Humanitext Reader

琉善 · 普罗米修斯 §1-4

普罗米修斯受刑与赫耳墨斯列举罪状

第 1 段,共 5 段 · 希腊语

内容简介

赫耳墨斯和赫菲斯托斯在高加索山寻找合适的位置,并将普罗米修斯钉在峭壁上。普罗米修斯抗议自己的无罪,而赫耳墨斯历数他的罪状(分肉时的欺诈、创造人类与女人、盗火),并同意在鹰飞来之前利用这段闲暇听取普罗米修斯的自我辩护。

§1Ἑρμῆς ὁ μὲν Καύκασος, ὦ Ἥφαιστε, οὗτος, ᾧ τὸν ἄθλιον τουτονὶ Τιτᾶνα προσηλῶσθαι δεήσει·
赫耳墨斯:赫菲斯托斯,这就是高加索山,我们必须把这个可怜的提坦钉死在这里。
περισκοπῶμεν δὲ ἤδη κρημνόν τινα ἐπιτήδειον, εἴ που τῆς χιόνος τι γυμνόν ἐστιν, ὡς βεβαιότερον καταπαγείη τὰ δεσμὰ καὶ οὗτος ἅπασι περιφανὴς εἴη κρεμάμενος.
我们现在就四处搜寻一下,看看有没有什么合适且没有积雪的峭壁,好让锁链能固定得更牢固,也让他悬挂在那里时,所有人都能看得一清二楚。
Ἥφαιστος περισκοπῶμεν, ὦ Ἑρμῆ·
赫菲斯托斯:我们找找吧,赫耳墨斯。
οὔτε γὰρ ταπεινὸν καὶ πρόσγειον ἐσταυρῶσθαι χρή, ὡς μὴ ἐπαμύνοιεν αὐτῷ τὰ πλάσματα αὐτοῦ οἱ ἄνθρωποι, οὔτε μὴν κατὰ τὸ ἄκρον, — ἀφανὴς γὰρ ἂν εἴη τοῖς κάτω — ἀλλʼ εἰ δοκεῖ κατὰ μέσον ἐνταῦθά που ὑπὲρ τῆς φάραγγος ἀνεσταυρώσθω ἐκπετασθεὶς τὼ χεῖρε ἀπὸ τουτουὶ τοῦ κρημνοῦ πρὸς τὸν ἐναντίον.
因为他不能被钉在太低、接近地面的地方,以免他的造物——人类来救他;也不能钉在最高峰,因为那样下面的人就看不见他了。 如果你同意的话,就钉在峡谷上方的半山腰吧,让他把双臂张开,从这一侧的峭壁拉到对面的峭壁。
Ἑρμῆς εὖ λέγεις·
赫耳墨斯:说得好。
ἀπόξυροί τε γὰρ αἱ πέτραι καὶ ἀπρόσβατοι πανταχόθεν, ἠρέμα ἐπινενευκυῖαι, καὶ τῷ ποδὶ στενὴν ταύτην ὁ κρημνὸς ἔχει τὴν ἐπίβασιν, ὡς ἀκροποδητὶ μόλις ἑστάναι, καὶ ὅλως ἐπικαιρότατος ἂν ὁ σταυρὸς γένοιτο.
因为这里的岩石四面陡峭,无法攀登,略微前倾,而且峭壁上的足底立足点极窄,几乎只能踮着脚尖勉强站立,总的来说,这里确实是设立十字架最合适的地方。
μὴ μέλλε οὖν, ὦ Προμηθεῦ, ἀλλʼ ἀνάβαινε καὶ πάρεχε σεαυτὸν καταπαγησόμενον πρὸς τὸ ὄρος.
那么不要拖延了,普罗米修斯,爬上去,把你自己交出来,准备被钉在这座山上吧。
§2Προμηθεύς ἀλλὰ κἂν ὑμεῖς γε, ὦ Ἥφαιστε καὶ Ἑρμῆ, κατελεησατέ με παρὰ τὴν ἀξίαν δυστυχοῦντα.
普罗米修斯:但是,赫菲斯托斯,赫耳墨斯,你们至少也该怜悯怜悯我这个无辜受难的人吧。
Ἑρμῆς τοῦτο φής, ὦ Προμηθεῦ, ἀντὶ σοῦ ἀνασκολοπισθῆναι αὐτίκα μάλα παρακούσαντας τοῦ ἐπιτάγματος·
赫耳墨斯:普罗米修斯,你这是在要求我们违抗命令,立刻代替你被钉死在这里吗?
ἢ οὐχ ἱκανὸς εἶναί σοι δοκεῖ ὁ Καύκασος καὶ ἄλλους χωρῆσαι δύο προσπατταλευθέντας;
还是你觉得高加索山不够大,容不下另外两个人也钉在这里?
ἀλλʼ ὄρεγε τὴν δεξιάν· σὺ δέ, ὦ Ἥφαιστε, κατάκλειε καὶ προσήλου καὶ τὴν σφῦραν ἐρρωμένως κατάφερε.
别废话,伸出你的右手;赫菲斯托斯,你来锁住它,钉紧它,用力挥下锤子。
δὸς καὶ τὴν ἑτέραν· κατειλήφθω εὖ μάλα καὶ αὕτη.
再把另一只手递过来,也把它牢牢固定住。
εὖ ἔχει.
很好。
καταπτήσεται δὲ ἤδη καὶ ὁ ἀετὸς ἀποκερῶν τὸ ἧπαρ, ὡς πάντα ἔχοις ἀντὶ τῆς καλῆς καὶ εὐμηχάνου πλαστικῆς.
现在,鹰也快要飞下来啄食你的肝脏了,好让你充分享受你那美丽而巧妙的塑造艺术所带来的回报。
§3Προμηθεύς ὦ Κρόνε καὶ Ἰαπετὲ καὶ σὺ ὦ μῆτερ, οἷα πέπονθα ὁ κακοδαίμων οὐδὲν δεινὸν εἰργασμένος.
普罗米修斯:克洛诺斯啊,伊阿佩托斯啊,还有你,我的母亲! 我这不幸的人,明明没有做过任何坏事,却要遭受这样的痛苦!
Ἑρμῆς οὐδέν, ὦ Προμηθεῦ, δεινὸν εἰργάσω, ὃς πρῶτα μὲν τὴν νομὴν τῶν κρεῶν ἐγχειρισθεὶς οὕτως ἄδικον ἐποιήσω καὶ ἀπατηλήν, ὡς σαυτῷ μὲν τὰ κάλλιστα ὑπεξελέσθαι, τὸν Δία δὲ παραλογίσασθαι ὀστᾶ καλύψας ἄργετι δημῷ;
赫耳墨斯:没有做过任何坏事,普罗米修斯? 你首先在被托付分肉时,做得如此不公且具有欺骗性,以至于把最好的部分留给自己,而用白色的脂肪包裹住骨头来欺骗宙斯?
μέμνημαι γὰρ Ἡσιόδου νὴ Δίʼ οὕτως εἰπόντος·
(以宙斯的名义起誓,我确实记得赫西俄德曾这样说过。
ἔπειτα δὲ τοὺς ἀνθρώπους ἀνέπλασας, πανουργότατα ζῷα, καὶ μάλιστά γε τὰς γυναῖκας· ἐπὶ πᾶσι δὲ τὸ τιμιώτατον κτῆμα τῶν θεῶν τὸ πῦρ κλέψας, καὶ τοῦτο ἔδωκας τοῖς ἀνθρώποις;
)接着,你又塑造了人类这种最狡黠的动物,尤其是女人;而最关键的是,你偷走了神明最珍贵的财产——火,并将它送给了人类?
τοσαῦτα δεινὰ εἰργασμένος φὴς μηδὲν ἀδικήσας δεδέσθαι;
做了这么多恶事,你居然还说自己无罪被缚?
§4Προμηθεύς ἔοικας, ὦ Ἑρμῆ, καὶ σὺ κατὰ τὸν ποιητὴν ἀναίτιον αἰτιάασθαι ὃς τὰ τοιαῦτά μοι προφέρεις, ἐφʼ οἷς ἔγωγε τῆς ἐν πρυτανείῳ σιτήσεως, εἰ τὰ δίκαια ἐγίγνετο, ἐτιμησάμην ἂν ἐμαυτῷ.
普罗米修斯:赫耳墨斯,看来你也像那位诗人所说的一样,“责备无罪之人”。 你用这些事情来指责我,如果世上有正义,我本该为自己请求获得在市政厅免费进餐的奖赏。
εἰ γοῦν σχολή σοι, ἡδέως ἂν καὶ δικαιολογησαίμην ὑπὲρ τῶν ἐγκλημάτων, ὡς δείξαιμι ἄδικα ἐγνωκότα περὶ ἡμῶν τὸν Δία·
无论如何,如果你有闲暇,我乐意就这些指控进行自我辩护,以表明宙斯对我的判决是不公的。
σὺ δὲ — στωμύλος γὰρ εἶ καὶ δικανικός — ἀπολόγησαι ὑπὲρ αὐτοῦ ὡς δικαίαν τὴν ψῆφον ἔθετο, ἀνεσταυρῶσθαί με πλησίον τῶν Κασπίων τούτων πυλῶν ἐπὶ τοῦ Καυκάσου, οἴκτιστον θέαμα πᾶσι Σκύθαις.
而你——因为你是个贫嘴且善辩的家伙——就替他辩护吧,证明他将我钉死在高加索山、这靠近里海之门的地方,作为一个让所有斯基泰人目睹的极度悲惨的景象,是一个公正的判决。
Ἑρμῆς ἕωλον μέν, ὦ Προμηθεῦ, τὴν ἔφεσιν ἀγωνιῇ καὶ ἐς οὐδὲν δέον· ὅμως δʼ οὖν λέγε·
赫耳墨斯:普罗米修斯,你将要进行的是一场过时的、毫无用处的申诉;不过你还是说吧。
καὶ γὰρ ἄλλως περιμένειν ἀναγκαῖον, ἔστʼ ἂν ὁ ἀετὸς καταπτῇ ἐπιμελησόμενός σου τοῦ ἥπατος.
因为反正我们也必须等待,直到那只鹰飞下来照看你的肝脏。
τὴν ἐν τῷ μέσῳ δὴ ταύτην σχολὴν καλῶς ἂν ἔχον εἴη εἰς ἀκρόασιν καταχρήσασθαι σοφιστικήν, οἷος εἶ σὺ πανουργότατος ἐν τοῖς λόγοις.
这段闲暇时间用来听一听你的修辞学演讲,倒也挺合适,毕竟在言辞方面你是最狡黠不过的了。

词汇与语法注释

  1. §1δεήσει — 无人称动词 `δεῖ` 的将来时,支配一个“对格+不定式”结构(`τὸν ἄθλιον τουτονὶ Τιτᾶνα` 为对格主语,`προσηλῶσθαι` 为完成时被动不定式)。意为“将必须使这个可怜的提坦被钉死”。
  2. §1ὡς μὴ ἐπαμύνοιεν — 由 `ὡς μή` 引导的目的从句中使用祈愿式(`ἐπαμύνοιεν`)。尽管主句动词 `χρή` 是现在时,但此处使用祈愿式表示一种遥远的可能性,或在设计惩罚时的某种主观意图(类似于间接引语中的斜格祈愿式)。
  3. §2παρακούσαντας — 动词 `παρακούω`(违抗)的主动不定过去时分词对格复数阳性。它作为不定式 `ἀνασκολοπισθῆναι` 的逻辑主语(指代赫耳墨斯和赫菲斯托斯),因而在句中呈对格,表示“违抗命令(而代你受刑)”。
  4. §4ἐτιμησάμην ἂν ἐμαυτῷ — 在法庭术语中,`τιμῶμαι`(中动语态)表示为自己提议某种惩罚(或奖赏)。此处与直说过去时和 `ἄν` 连用,构成违背事实的虚拟语气,并支配价值属格 `σιτήσεως`,意为“(如果公正的话)我早就为自己请求获得免费膳食的奖赏了”。

引用这一段

琉善, 普罗米修斯 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。