- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:1-4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヘルメスとヘパイストスは、プロメテウスをカウカソス山に磔にする場所を定め、処刑を執行する。プロメテウスは自身の無罪を訴えるが、ヘルメスは彼の罪(肉の分配の欺瞞、人類や女性の創造、火の窃盗)を挙げ、処刑が始まる前の余暇としてプロメテウスの自己弁護を聴くことに同意する。
Ἑρμῆς ὁ μὲν Καύκασος, ὦ Ἥφαιστε, οὗτος, ᾧ τὸν ἄθλιον τουτονὶ Τιτᾶνα προσηλῶσθαι δεήσει·1 περισκοπῶμεν δὲ ἤδη κρημνόν τινα ἐπιτήδειον, εἴ που τῆς χιόνος τι γυμνόν ἐστιν, ὡς βεβαιότερον καταπαγείη τὰ δεσμὰ καὶ οὗτος ἅπασι περιφανὴς εἴη κρεμάμενος. Ἥφαιστος περισκοπῶμεν, ὦ Ἑρμῆ· οὔτε γὰρ ταπεινὸν καὶ πρόσγειον ἐσταυρῶσθαι χρή, ὡς μὴ ἐπαμύνοιεν2 αὐτῷ τὰ πλάσματα αὐτοῦ οἱ ἄνθρωποι, οὔτε μὴν κατὰ τὸ ἄκρον, — ἀφανὴς γὰρ ἂν εἴη τοῖς κάτω — ἀλλʼ εἰ δοκεῖ κατὰ μέσον ἐνταῦθά που ὑπὲρ τῆς φάραγγος ἀνεσταυρώσθω ἐκπετασθεὶς τὼ χεῖρε ἀπὸ τουτουὶ τοῦ κρημνοῦ πρὸς τὸν ἐναντίον. Ἑρμῆς εὖ λέγεις· ἀπόξυροί τε γὰρ αἱ πέτραι καὶ ἀπρόσβατοι πανταχόθεν, ἠρέμα ἐπινενευκυῖαι, καὶ τῷ ποδὶ στενὴν ταύτην ὁ κρημνὸς ἔχει τὴν ἐπίβασιν, ὡς ἀκροποδητὶ μόλις ἑστάναι, καὶ ὅλως ἐπικαιρότατος ἂν ὁ σταυρὸς γένοιτο. μὴ μέλλε οὖν, ὦ Προμηθεῦ, ἀλλʼ ἀνάβαινε καὶ πάρεχε σεαυτὸν καταπαγησόμενον πρὸς τὸ ὄρος.
ヘルメス: ヘパイストスよ、これがカウカソスだ。この哀れなティタンを磔にせねばならぬ山だ。さて、雪の積もっていない、どこか手頃な絶壁を探そう。そうすれば、鎖もしっかりと打ち込めるし、彼が吊るされている姿が誰の目にも明らかになるだろう。 ヘパイストス: 探そう、ヘルメス。というのも、彼が作った人間たちが彼を救い出したりしないよう、地面に近い低い場所に十字架を立てるべきではないし、また山頂のあたりでもいけない(下にいる者たちから見えなくなってしまうからだ)。そうではなく、もしよければ、この絶壁から対面の絶壁へと両手を広げる形で、この峡谷の上のまんなかあたりに磔にすることにしよう。 ヘルメス: それがいい。この岩は至るところ切り立っていて登ることもできず、わずかに傾斜しており、足場も狭くて、つま先立ちでかろうじて立てるほどだ。全体として、磔にするには最も好都合な場所だろう。さあ、ぐずぐずするな、プロメテウスよ。登って、山に磔にされるためにその身を差し出すのだ。
Προμηθεύς ἀλλὰ κἂν ὑμεῖς γε, ὦ Ἥφαιστε καὶ Ἑρμῆ, κατελεησατέ με παρὰ τὴν ἀξίαν δυστυχοῦντα. Ἑρμῆς τοῦτο φής, ὦ Προμηθεῦ, ἀντὶ σοῦ ἀνασκολοπισθῆναι αὐτίκα μάλα παρακούσαντας3 τοῦ ἐπιτάγματος· ἢ οὐχ ἱκανὸς εἶναί σοι δοκεῖ ὁ Καύκασος καὶ ἄλλους χωρῆσαι δύο προσπατταλευθέντας; ἀλλʼ ὄρεγε τὴν δεξιάν· σὺ δέ, ὦ Ἥφαιστε, κατάκλειε καὶ προσήλου καὶ τὴν σφῦραν ἐρρωμένως κατάφερε. δὸς καὶ τὴν ἑτέραν· κατειλήφθω εὖ μάλα καὶ αὕτη. εὖ ἔχει. καταπτήσεται δὲ ἤδη καὶ ὁ ἀετὸς ἀποκερῶν τὸ ἧπαρ, ὡς πάντα ἔχοις ἀντὶ τῆς καλῆς καὶ εὐμηχάνου πλαστικῆς.
プロメテウス: だが、ヘパイストスよ、ヘルメスよ、不当にも不幸を被っている私をどうか憐れんでくれ。 ヘルメス: プロメテウスよ、お前は我々に、お前の代わりに今すぐ磔になれと言うのか。命令を無視して。それとも、お前にとってこのカウカソスは、さらに二人釘付けにされる者を収容するのに不十分だとでも言うのか。さあ、右手を差し出せ。ヘパイストスよ、お前はそれを固定して釘を打ち、ハンマーを力強く振り下ろすのだ。もう一方の手も出せ。これもしかと固定しろ。よし、これでいい。今に鷲が飛んできてお前の肝臓をついばむだろう。お前が施したあの見事で巧妙な人間創造の代償として、すべてを味わうがよい。
Προμηθεύς ὦ Κρόνε καὶ Ἰαπετὲ καὶ σὺ ὦ μῆτερ, οἷα πέπονθα ὁ κακοδαίμων οὐδὲν δεινὸν εἰργασμένος. Ἑρμῆς οὐδέν, ὦ Προμηθεῦ, δεινὸν εἰργάσω, ὃς πρῶτα μὲν τὴν νομὴν τῶν κρεῶν ἐγχειρισθεὶς οὕτως ἄδικον ἐποιήσω καὶ ἀπατηλήν, ὡς σαυτῷ μὲν τὰ κάλλιστα ὑπεξελέσθαι, τὸν Δία δὲ παραλογίσασθαι ὀστᾶ καλύψας ἄργετι δημῷ; μέμνημαι γὰρ Ἡσιόδου νὴ Δίʼ οὕτως εἰπόντος· ἔπειτα δὲ τοὺς ἀνθρώπους ἀνέπλασας, πανουργότατα ζῷα, καὶ μάλιστά γε τὰς γυναῖκας· ἐπὶ πᾶσι δὲ τὸ τιμιώτατον κτῆμα τῶν θεῶν τὸ πῦρ κλέψας, καὶ τοῦτο ἔδωκας τοῖς ἀνθρώποις; τοσαῦτα δεινὰ εἰργασμένος φὴς μηδὲν ἀδικήσας δεδέσθαι;
プロメテウス: クロノスよ、イアペトスよ、そして我が母よ!悪しきことは何一つしていないのに、哀れな私がこのような目にあうとは! ヘルメス: プロメテウスよ、悪しきことは何一つしていないだと?お前はまず、肉の配分を任されたとき、自分には最良の部分を密かに確保し、ゼウスには白い脂肪で覆った骨を掴ませて欺くという、極めて不当で欺瞞に満ちたことをしたではないか。 (ゼウスにかけて、ヘシオドスがそう言っていたのを覚えているぞ。) その上、お前は人間という極めて邪悪な生き物、とりわけ女を作り、極めつけには、神々の最も尊い財産である火を盗んで人間に与えた。これほどの悪事を働いておきながら、何一つ悪いことはしていないのに縛られているなどと言い張るのか。
Προμηθεύς ἔοικας, ὦ Ἑρμῆ, καὶ σὺ κατὰ τὸν ποιητὴν ἀναίτιον αἰτιάασθαι ὃς τὰ τοιαῦτά μοι προφέρεις, ἐφʼ οἷς ἔγωγε τῆς ἐν πρυτανείῳ σιτήσεως, εἰ τὰ δίκαια ἐγίγνετο, ἐτιμησάμην ἂν ἐμαυτῷ.4 εἰ γοῦν σχολή σοι, ἡδέως ἂν καὶ δικαιολογησαίμην ὑπὲρ τῶν ἐγκλημάτων, ὡς δείξαιμι ἄδικα ἐγνωκότα περὶ ἡμῶν τὸν Δία· σὺ δὲ — στωμύλος γὰρ εἶ καὶ δικανικός — ἀπολόγησαι ὑπὲρ αὐτοῦ ὡς δικαίαν τὴν ψῆφον ἔθετο, ἀνεσταυρῶσθαί με πλησίον τῶν Κασπίων τούτων πυλῶν ἐπὶ τοῦ Καυκάσου, οἴκτιστον θέαμα πᾶσι Σκύθαις. Ἑρμῆς ἕωλον μέν, ὦ Προμηθεῦ, τὴν ἔφεσιν ἀγωνιῇ καὶ ἐς οὐδὲν δέον· ὅμως δʼ οὖν λέγε· καὶ γὰρ ἄλλως περιμένειν ἀναγκαῖον, ἔστʼ ἂν ὁ ἀετὸς καταπτῇ ἐπιμελησόμενός σου τοῦ ἥπατος. τὴν ἐν τῷ μέσῳ δὴ ταύτην σχολὴν καλῶς ἂν ἔχον εἴη εἰς ἀκρόασιν καταχρήσασθαι σοφιστικήν, οἷος εἶ σὺ πανουργότατος ἐν τοῖς λόγοις.
プロメテウス: ヘルメスよ、お前もまた詩人のように「罪なき者を非難する」つもりのようだな。お前が私を責め立てているそれらの事柄こそ、もし正義が行われるならば、私は(刑罰の代わりに)評議員会館での食事の提供を自ら要求したであろうほどのことなのだ。もしお前に時間があるなら、喜んで私はこれらの告発に対して弁明し、ゼウスが私に対して不当な判断を下したことを示して見せよう。お前は――何しろおしゃべりで弁論が得意なのだから――ゼウスの側に立って、彼が私をカスピの門の近く、カウカソスの地に磔にし、すべてのスキタイ人の極めて悲惨な見世物にするという判決をいかに正当に下したかを弁論するがよい。 ヘルメス: プロメテウスよ、お前はもう手遅れの、無駄な抗弁を争おうというのだな。だが、それでも話すがよい。いずれにせよ、鷲がやってきてお前の肝臓を処理し始めるまで、我々はここで待たねばならんのだから。この合間の余暇を、お前のような言葉巧みで極めて邪悪な弁舌の、ソフィスト的な聴講に費やすのも悪くはあるまい。
- 1δεήσει
非人称動詞 δεῖ の未来形で、対格+不定詞構文(τὸν ἄθλιον τουτονὶ Τιτᾶνα が対格、προσηλῶσθαι が完了受動不定詞)を従える。「この哀れなティタンが磔にされることが必要となるであろう」の意。
- 1ὡς μὴ ἐπαμύνοιεν
目的を表す節(ὡς μή)において、主節の時制(χρή は現在だが、過去の必然性や一般的な配慮を示す)の影響、または間接的な意図から、従属節内に希求法(ἐπαμύνοιεν)が用いられている(斜格希求法に準じる)。
- 2παρακούσαντας
動詞 παρακούω(背く、無視する)の能動態アオリスト分詞・対格・複数・男性。不定詞 ἀνασκολοπισθῆναι の意味上の主語(ヘルメスとヘパイストス)を表すため対格となっており、これが ἀντὶ σοῦ の行為者を示している。
- 4ἐτιμησάμην ἂν ἐμαυτῷ
裁判用語で τιμῶμαι(中動態)は「自分に科すべき刑罰(または恩賞)を申し立てる」ことを意味する。ここでは、事実に反する仮定法(ἂν +直説法アオリスト)を伴い、属格の σιτήσεως(食事)とともに「私は自分に対して食事の提供を申し立てたであろうに」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
