§11Μίκυλλος
ἐγὼ μὲν οὖν ἀπιέναι παρεσκευαζόμην, ὁ δὲ ἐπιστραφεὶς καὶ ἐπὶ πολὺ ἐνδοιάσας, ἐπεί με πάνυ σκυθρωπὸν εἶδε,
πάριθι,
ἔφη,
καὶ σύ, ὦ Μίκυλλε, καὶ συνδείπνει μεθʼ ἡμῶν·
米库洛斯于是我准备离开,但他转过身,犹豫了许久,看到我十分沮丧,便说:“进来吧,你也来,米库洛斯,和我们一起进餐。
τὸν υἱὸν γὰρ ἐγὼ κελεύσω ἐν τῇ γυναικωνίτιδι μετὰ τῆς μητρὸς ἑστιᾶσθαι, ὡς σὺ χώραν ἔχῃς.
我会让儿子和母亲一起在内室用餐,这样你就有位子了。
εἰσῄειν οὖν μάτην λύκος χανὼν παρὰ μικρόν, αἰσχυνόμενος ὅτι ἐδόκουν ἐξεληλακέναι τοῦ συμποσίου τὸ παιδίον τοῦ Εὐκράτους.
”于是我进去了,差一点成了白白张嘴的狼(徒劳无功),心里感到很惭愧,因为我似乎把尤克拉特斯的孩子从宴席上赶了出去。
κἀπειδὴ κατακλίνεσθαι καιρὸς ἦν, πρῶτον μὲν ἀράμενοι ἀνέθεσαν τὸν Θεσμόπολιν οὐκ ἀπραγμόνως μὰ Δία πέντε οἶμαι νεανίσκοι εὐμεγέθεις, ὑπαυχένια περιβύσαντες αὐτῷ πάντοθεν, ὡς διαμένοι ἐν τῷ σχήματι καὶ ἐπὶ πολὺ καρτερεῖν δύναιτο.
到了入席的时候,首先,因宙斯之名,并非毫无困难,我想是五个高大的年轻小伙子,把戴斯摩波利斯抬起来放好,在四周塞满软垫,好让他能保持那个姿势并能支撑很久。
εἶτα μηδενὸς ἀνεχομένου πλησίον κατακεῖσθαι αὐτοῦ ἐμὲ ὑποκατακλίνουσι φέροντες, ὡς ὁμοτράπεζοι εἴημεν.
然后,因为没有人忍受坐在他旁边,他们把我带过去安插在他的下方,让我们成了同席。
τοὐντεῦθεν ἐδειπνοῦμεν, ὦ Πυθαγόρα, πολύοψόν τι καὶ ποικίλον δεῖπνον ἐπὶ χρυσοῦ πολλοῦ καὶ ἀργύρου·
此后,毕达哥拉斯啊,我们开始用餐,在许多金银器皿上享用着极其丰盛且多样的晚餐。
καὶ ἐκπώματα ἦν χρυσᾶ καὶ διάκονοι ὡραῖοι καὶ μουσουργοὶ καὶ γελωτοποιοὶ μεταξύ, καὶ ὅλως ἡδίστη τις ἦν ἡ διατριβή, πλὴν ἀλλʼ ἕν με ἐλύπει οὐ μετρίως, ὁ Θεσμόπολις ἐνοχλῶν καὶ ἀρετήν τινα πρός με διεξιὼν καὶ διδάσκων ὡς αἱ δύο ἀποφάσεις μίαν κατάφασιν ἀποτελοῦσι καὶ ὡς εἰ ἡμέρα ἐστί, νὺξ οὐκ ἔστιν, ἐνίοτε δὲ καὶ κέρατα ἔφασκεν εἶναί μοι·
这里有金杯、俊美的侍从、乐师,中间还有小丑,整个过程极其愉快,但有一件事让我非常苦恼:戴斯摩波利斯不断打扰我,向我宣讲什么美德,教导说双重否定等于一个肯定,如果现在是白天,那就不是黑夜,有时甚至还说我长了角。
καὶ τοιαῦτα πολλὰ οὐδὲν δεομένῳ προσφιλοσοφῶν συνῄρει καὶ ὑπετέμνετο τὴν εὐφροσύνην, οὐκ ἐῶν ἀκούειν τῶν κιθαριζόντων ἢ ᾀδόντων.
他对毫无需要的我大谈这些哲学,败坏了我的兴致,让我无法倾听琴手或歌手的演奏。
τοῦτο μέν σοι, ὦ ἀλεκτρυών, τὸ δεῖπνον.
公鸡啊,这就是你的晚宴。
Ἀλεκτρυών
οὐχ ἥδιστον, ὦ Μίκυλλε, καὶ μάλιστα ἐπεὶ συνεκληρώθης τῷ λήρῳ ἐκείνῳ γέροντι.
公鸡并不怎么宴快,米库洛斯,尤其是你被分派到了那个唠叨的老头身边。
§12Μίκυλλος
ἄκουε δὲ ἤδη καὶ τὸ ἐνύπνιον·
米库洛斯那么现在也听听我的梦吧。
ᾤμην γὰρ τὸν Εὐκράτην αὐτὸν ἄπαιδα ὄντα οὐκ οἶδʼ ὅπως ἀποθνήσκειν, εἶτα προσκαλέσαντά με καὶ διαθήκας θέμενον ἐν αἷς ὁ κληρονόμος ἦν ἁπάντων ἐγώ, μικρὸν ἐπισχόντα ἀποθανεῖν·
我梦见没有孩子的尤克拉特斯自己不知怎么地死去了。 他把我召去,立下遗嘱,让我继承一切,不久他就断气了。
ἐμαυτὸν δὲ παρελθόντα ἐς τὴν οὐσίαν τὸ μὲν χρυσίον καὶ τὸ ἀργύριον ἐξαντλεῖν σκάφαις τισὶ μεγάλαις ἀέναόν τε καὶ πολὺ ἐπιρρέον, τὰ δʼ ἄλλα, τὴν ἐσθῆτα καὶ τραπέζας καὶ ἐκπώματα καὶ διακόνους, πάντα ἐμὰ ὡς τὸ εἰκὸς εἶναι.
我自己继承了财产,用几个大桶把源源不断涌入的黄金和白银舀出来,而其他东西,包括衣服、桌子、金杯和仆人,自然都成了我的。
εἶτα ἐξήλαυνον ἐπὶ λευκοῦ ζεύγους, ἐξυπτιάζων, περίβλεπτος ἅπασι τοῖς ὁρῶσι καὶ ἐπίφθονος.
然后我乘着一辆由两匹白马牵引的车,靠着椅背,被所有看见我的人瞩目和嫉妒。
καὶ προέθεον πολλοὶ καὶ παρίππευον καὶ εἵποντο πλείους.
许多人在前面奔跑,在旁边骑马伴随,更多的人在后面跟随。
ἐγὼ δὲ τὴν ἐσθῆτα τὴν ἐκείνου ἔχων καὶ δακτυλίους βαρεῖς ὅσον ἑκκαίδεκα ἐξημμένος τῶν δακτύλων ἐκέλευον ἑστίασίν τινα λαμπρὰν εὐτρεπισθῆναι ἐς ὑποδοχὴν τῶν φίλων·
我穿着他的衣服,指头上戴着大约十六个沉甸甸的指轮,吩咐准备一场丰盛的宴会来招待朋友们。
οἱ δέ, ὡς ἐν ὀνείρῳ εἰκός, ἤδη παρῆσαν καὶ τὸ δεῖπνον εἰσεκομίζετο καὶ ὁ πότος συνεκροτεῖτο.
他们正如梦中常见的那样,已经到了,晚餐被送了进来,酒宴气氛热烈。
ἐν τούτῳ ὄντα με καὶ φιλοτησίας προπίνοντα ἐν χρυσαῖς φιάλαις ἑκάστῳ τῶν παρόντων, ἤδη τοῦ πλακοῦντος ἐσκομιζομένου ἀναβοήσας ἀκαίρως συνετάραξας μὲν ἡμῖν τὸ συμπόσιον, ἀνέτρεψας δὲ τὰς τραπέζας, τὸν δὲ πλοῦτον ἐκεῖνον ὑπηνέμιον φέρεσθαι παρεσκεύασας.
正当我处于这种状态,用金杯向在座的每一个人敬酒时,蛋糕刚一送进来,你那不合时宜的一叫,打乱了我们的宴会,掀翻了桌子,让那些财富随风飘散。
ἆρά σοι ἀλόγως ἀγανακτῆσαι κατὰ σοῦ δοκῶ;
你觉得我生你的气是不讲道理吗?
ὡς τριέσπερον ἂν ἡδέως ἐπεῖδον τὸν ὄνειρόν μοι γενόμενον.
为了让那个梦变成现实,我真愿意高兴地看它足足三个夜晚!