘 일깨워 주었네.
ὃ γὰρ μάλιστα ἐχρῆν εἰπεῖν, τοῦτο οὐκ οἶδʼ ὅπως παρέλιπον.
가장 말했어야 마땅할 이 일을, 내가 어찌 된 일인지 빠뜨렸구료.
ἐπεὶ γὰρ αὐτὴν μὲν ἐγνώρισα τὴν γῆν ἰδών, τὰ δʼ ἄλλα οὐχ οἷός τε ἦν καθορᾶν ὑπὸ τοῦ βάθους ἅτε τῆς ὄψεως μηκέτι ἐφικνουμένης, πάνυ μʼ ἠνία τὸ χρῆμα καὶ πολλὴν παρεῖχε τὴν ἀπορίαν.
내가 땅 자체는 보고 알아보았으나, 깊이(거리) 때문에 다른 것들은 볼 수 없었기에—시력이 더 이상 미치지 못했으므로—그 일이 나를 몹시 괴롭혔고 큰 당혹감을 안겨주었네.
κατηφεῖ δὲ ὄντι μοι καὶ ὀλίγου δεῖν δεδακρυμένῳ ἐφίσταται κατόπιν ὁ σοφὸς Ἐμπεδοκλῆς, ἀνθρακίας τις ἰδεῖν καὶ σποδοῦ ἀνάπλεως καὶ κατωπτημένος·
내가 기가 죽어 거의 눈물을 흘릴 지경이었을 때, 현자 엠페도클레스가 뒤에 나타나 섰는데, 보기에 숯덩이 같고 재로 가득 덮여 있으며 까맣게 그을린 모습이었네.
κἀγὼ μὲν ὡς εἶδον, — εἰρήσεται γάρ — ὑπεταράχθην καί τινα σεληναῖον δαίμονα ᾠήθην ὁρᾶν·
나로 말하자면 그를 보았을 때—말해 버려야겠는데—깜짝 놀라며 어떤 달의 정령을 보고 있는 줄로 생각했네.
ὁ δέ,
θάρρει,
φησίν,
ὦ Μένιππε,
"οὔτις τοι θεός εἰμι, τί μʼ ἀθανάτοισιν ἐΐσκεις; "
ὁ φυσικὸς οὗτός εἰμι Ἐμπεδοκλῆς·
그러자 그는, “안심하게,” 그가 말했네, “메니포스여, ‘나는 결코 신이 아니니, 어찌 나를 불사신들에 견주는가?’ 나는 그 자연철학자 엠페도클레스라네.
ἐπεὶ γὰρ ἐς τοὺς κρατῆρας ἐμαυτὸν φέρων ἐνέβαλον, ὁ καπνός με ἀπὸ τῆς Αἴτνης ἁρπάσας δεῦρο ἀνήγαγε, καὶ νῦν ἐν τῇ σελήνῃ κατοικῶ ἀεροβατῶν τὰ πολλὰ καὶ σιτοῦμαι δρόσον.
내가 분화구 속으로 몸을 던졌을 때, 에트나 산의 연기가 나를 낚아채어 이곳으로 데려왔고, 지금은 달에 살면서 대개 허공을 걸어 다니며 이슬을 먹고 산다네.
ἥκω τοίνυν σε ἀπολύσων τῆς παρούσης ἀπορίας·
그러니 나는 자네를 현재의 당혹감에서 건져내 주러 왔네.
ἀνιᾷ γάρ σε, οἶμαι, καὶ στρέφει τὸ μὴ σαφῶς τὰ ἐπὶ γῆς ὁρᾶν· . εὖ γε ἐποίησας,
ἦν δʼ ἐγώ,
βέλτιστε Ἐμπεδόκλεις, κἀπειδὰν τάχιστα κατάπτωμαι πάλιν ἐς τὴν Ἑλλάδα, μεμνήσομαι σπένδειν τέ σοι ἐπὶ τῆς καπνοδόκης κἀν ταῖς νουμηνίαις πρὸς τὴν σελήνην τρὶς ἐγχανὼν προσεύχεσθαι.
내 생각에, 지상의 것들을 또렷이 보지 못하는 것이 자네를 괴롭히고 안달 나게 만드는 모양이군.” “참으로 잘하셨습니다,” 내가 말했네, “훌륭하신 엠페도클레스여.
ἀλλὰ μὰ τὸν Ἐνδυμίωνα,
ἦ δʼ ὅς,
οὐχὶ τοῦ μισθοῦ χάριν ἀφῖγμαι, πέπονθα δέ τι τὴν ψυχὴν ἰδών σε λελυπημένον.
내가 그리스로 다시 내려가자마자, 굴뚝 위에서 그대에게 헌주를 바치고, 초하루에는 달을 향해 입을 세 번 벌리고 기도할 것을 꼭 기억하겠소.” “하지만 엔디미온에 맹세코,” 그가 말했네, “나는 보상을 바라고 온 것이 아니라, 자네가 슬퍼하는 모습을 보고 마음속으로 어떤 동정심을 느꼈기 때문이라네.
ἀτὰρ οἶσθα ὅ τι δράσας ὀξυδερκὴς γενήσῃ; §14Μένιππος
μὰ Δίʼ,
ἦν δʼ ἐγώ,
ἢν μὴ σύ μοιτὴν ἀχλύν πως ἀφέλῃς ἀπὸ τῶν ὀμμάτων·
그런데, 자네는 무엇을 해야 시력이 날카로워질지 알고 있는가?” 메니포스: “제우스에 맹세코 모릅니다,” 내가 말했네, “그대가 내 눈에서 안개를 어떻게든 걷어내 주지 않으신다면 말이오.
νῦν γὰρ δὴ λημᾶν οὐ μετρίως δοκῶ. καὶ μὴν οὐδέν σε,
ἦ δʼ ὅς,
ἐμοῦ δεήσει·
지금은 참으로 눈곱이 엄청 끼어 눈이 침침한 것 같으니 말이오.” “하지만,” 그가 말했네, “자네는 내가 전혀 필요치 않네.
τὸ γὰρ ὀξυδερκὲς αὐτὸς ἤδη γῆθεν ἥκεις ἔχων.
날카로운 시력은 자네가 이미 땅에서부터 스스로 가지고 왔으니 말이네.” “그렇다면 그것이 무엇입니까?
τί οὖν τοῦτό ἐστιν; οὐ γὰρ οἶδʼ,
ἔφην.
저는 모르겠습니다,” 내가 말했네.
οὐκ οἶσθα,
ἦ δʼ ὅς,
ἀετοῦτὴν πτέρυγα τὴν δεξιὰν περικείμενος;
“자네가 독수리의 오른쪽 날개를 달고 있다는 걸 모르나?” 그가 말했네.
καὶ μάλα,
ἦν δʼ ἐγώ·
“잘 알고 있습니다,” 내가 말했네.
τί δʼ οὖν πτέρυγι καὶ ὀφθαλμῷ κοινόν ἐστιν; ὅτι,
ἦ δʼ ὅς,
παρὰ πολὺ τῶν ἄλλων ζῴων ἀετός ἐστιν ὀξυωπέστατος, ὥστε μόνος ἀντίον δέδορκε τῷ ἡλίῳ, καὶ τοῦτό ἐστιν ὁ γνήσιος καὶ βασιλεὺς ἀετός, ἢν ἀσκαρδαμυκτὶ πρὸς τὰς ἀκτῖνας βλέπῃ.
“그런데 날개와 눈 사이에 무슨 상관이 있단 말입니까?” “왜냐하면,” 그가 말했네, “다른 모든 동물들보다 독수리가 훨씬 더 시력이 날카로워서, 독수리만이 유일하게 태양을 똑바로 바라볼 수 있기 때문이네.
φασὶ ταῦτα,
ἦν δʼ ἐγώ,
καί μοι ἤδη μεταμέλει ὅτι δεῦρο ἀνιὼν οὐχὶ τὼ ὀφθαλμὼ τοῦ ἀετοῦ ἐνεθέμην τοὺς ἐμοὺς ἐξελών·
그리고 눈 한 번 깜빡이지 않고 햇살을 바라볼 수 있어야만, 이것이 진짜이자 왕다운 독수리라네.” “사람들이 그렇게 말하더군요,” 내가 말했네, “그리고 내가 여기 올라올 때 내 눈을 뽑아내고 독수리의 두 눈을 넣지 않은 것이 이제야 후회되는구료.
ὡς νῦν γε ἡμιτελὴς ἀφῖγμαι καὶ οὐ πάντα βασιλικῶς ἐνεσκευασμένος, ἀλλʼ ἔοικα τοῖς νόθοις ἐκείνοις καὶ ἀποκηρύκτοις. καὶ μὴν πάρα σοί,
ἦ δʼ ὅς,
αὐτίκα μάλα τὸν ἕτερον ὀφθαλμὸν ἔχειν βασιλικόν·
지금으로서는 내가 불완전하게 도착한 셈이고, 왕답게 온전히 준비를 갖추지도 못했으니, 저 사생아나 버림받은 독수리 새끼들과 다름없어 보이기 때문이오.” “하지만,” 그가 말했네, “자네는 당장이라도 한쪽 눈을 왕답게 만들 수 있네.
ἢν γὰρ ἐθελήσῃς μικρὸν ἀναστὰς ἐπισχὼν τοῦ γυπὸςτὴν πτέρυγα θατέρᾳ μόνῃ πτερύξασθαι, κατὰ λόγον τῆς πτέρυγος τὸν δεξιὸν ὀφθαλμὸν ὀξυδερκὴς ἔσῃ·
자네가 조금 일어나서 대머리수리의 날개를 멈추고, 다른 쪽 날개 하나만으로 날갯짓을 하려 한다면, 날개에 비례하여 오른쪽 눈의 시력이 날카로워질 것이기 때문이네.
τὸν δὲ ἕτερον οὐδεμία μηχανὴ μὴ οὐκ ἀμβλύτερον δεδορκέναι τῆς μερίδος ὄντα τῆς χείρονος. ἃλις,
ἦν δʼ ἐγώ,
εἰ καὶ ὁ δεξιὸς μόνος ἀετῶδες βλέποι·
하지만 다른 쪽 눈은, 더 열등한 쪽에 속해 있으니 침침하게 보이지 않을 도리가 전혀 없네.” “그것으로 충분합니다,” 내가 말했네, “오른쪽 한 눈만이라도 독수리처럼 볼 수 있다면 말이오.
οὐδὲν γὰρ ἂν ἔλαττον γένοιτο, ἐπεὶ καὶ τοὺς τέκτονας πολλάκις ἑωρακέναι μοι δοκῶ θατέρῳ τῶν ὀφθαλμῶν ἄμεινον πρὸς τοὺς κανόνας ἀπευθύνοντας τὰ ξύλα. Ταῦτα εἰπὼν ἐποίουν ἅμα τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους παρηγγελμένα·
아무런 손해가 없을 터인데, 목수들이 자에 맞추어 나무의 수평을 맞출 때 한쪽 눈으로 더 잘 맞추는 모습을 나도 자주 본 것 같기 때문이오.” 이 말을 하고서 나는 동시에 엠페도클레스가 지시한 대로 행했네.
ὁ δὲ κατʼ ὀλίγον ὑπαπιὼν ἐς καπνὸν ἠρέμα διελύετο.
그러자 그는 서서히 물러가며 조용히 연기 속으로 녹아 없어졌네.