§7Μίκυλλος
πολύ, ὦ Πυθαγόρα, χρυσίον εἶδον, πολύ, πῶς οἴει καλὸν ἢ οἵαν τὴν αὐγὴν ἀπαστράπτον;
Μίκυλλος ピタゴラスよ、私はたくさんの金を、たくさんの金を見たのだ。 どれほど美しかったか、あるいはなんと見事な輝きを放っていたか、君には想像できるかい?
τί ποτε ὁ Πίνδαρός φησι περὶ αὐτοῦ ἐπαινῶν — ἀνάμνησον γάρ με, εἴπερ οἶσθα — ὁπότε ὕδωρ ἄριστον εἰπὼν εἶτα τὸ χρυσίον θαυμάζει, εὖ ποιῶν, ἐν ἀρχῇ εὐθὺς τοῦ καλλίστου τῶν ᾀσμάτων ἁπάντων;
ピンダロスは、すべての歌のうちで最も美しいあの歌の、まさにその冒頭で、水を最上のものと言ったのちに金を称賛するという当然のことをしたとき、それを称えて一体何と言っていたかね? もし知っているなら、私に思い出させておくれ。
Ἀλεκτρυών
μῶν ἐκεῖνο ζητεῖς,
"
ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου; "
Μίκυλλος
νὴ Δία αὐτὸ τοῦτο·
Ἀλεκτρυών まさか、これを探しているのではないかね。 「水こそ最上なれ、されど金は、夜の闇に燃え盛る火のごとく、誇り高き富の中で格別に際立つ」 Μίκυλλος ゼウスにかけて、まさにそれだ!
ὥσπερ γὰρ τοὐμὸν ἐνύπνιον ἰδὼν ὁ Πίνδαρος οὕτως ἐπαινεῖ τὸ χρυσίον.
まるでピンダロスは私のあの夢を見たかのように、そのように金を称えているのだ。
ὡς δὲ ἤδη μάθῃς οἷόν τι ἦν, ἄκουσον, ὦ σοφώτατε ἀλεκτρυών.
それがどのようなものであったか、いまや君に知ってもらうために、聞いておくれ、最も賢い雄鶏よ。
ὅτι μὲν οὐκ οἰκόσιτος ἦν χθές, οἶσθα·
私が昨日、家で食事をとらなかったことは知っているね。
Εὐκράτης γάρ με ὁ πλούσιος ἐντυχὼν ἐν ἀγορᾷ λουσάμενον ἥκειν ἐκέλευε τὴν ὥραν ἐπὶ τὸ δεῖπνον.
金持ちのエウクラテスが広場で私に出会って、体を洗って定刻に晩餐に来るようにと命じたのだから。
§8Ἀλεκτρυών
οἶδα πάνυ τοῦτο πεινήσας παρʼ ὅλην τὴν ἡμέραν, ἄχρι μοι βαθείας ἤδη ἑσπέρας ἧκες ὑποβεβρεγμένος τοὺς πέντε κυάμους ἐκείνους κομίζων, οὐ πάνυ δαψιλὲς τὸ δεῖπνον ἀλεκτρυόνι ἀθλητῇ ποτε γενομένῳ καὶ Ὀλύμπια οὐκ ἀφανῶς ἀγωνισαμένῳ.
Ἀλεκτρυών 丸一日お腹をすかせていたから、それは実によく知っているよ。 夜もすっかり更けてから、君がほろ酔い加減で、あの5粒のソラマメを持って帰ってくるまではね。 かつてアスリートであり、オリンピア競技会で名を馳せて戦ったこともある雄鶏にとっては、およそ十分とは言えない晩餐だったが。
Μίκυλλος
ἐπεὶ δὲ δειπνήσας ἐπανῆλθον, ἐκάθευδον εὐθὺς τοὺς κυάμους σοι παραβαλών, εἶτά μοι κατὰ τὸν Ὅμηρον
ἀμβροσίην διὰ νύκτα θεῖὸς
τις ὡς ἀληθῶς ὄνειρος ἐπιστὰς
Ἀλεκτρυών
τὰ παρὰ τῷ Εὐκράτει πρότερον, ὦ Μίκυλλε, διήγησαι, καὶ τὸ δεῖπνον οἷον ἐγένετο καὶ τὰ ἐν τῷ συμποσίῳ πάντα·
Μίκυλλος そして私が食事をして戻ってきた後、君にソラマメを投げ与えてすぐに眠りについた。 すると私のもとに、ホメロスの言うように、「不滅の夜を貫いて、神のごとき」まさに真実の夢が枕元に現れて―― Ἀλεκτρυών まずエウクラテスのところでの出来事を、ミキュロスよ、私に語ってくれ。 晩餐がどのようであったか、宴席での一切のことをね。
κωλύει γὰρ οὐδὲν αὖθίς σε δειπνεῖν ὥσπερ ὄνειρόν τινα τοῦ δείπνου ἐκείνου ἀναπλάττοντα καὶ ἀναμαρυκώμενον τῇ μνήμῃ τὰ βεβρωμένα.
なぜなら、その晩餐の夢を新たに描き出し、食べたものを記憶の中で反芻することは、君がもう一度晩餐をとるのを何ら妨げはしないのだから。
§9Μίκυλλος
ὤιμην ἐνοχλήσειν καὶ ταῦτα διηγούμενος·
Μίκυλλος そんなことを語っては退屈させるだろうと思っていたのだ。
ἐπεὶ δὲ σὺ προθυμῇ, καὶ δὴ λέγω.
だが君がそれほど望むなら、さっそく話そう。
οὐ πρότερον, ὦ Πυθαγόρα, παρὰ πλουσίῳ τινὶ δειπνήσας ἐν ἅπαντι τῷ βίῳ, τύχῃ τινὶ ἀγαθῇ ἐντυγχάνω χθὲς τῷ Εὐκράτει, καὶ ἐγὼ μὲν προσειπὼν αὐτὸν ὥσπερ εἰώθειν δεσπότην ἀπηλλαττόμην, ὡς μὴ καταισχύναιμι αὐτὸν ἐν πενιχρῷ τῷ τρίβωνι συμπαρομαρτῶν, ὁ δέ,
Μίκυλλε,
φησί,
θυγατρὸς τήμερον ἑστιῶ γενέθλια καὶ παρεκάλεσα τῶν φίλων μάλα πολλούς·
これまでの全人生において、金持ちの家で晩餐をとったことなど一度もなかったのだが、昨日は幸運にもエウクラテスに出会ったのだ。 私は、いつものように彼を「旦那様」と呼んで挨拶をすると、みすぼらしいマントを着てお供をすることで彼の顔を潰すことがないようにと、立ち去ろうとした。 すると彼は、「ミキュロス」と言った。 「今日、娘の誕生日を祝う宴を開くところで、友人の多くを招いたのだ。
ἐπεὶ δέ τινά φασιν αὐτῶν μαλακῶς ἔχοντα οὐχ οἷόν τε εἶναι συνδειπνεῖν μεθʼ ἡμῶν, σὺ ἀντʼ ἐκείνου ἧκε λουσάμενος, ἢν μὴ ὅ γε κληθεὶς αὐτὸς εἴπῃ ἀφίξεσθαι, ὡς νῦν γε ἀμφίβολός ἐστιν. τοῦτο ἀκούσας ἐγὼ προσκυνήσας ἀπῄειν εὐχόμενος ἅπασι θεοῖς ἠπίαλόν τινα ἢ πλευρῖτιν ἢ ποδάγραν ἐπιπέμψαι τῷ μαλακιζομένῳ ἐκείνῳ οὗ ἔφεδρος ἐγὼ καὶ ἀντίδειπνος καὶ διάδοχος ἐκεκλήμην·
だが、彼らのうちのひとりが体の具合が悪くて我々と一緒に晩餐をともにすることができないと言う。 だから君が、彼の代わりに体を洗って来てくれ。 もし、招かれた本人が来ると言ってこないならばね。 今のところ、彼は来るかどうかはっきりしないのだが」これを聞いて、私は拝礼して立ち去った。 そして、自分が控えの客であり、晩餐の身代わり、後継者として召し出されたあの病人を気取っている男に対して、すべての神々が熱病か肋膜炎か痛風を送り込んでくださるよう祈りながら。
καὶ τὸ ἄχρι τοῦ λουτροῦ αἰῶνα μήκιστον ἐτιθέμην, συνεχὲς ἐπισκοπῶν ὁποσάπουν τὸ στοιχεῖον εἴη καὶ πηνίκα ἤδη λοῦσθαι δέοι.
そして、入浴の時刻までの時間を気の遠くなるような長い時間に思え、日時計の影が何フィートになっているか、いつになれば風呂に入りに行ってよいかを、絶えず観察していた。
κἀπειδή ποτε ὁ καιρὸς ἀφίκετο, πρὸς τάχος ἐμαυτὸν ἀπορρύψας ἄπειμι κοσμίως μάλα ἐσχηματισμένος, ἀναστρέψας τὸ τριβώνιον ὡς ἐπὶ τοῦ καθαρωτέρου γένοιτο ἡ ἀναβολή·
そしてついにその時刻が来たとき、大急ぎで体を洗い流し、マントを裏返して、よりきれいな面が外側になるように羽織って、身なりをきわめてきちんとして出かけたのだ。
§10Μίκυλλος
καταλαμβάνω τε πρὸς ταῖς θύραις ἄλλους τε πολλοὺς καὶ δὴ κἀκεῖνον φοράδην ὑπὸ τεττάρων κεκομισμένον, ᾧ με ὑποδειπνεῖν ἔδει, τὸν νοσεῖν λεγόμενον, καὶ ἐδήλου δὲ πονήρως ἔχων·
Μίκυλλος そして私が門のところに到着すると、他の多くの人々と、まさにあいつ、つまり私が代わりに晩餐をとるはずだった、病気だと言われていた男が4人に担架で運ばれてきているのに出くわした。 そして彼は見るからに具合が悪そうだった。
ὑπέστενε γοῦν καὶ ὑπέβηττε καὶ ἐχρέμπτετο μύχιόν τι καὶ δυσπρόσοδον, ὠχρὸς ὅλος ὢν καὶ διῳδηκώς, ἀμφὶ τὰ ἑξήκοντα ἔτη σχεδόν·
彼はうめき声を漏らし、咳き込み、胸の奥から不快な痰を吐き出していた。 全身が土気色で、むくんでおり、年齢はおよそ60歳ほどだった。
ἐλέγετο δὲ φιλόσοφός τις εἶναι τῶν πρὸς τὰ μειράκια φλυαρούντων.
彼は、若者たちに向かってくだらない能書きを垂れている哲学者のひとりだと言われていた。
ὁ γοῦν πώγων μάλα τραγικὸς ἦν ἐς ὑπερβολὴν κουριῶν.
その髭たるや、やたらと長く伸びて、この上なく大仰なものだった。
καὶ αἰτιωμένου γε Ἀρχιβίου τοῦ ἰατροῦ διότι οὕτως ἔχων ἀφίκετο,
τὰ καθήκοντα,
ἔφη,
οὐ χρὴ προδιδόναι, καὶ ταῦτα φιλόσοφον ἄνδρα, κἂν μυρίαι νόσοι ἐμποδὼν ἱστῶνται·
そして、医師のアルキビオスが、なぜそのような状態でやって来たのかと彼を咎めると、「義務を裏切るべきではない。 ましてや哲学者がそうであってはならない。 たとえ一万の病が前に立ちはだかろうとも。
ἡγήσεται γὰρ Εὐκράτης ὑπερεωρᾶσθαι πρὸς ἡμῶν.
さもなければ、エウクラテスが、我々から軽んじられていると思うであろうからね」と彼は言った。
οὐ μὲν οὖν,
εἶπον ἐγώ,
ἀλλʼ ἐπαινέσεταί σε, ἢν οἴκοι παρὰ σαυτῷ μᾶλλον ἀποθανεῖν ἐθέλῃς ἤπερ ἐν τῷ συμποσίῳ, συναναχρεμψάμενος τὴν ψυχὴν μετὰ τοῦ φλέγματος
ἐκεῖνος μὲν οὖν ὑπὸ μεγαλοφροσύνης οὐ προσεποιεῖτο ἀκηκοέναι τοῦ σκώμματος·
「とんでもない」と私は言った。 「むしろお家で、ご自身のところで亡くなられた方が、宴席で痰とともに魂を吐き出してしまうよりも、彼はあなたを称賛することでしょうよ」すると彼は、気高さゆえに、その皮肉が聞こえなかったふりをした。
ἐφίσταται δὲ μετὰ μικρὸν ὁ Εὐκράτης λελουμένος καὶ ἰδὼν τὸν Θεσμόπολιν — τοῦτο γὰρ ὁ φιλόσοφος ἐκαλεῖτο —
διδάσκαλε,
φησίν,
εὖ μὲν ἐποίησας αὐτὸς ἥκων παρʼ ἡμᾶς, οὐ μεῖον δʼ ἄν τί σοι ἐγένετο, καὶ ἀπόντι γὰρ ἅπαντα ἑξῆς ἀπέσταλτο ἄν· καὶ ἅμα λέγων εἰσῄει χειραγωγῶν τὸν Θεσμόπολιν ἐπερειδόμενον καὶ τοῖς οἰκέταις.
しばらくすると、入浴を済ませたエウクラテスが現れ、テスモポリス――これがその哲学者の名だったが――を見て言った。 「先生、ご自身で我が家へおいでくださったのは、実によいことでした。 しかし、おいでにならなくても不利益はなかったでしょう。 ご欠席であっても、すべて順を追ってお手元に届けられたはずですから」そして、そう言いながら、使用人たちにも寄りかかっているテスモポリスの手を引いて中へと入っていった。