Humanitext Reader

琉善 · 梦或公鸡 §4-6

毕达哥拉斯的转世与米库洛斯的黄金美梦

第 2 段,共 11 段 · 希腊语

内容简介

公鸡透露自己曾是哲学家毕达哥拉斯,米库洛斯虽然对此表示怀疑,但仍与他讨论起梦境的价值,并开始向他描述自己所做的黄金美梦。

§4Ἀλεκτρυών φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα.
公鸡人们也是这么传说的,米库洛斯,但我的遭遇却有些不同,而且我是就在不久前才变成你的公鸡的。
Μίκυλλος πῶς;
米库洛斯怎么会?
ἐθέλω γὰρ τοῦτο μάλιστα εἰδέναι.
这正是我最想知道的。
Ἀλεκτρυών ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;
公鸡你听过一个叫萨摩斯人、姆内萨尔科斯之子毕达哥拉斯的人吗?
Μίκυλλος τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ Πυθαγόρου Εὔφορβος γένοιτο;
米库洛斯你指的是那个诡辩家、那个吹牛大王吗? 他立下规矩不准尝肉也不准吃蚕豆,把我心目中最美味的、餐桌旁不可或缺的配菜斥为禁忌,而且还说服人们在成为毕达哥拉斯之前,他曾是欧福尔波斯?
γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ὦ ἀλεκτρυών.
人们都说他是个骗子和玩弄奇迹的人,公鸡啊。
Ἀλεκτρυών ἐκεῖνος αὐτὸς ἐγώ σοί εἰμι ὁ Πυθαγόρας.
公鸡我就是那个毕达哥拉斯本人。
ὥστε παῦʼ, ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον.
所以,好人呐,别再辱骂我了,更何况你根本不知道我是个怎样的人。
Μίκυλλος τοῦτʼ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος.
米库洛斯这可比刚才那个还要离奇得多,一只哲学家的公鸡!
εἰπὲ δὲ ὅμως, ὦ Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας·
但尽管如此,请告诉我,姆内萨尔科斯之子啊,你是如何作为一只鸟而不是一个人、作为一只塔纳格拉鸡而不是一个萨摩斯人出现在我们面前的?
οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύʼ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου.
这些事情既不合情理,也极不易令人相信,因为我觉得我已经在你身上察觉到两点与毕达哥拉斯完全不符的特征了。
Ἀλεκτρυών τὰ ποῖα;
公鸡哪两点?
Μίκυλλος ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, ὁ δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς παράνομον· οὐ γὰρ ἔχων ὅ τι σοι παραβάλοιμι εἰ μὴ κυάμους χθὲς ἧκον ὡς οἶσθα, καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς·
米库洛斯第一,你是个多嘴多舌、叫个不停的家伙,而我记得,那位先生曾建议整整五年保持沉默;第二,这是完全违法的:因为昨天,如你所知,我除了蚕豆之外没有别的东西可以喂你,就拿了过来,而你毫不犹豫地把它们啄着吃了。
ὥστε ἢ ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι ἢ Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις.
所以,你要么是在撒谎、其实是别人,要么你就是毕达哥拉斯,但你犯了法,吃了蚕豆,这就等同于犯下了吞食你父亲头颅一样的恶逆罪。
§5Ἀλεκτρυών οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ.
公鸡米库洛斯,你不知道这些事情的原因,也不明白每种生命适合什么。
ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ· νῦν δὲ φάγοιμʼ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή.
我那时候确实不吃蚕豆,因为我当时在研究哲学;但现在我可以吃了,因为这是属于鸟类的食物,对我们来说并非禁忌。
πλὴν ἀλλʼ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα.
不过,如果你愿意,就听听我是如何从毕达哥拉斯变成现在的样子,以前过着怎样的生活,以及从每一次的变化中收获了什么。
Μίκυλλος λέγοις ἄν· ὡς ἔμοιγε ὑπερήδιστον ἂν τὸ ἄκουσμα γένοιτο, ὥστε εἴ τις αἵρεσιν προθείη, πότερα μᾶλλον ἐθέλω σοῦ ἀκούειν τὰ τοιαῦτα διεξιόντος ἢ τὸν πανευδαίμονα ὄνειρον ἐκεῖνον αὖθις ὁρᾶν τὸν μικρὸν ἔμπροσθεν, οὐκ οἶδα ὁπότερον ἂν ἑλοίμην·
米库洛斯那你就说吧;因为对我来说,听这个是再愉快不过的事了,以至于如果有人让我选择,是更愿意听你讲述这些,还是再次看到不久前那个无比幸福的梦,我都不知道该选哪一个。
οὕτως ἀδελφὰ ἡγοῦμαι τὰ σὰ τοῖς ἡδίστοις φανεῖσι καὶ ἐν ἴσῃ ὑμᾶς τιμῇ ἄγω, σέ τε καὶ τὸ πολυτίμητον ἐνύπνιον.
我觉得你的话和刚才显现的那些最甜蜜的事物如同兄弟一般,我把你们同样珍视,也就是你和那无比珍贵的梦。
Ἀλεκτρυών ἔτι γὰρ σὺ ἀναπεμπάζῃ τὸν ὄνειρον ὅστις ποτὲ ὁ φανείς σοι ἦν καί τινα ἰνδάλματα μάταια διαφυλάττεις, κενὴν καὶ ὡς ὁ ποιητικὸς λόγος φησὶν ἀμενηνήν τινα εὐδαιμονίαν τῇ μνήμῃ μεταδιώκων;
公鸡难道你还在心里数念着那个向你显现的梦——管它是什么梦,保留着一些虚无的幻影,用你的记忆去追逐那种空虚的、正如诗人所说的‘无力’的幸福吗?
§6Μίκυλλος ἀλλʼ οὐδʼ ἐπιλήσομαί ποτε, ὦ ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης· οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὁ ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπʼ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα.
米库洛斯但是,公鸡啊,你要知道,我绝不会忘记那番景象;那梦在离去时在我的眼睛里留下了如此多的甜蜜,以至于我勉强才能睁开眼帘,眼皮又被它拉扯着坠入梦乡。
οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα.
那些所见的事物带给我的,就像羽毛在耳朵里转动时所产生的那种酥痒的感觉。
Ἀλεκτρυών Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον, εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος·
公鸡天呐,你说的这个梦真是奇特,如果真如人们所说,它是长着翅膀的,并且以睡眠为飞行的界限,它却已经跳出了界限,在睁着的眼睛前停留,显现得如此甜蜜而逼真。
ἐθέλω γοῦν ἀκοῦσαι οἷός τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν.
总之,我想听听那被你如此渴望的梦到底是个什么样的梦。
Μίκυλλος ἕτοιμος λέγειν· ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ.
米库洛斯我很乐意说;因为仅仅是回忆并讲述它,就已经是件令人愉快的事了。
σὺ δὲ πηνίκα, ὦ Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν;
不过,毕达哥拉斯啊,你打算什么时候讲述你的那些变迁呢?
Ἀλεκτρυών ἐπειδὰν σύ, ὦ Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι·
公鸡当你不再做白日梦、并从眼帘上擦去那些蜜的时候,米库洛斯。
νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὁ ὄνειρος ἧκε πετόμενος.
但现在你先说,好让我知道你的梦是通过象牙之门还是通过角质之门飞向你的。
Μίκυλλος οὐδὲ διʼ ἑτέρας τούτων, ὦ Πυθαγόρα.
米库洛斯这两扇门哪扇都不是,毕达哥拉斯。
Ἀλεκτρυών καὶ μὴν Ὅμηρος δύο ταύτας μόνας λέγει.
公鸡然而荷马说只有这两扇门。
Μίκυλλος ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι.
米库洛斯别理那个对梦一无所知的胡说八道的诗人了。
οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ὁ ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ αὐτὸς καὶ χρυσᾶ πάντα περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον.
贫穷的梦也许是通过那样的门出去的,就是他所看到的那些,而且他自己也是个瞎子,看得也并不怎么清楚。 但对我来说,那最甜蜜的梦是通过某种黄金之门到来的,它自身也是黄金的,身披一身金黄,并且带来了许多金子。
Ἀλεκτρυών παῦε, ὦ Μίδα βέλτιστε, χρυσολογῶν·
公鸡得了吧,我亲爱的弥达斯,别再满口金子了。
ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς.
你的梦简直就是源自他的愿望,我看你简直是在整座金矿上睡了一觉。

词汇与语法注释

  1. 4καὶ ταῦτα οὐκ εἰδὼς — 伴随分词 `οὐκ εἰδὼς` 的短语 `καὶ ταῦτα` 是个惯用表达,表示让步或追加情况,意为“而且是在……的情况下”或“尤其是还不了解……”。
  2. 5ὥστε εἴ τις αἵρεσιν προθείη ... οὐκ οἶδα ὁπότερον ἂν ἑλοίμην — 一个复杂的条件结构,其中条件从句(使用祈愿式 `προθείη`)与主句中的直陈式(`οὐκ οἶδα`)相呼应,而该主句引导的间接疑问句中又包含了表示潜在可能性的祈愿式(`ἂν ἑλοίμην`)。
  3. 6ὑπὲρ τὰ ἐσκαμμένα — 字面意思是“跳过挖好的界线”(源于古希腊跳远竞技中的沙坑界线),是个比喻性的惯用表达,意为“超越界限”或“过度”。

引用这一段

琉善, 梦或公鸡 §4-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:4-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。