Humanitext Reader

琉善 · 梦或公鸡 §7-10

赞美黄金与回忆尤克拉特斯的宴会

第 3 段,共 11 段 · 希腊语

内容简介

米库洛斯引用皮达罗斯的诗句赞美梦中见到的巨额黄金,并在公鸡的促请下,开始讲述前一天在富翁尤克拉特斯家举办的晚宴上的经历。

§7Μίκυλλος πολύ, ὦ Πυθαγόρα, χρυσίον εἶδον, πολύ, πῶς οἴει καλὸν ἢ οἵαν τὴν αὐγὴν ἀπαστράπτον;
米库洛斯毕达哥拉斯,我看到了许多金子,许多金子! 你无法想象它有多美,或者说它闪烁着怎样夺目的光芒!
τί ποτε ὁ Πίνδαρός φησι περὶ αὐτοῦ ἐπαινῶν — ἀνάμνησον γάρ με, εἴπερ οἶσθα — ὁπότε ὕδωρ ἄριστον εἰπὼν εἶτα τὸ χρυσίον θαυμάζει, εὖ ποιῶν, ἐν ἀρχῇ εὐθὺς τοῦ καλλίστου τῶν ᾀσμάτων ἁπάντων;
皮达罗斯在赞美它时到底说了些什么? ——如果知道的话,请让我回忆起来——当他在所有歌谣中最美的那首诗的开头,先说水是最优秀的,接着就称赞起金子(这做得好极了)的时候?
Ἀλεκτρυών μῶν ἐκεῖνο ζητεῖς, " ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου;
公鸡难道你找的是那句:“水固然最美,但金子就像黑夜中燃烧的烈火,在傲人的财富中分外醒目”?
" Μίκυλλος νὴ Δία αὐτὸ τοῦτο·
米库洛斯对,因宙斯之名,就是这句!
ὥσπερ γὰρ τοὐμὸν ἐνύπνιον ἰδὼν ὁ Πίνδαρος οὕτως ἐπαινεῖ τὸ χρυσίον.
皮达罗斯就像看见了我的梦一样,这样赞美着金子。
ὡς δὲ ἤδη μάθῃς οἷόν τι ἦν, ἄκουσον, ὦ σοφώτατε ἀλεκτρυών.
但为了让你现在就知道它是个怎样的梦,听着吧,最聪明的公鸡。
ὅτι μὲν οὐκ οἰκόσιτος ἦν χθές, οἶσθα· Εὐκράτης γάρ με ὁ πλούσιος ἐντυχὼν ἐν ἀγορᾷ λουσάμενον ἥκειν ἐκέλευε τὴν ὥραν ἐπὶ τὸ δεῖπνον.
我昨天没有在家里吃饭,你是知道的;因为富人尤克拉特斯在广场上遇到我,吩咐我洗过澡后,在定刻去赴晚宴。
§8Ἀλεκτρυών οἶδα πάνυ τοῦτο πεινήσας παρʼ ὅλην τὴν ἡμέραν, ἄχρι μοι βαθείας ἤδη ἑσπέρας ἧκες ὑποβεβρεγμένος τοὺς πέντε κυάμους ἐκείνους κομίζων, οὐ πάνυ δαψιλὲς τὸ δεῖπνον ἀλεκτρυόνι ἀθλητῇ ποτε γενομένῳ καὶ Ὀλύμπια οὐκ ἀφανῶς ἀγωνισαμένῳ.
公鸡我当然非常清楚,因为我饿了一整天,直到深夜你才带着那五颗蚕豆、醉醺醺地回来,对于一只曾经是运动员并在奥林匹亚运动会上赫赫有名的公鸡来说,这晚餐可一点也不丰盛。
Μίκυλλος ἐπεὶ δὲ δειπνήσας ἐπανῆλθον, ἐκάθευδον εὐθὺς τοὺς κυάμους σοι παραβαλών, εἶτά μοι κατὰ τὸν Ὅμηρον ἀμβροσίην διὰ νύκτα θεῖὸς τις ὡς ἀληθῶς ὄνειρος ἐπιστὰς Ἀλεκτρυών τὰ παρὰ τῷ Εὐκράτει πρότερον, ὦ Μίκυλλε, διήγησαι, καὶ τὸ δεῖπνον οἷον ἐγένετο καὶ τὰ ἐν τῷ συμποσίῳ πάντα·
米库洛斯我吃完晚饭回来后,把蚕豆扔给你就立刻睡着了。 接着,正如荷马所说,“穿过神圣的黑夜,一个神圣的梦真的伫立在我的床头——” 公鸡米库洛斯,先告诉我尤克拉特斯家里的情况,晚宴怎么样,以及宴会上的所有事情。
κωλύει γὰρ οὐδὲν αὖθίς σε δειπνεῖν ὥσπερ ὄνειρόν τινα τοῦ δείπνου ἐκείνου ἀναπλάττοντα καὶ ἀναμαρυκώμενον τῇ μνήμῃ τὰ βεβρωμένα.
因为这并不妨碍你再次“进餐”,就好像在记忆中重新塑造那个晚宴的梦,并反刍你所吃过的东西一样。
§9Μίκυλλος ὤιμην ἐνοχλήσειν καὶ ταῦτα διηγούμενος· ἐπεὶ δὲ σὺ προθυμῇ, καὶ δὴ λέγω.
米库洛斯我本以为讲这些也会打扰到你;但既然你这么热切,那我就说了。
οὐ πρότερον, ὦ Πυθαγόρα, παρὰ πλουσίῳ τινὶ δειπνήσας ἐν ἅπαντι τῷ βίῳ, τύχῃ τινὶ ἀγαθῇ ἐντυγχάνω χθὲς τῷ Εὐκράτει, καὶ ἐγὼ μὲν προσειπὼν αὐτὸν ὥσπερ εἰώθειν δεσπότην ἀπηλλαττόμην, ὡς μὴ καταισχύναιμι αὐτὸν ἐν πενιχρῷ τῷ τρίβωνι συμπαρομαρτῶν, ὁ δέ, Μίκυλλε, φησί, θυγατρὸς τήμερον ἑστιῶ γενέθλια καὶ παρεκάλεσα τῶν φίλων μάλα πολλούς·
我这一生中,以前从未在有钱人家里吃过晚饭,昨天因某种好运遇到了尤克拉特斯。 我像往常一样称他为“主人”向他问候,然后就打算离开,免得我穿着这件破旧的斗篷跟他走在一起丢了他的面子。 但他却说:“米库洛斯,今天我要为女儿庆祝生日,邀请了非常多的朋友。
ἐπεὶ δέ τινά φασιν αὐτῶν μαλακῶς ἔχοντα οὐχ οἷόν τε εἶναι συνδειπνεῖν μεθʼ ἡμῶν, σὺ ἀντʼ ἐκείνου ἧκε λουσάμενος, ἢν μὴ ὅ γε κληθεὶς αὐτὸς εἴπῃ ἀφίξεσθαι, ὡς νῦν γε ἀμφίβολός ἐστιν.
但听说他们中有一个人身体不适,不能和我们一起进餐,所以你代替他,洗个澡过来吧,除非那个被邀请的人自己说会来,不过现在他还不确定。
τοῦτο ἀκούσας ἐγὼ προσκυνήσας ἀπῄειν εὐχόμενος ἅπασι θεοῖς ἠπίαλόν τινα ἢ πλευρῖτιν ἢ ποδάγραν ἐπιπέμψαι τῷ μαλακιζομένῳ ἐκείνῳ οὗ ἔφεδρος ἐγὼ καὶ ἀντίδειπνος καὶ διάδοχος ἐκεκλήμην·
” 听到这话,我向他鞠躬拜谢,然后离开。 一路上,我向所有的神灵祈祷,希望他们把热病、肋膜炎或痛风降在那个称病者的身上,因为我被召去作他的替补、代餐者和接替者。
καὶ τὸ ἄχρι τοῦ λουτροῦ αἰῶνα μήκιστον ἐτιθέμην, συνεχὲς ἐπισκοπῶν ὁποσάπουν τὸ στοιχεῖον εἴη καὶ πηνίκα ἤδη λοῦσθαι δέοι.
我把到洗澡前的这段时间看作是极其漫长的世纪,不停地观察日時計的影长是多少,什么时候该去洗澡了。
κἀπειδή ποτε ὁ καιρὸς ἀφίκετο, πρὸς τάχος ἐμαυτὸν ἀπορρύψας ἄπειμι κοσμίως μάλα ἐσχηματισμένος, ἀναστρέψας τὸ τριβώνιον ὡς ἐπὶ τοῦ καθαρωτέρου γένοιτο ἡ ἀναβολή·
当那个时刻终于到来时,我匆匆洗干净身体,把斗篷反过来穿,好让干净的一面露在外面,装扮得非常体面地出发了。
§10Μίκυλλος καταλαμβάνω τε πρὸς ταῖς θύραις ἄλλους τε πολλοὺς καὶ δὴ κἀκεῖνον φοράδην ὑπὸ τεττάρων κεκομισμένον, ᾧ με ὑποδειπνεῖν ἔδει, τὸν νοσεῖν λεγόμενον, καὶ ἐδήλου δὲ πονήρως ἔχων·
米库洛斯当我在门口时,碰到了许多人,而最让人瞩目的是,那个被说成生了病、我本应代替他用餐的家伙,正被四个人用担架抬着走来,他显然病得很重。
ὑπέστενε γοῦν καὶ ὑπέβηττε καὶ ἐχρέμπτετο μύχιόν τι καὶ δυσπρόσοδον, ὠχρὸς ὅλος ὢν καὶ διῳδηκώς, ἀμφὶ τὰ ἑξήκοντα ἔτη σχεδόν·
他呻吟着、咳嗽着,并吐出深处令人作呕的痰。 他全身苍白、水肿,年纪大约六十岁左右。
ἐλέγετο δὲ φιλόσοφός τις εἶναι τῶν πρὸς τὰ μειράκια φλυαρούντων.
据说他是那些向年轻人胡说八道的哲学家之一。
ὁ γοῦν πώγων μάλα τραγικὸς ἦν ἐς ὑπερβολὴν κουριῶν.
他的胡须极其夸张,简直到了需要修剪的极限。
καὶ αἰτιωμένου γε Ἀρχιβίου τοῦ ἰατροῦ διότι οὕτως ἔχων ἀφίκετο, τὰ καθήκοντα, ἔφη, οὐ χρὴ προδιδόναι, καὶ ταῦτα φιλόσοφον ἄνδρα, κἂν μυρίαι νόσοι ἐμποδὼν ἱστῶνται·
当医生阿基比奥斯责备他为什么病成这样还要来时,他说:“义务是不可背叛的,尤其是哲学家,即便有成千上万的疾病阻碍。
ἡγήσεται γὰρ Εὐκράτης ὑπερεωρᾶσθαι πρὸς ἡμῶν.
否则尤克拉特斯会以为他被我们轻视了。
οὐ μὲν οὖν, εἶπον ἐγώ, ἀλλʼ ἐπαινέσεταί σε, ἢν οἴκοι παρὰ σαυτῷ μᾶλλον ἀποθανεῖν ἐθέλῃς ἤπερ ἐν τῷ συμποσίῳ, συναναχρεμψάμενος τὴν ψυχὴν μετὰ τοῦ φλέγματος ἐκεῖνος μὲν οὖν ὑπὸ μεγαλοφροσύνης οὐ προσεποιεῖτο ἀκηκοέναι τοῦ σκώμματος·
” “绝非如此,”我说,“相反,如果你愿意在自己家里死去,而不是在宴席上把灵魂和痰一起吐出来,他会更赞美你的。 ” 他因为傲慢,装作没有听到这句嘲讽。
ἐφίσταται δὲ μετὰ μικρὸν ὁ Εὐκράτης λελουμένος καὶ ἰδὼν τὸν Θεσμόπολιν — τοῦτο γὰρ ὁ φιλόσοφος ἐκαλεῖτο — διδάσκαλε, φησίν, εὖ μὲν ἐποίησας αὐτὸς ἥκων παρʼ ἡμᾶς, οὐ μεῖον δʼ ἄν τί σοι ἐγένετο, καὶ ἀπόντι γὰρ ἅπαντα ἑξῆς ἀπέσταλτο ἄν·
过了一会儿,洗完澡的尤克拉特斯站在那里,看到戴斯摩波利斯——这就是那个哲学家的名字——便说:“老师,您亲自来我们这里真是太好了,但即使您不来,对您也不会有任何亏待,因为所有的东西都会依次送到您那里的。
καὶ ἅμα λέγων εἰσῄει χειραγωγῶν τὸν Θεσμόπολιν ἐπερειδόμενον καὶ τοῖς οἰκέταις.
” 他一边说着,一边牵着在仆人搀扶下站立的戴斯摩波利斯的手,一同走了进去。

词汇与语法注释

  1. §7πῶς οἴει — πῶς οἴει 并非字面上的提问“你认为如何”,而是作为插入语用以加强感叹,意为“你无法想象有多……”或“多么……”。在此处它修饰 καλὸν [sc. ἦν]。
  2. §7εὖ ποιῶν — 现在分词 ποιῶν 与 εὖ 连用,习惯性地表示说话者的赞同,意为“理所当然地”、“做得对”,修饰皮达罗斯在水之后称赞金子的行为。
  3. §9ὁποσάπουν τὸ στοιχεῖον εἴη — 这是一个间接疑问从句,其中 στοιχεῖον(日晷指针投下的影子)是主语,ὁποσάπουν(有多少英尺长的)是谓语。在古希腊,人们通过影子的英尺长度来测量一天的时间,以此计算约定的晚餐时间。
  4. §10κουριῶν — 动词 κουριάω(想剪发)的现在分词。希腊语中以 -ιάω 结尾的动词常作为意欲动词(desiderative),表示某种意图或渴望;在此处它讽刺地描绘了胡须过度生长、极需修剪的状态。

引用这一段

琉善, 梦或公鸡 §7-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:7-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。