Humanitext Reader

ルキアノス · 夢またはにわとり §4-6

ピタゴラスの転生とミキュロスが語る黄金の夢

2 / 11 箇所 · ギリシア語

要旨

雄鶏は自分がかつて哲学者ピタゴラスであったと明かし、ミキュロスはその主張に疑念を呈しつつ、夢の価値について彼と議論を交わし、自らの黄金の夢を語り始める。

§4Ἀλεκτρυών φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα.
Ἀλεκτρυών 人々はそうも言うがね、ミキュロス。 だが、私の場合は少々違っていて、ごく最近になってお前のところへ雄鶏として生まれ変わってきたのだ。
Μίκυλλος πῶς;
Μίκυλλος どのようにしてだ?
ἐθέλω γὰρ τοῦτο μάλιστα εἰδέναι.
それこそ私の一番知りたいことだ。
Ἀλεκτρυών ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;
Ἀλεκτρυών サモス人でムネサルコスの子ピタゴラスという男を耳にしたことがあるかね?
Μίκυλλος τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ Πυθαγόρου Εὔφορβος γένοιτο;
Μίκυλλος あのソフィスト、あのほら吹きのことを言っているのか? 肉を味わうこともソラマメを食べることも禁じる法律を作って、私にとっては極上の、ごちそうの皿から取り除いた副食を不浄なものと言い放ち、さらに、ピタゴラスになる前はエウポルボスであったと人々に信じ込ませていた男だな。
γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ὦ ἀλεκτρυών.
詐欺師で、怪異を行う者だと言われているぞ、雄鶏よ。
Ἀλεκτρυών ἐκεῖνος αὐτὸς ἐγώ σοί εἰμι ὁ Πυθαγόρας.
Ἀλεκτρυών そのピタゴラス自身が、今お前の前にいる私なのだ。
ὥστε παῦʼ, ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον.
だから、友よ、私の悪口を言うのはやめてくれ。 それも、私が本当はどのような人柄であったかも知らないで言うのはね。
Μίκυλλος τοῦτʼ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος.
Μίκυλλος これはまた、あれよりもはるかに奇妙なことだ、哲学者の雄鶏とは!
εἰπὲ δὲ ὅμως, ὦ Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας·
だがそれでも教えてくれ、ムネサルコスの子よ、どのようにして我々の前に人間の代わりに鳥として、またサモス人の代わりにタナグラの鶏として現れたのかを。
οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύʼ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου.
これは到底信じがたく、簡単に信じられることではない。 というのも、私はお前の中に、ピタゴラスとはおよそかけ離れた特徴をすでに二つ見出していると思うからだ。
Ἀλεκτρυών τὰ ποῖα;
Ἀλεκτρυών どのようなことだ?
Μίκυλλος ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, ὁ δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς παράνομον·
Μίκυλλος 一つには、お前がおしゃべりで、けたたましく鳴くことだ。 あの方は、私の記憶では、丸五年間もの間沈黙を守るように勧めていたはずだ。 もう一つは、完全に規則違反なことだ。
οὐ γὰρ ἔχων ὅ τι σοι παραβάλοιμι εἰ μὴ κυάμους χθὲς ἧκον ὡς οἶσθα, καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς·
というのも、昨日お前が知っての通り、私にはソラマメの他に与えるものがなくて持ってきたのに、お前は躊躇もせずにそれを啄んだではないか。
ὥστε ἢ ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι ἢ Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις.
だから、お前は嘘をついていて他の誰かであるか、それともピタゴラスでありながら法を破り、ソラマメを食べたことで、自分の父親の頭を食べたのと同等の不敬を働いたかのどちらかであるに違いない。
§5Ἀλεκτρυών οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ.
Ἀλεκτρυών ミキュロス、お前はこれらの原因も、それぞれの生に適したものが何であるかも分かっていないのだ。
ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ·
私はあの頃はソラマメを食べなかった、哲学をしていたからね。
νῦν δὲ φάγοιμʼ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή.
しかし、今は食べてもよいのだ。 なぜなら、これは鳥類の餌であり、我々にとって禁じられたものではないからだ。
πλὴν ἀλλʼ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα.
ともかく、お前が望むなら、どのようにして私がピタゴラスから今の姿になり、以前はどのような生を送り、それぞれの変化から何を得たのかを聞くがよい。
Μίκυλλος λέγοις ἄν·
Μίκυλλος 話してくれ。
ὡς ἔμοιγε ὑπερήδιστον ἂν τὸ ἄκουσμα γένοιτο, ὥστε εἴ τις αἵρεσιν προθείη, πότερα μᾶλλον ἐθέλω σοῦ ἀκούειν τὰ τοιαῦτα διεξιόντος ἢ τὸν πανευδαίμονα ὄνειρον ἐκεῖνον αὖθις ὁρᾶν τὸν μικρὸν ἔμπροσθεν, οὐκ οἶδα ὁπότερον ἂν ἑλοίμην·
私にとってこれを聞くことはこの上なく愉快なことだろう。 だから、もし誰かが選択肢を提示して、お前がこのような話を語るのを聞くことと、少し前のあの至福の夢を再び見ることのどちらを望むかと尋ねたら、どちらを選ぶべきか分からないほどだ。
οὕτως ἀδελφὰ ἡγοῦμαι τὰ σὰ τοῖς ἡδίστοις φανεῖσι καὶ ἐν ἴσῃ ὑμᾶς τιμῇ ἄγω, σέ τε καὶ τὸ πολυτίμητον ἐνύπνιον.
お前の話は、あの見えたこの上なく甘美なものの兄弟であると思われ、私はお前と、あの尊い夢とを同じくらい大切に思うのだから。
Ἀλεκτρυών ἔτι γὰρ σὺ ἀναπεμπάζῃ τὸν ὄνειρον ὅστις ποτὲ ὁ φανείς σοι ἦν καί τινα ἰνδάλματα μάταια διαφυλάττεις, κενὴν καὶ ὡς ὁ ποιητικὸς λόγος φησὶν ἀμενηνήν τινα εὐδαιμονίαν τῇ μνήμῃ μεταδιώκων;
Ἀλεκτρυών お前は、お前に現れたあの夢がどんなものであったにせよ、まだそれを心の中で数え上げ、空しい幻影を大事に抱きしめ、詩人の言葉が言うような、虚しく儚き幸福を記憶の中で追い求めているのか?
§6Μίκυλλος ἀλλʼ οὐδʼ ἐπιλήσομαί ποτε, ὦ ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης·
Μίκυλλος だが、雄鶏よ、よく覚えておいてくれ、私はあの光景を絶対に忘れない。
οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὁ ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπʼ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα.
あの夢は、私の両目にたっぷりと蜂蜜を残して去っていったので、その重みのためにまぶたが、再び眠りへと引きずり下ろされるのをやっとのことで開けているほどなのだ。
οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα.
耳の中で羽毛を回したときに生じるような、そんな疼くような快感(むずがゆさ)を、見えたものは私に与えてくれたのだから。
Ἀλεκτρυών Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον, εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος·
Ἀλεκτρυών ヘラクレスよ、なんとも驚くべき夢を言うものだ。 人々が言うように、もしそれが翼あるものであり、その飛行の限界が睡眠であるとするなら、それはすでに境界線を越えて跳び越え、開いた目の前にそのように甘く明瞭に現れて、そこに留まり続けているというのだからな。
ἐθέλω γοῦν ἀκοῦσαι οἷός τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν.
ともかく、お前にそれほどまでに恋い焦がれられている夢が、どのようなものであるかを聞きたいものだ。
Μίκυλλος ἕτοιμος λέγειν·
Μίκυλλος 喜んで話そう。
ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ.
それを思い出し、語るだけでも楽しいことだからな。
σὺ δὲ πηνίκα, ὦ Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν;
ところでピタゴラスよ、お前はいつ、あの生まれ変わりの話を語ってくれるのだ?
Ἀλεκτρυών ἐπειδὰν σύ, ὦ Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι·
Ἀλεκτρυών お前が夢想をやめて、まぶたから蜂蜜を拭い去ったときだ。
νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὁ ὄνειρος ἧκε πετόμενος.
だが、今はまずお前から話してくれ。 お前のあの夢が、象牙の門から飛んできたのか、それとも角の門から飛んできたのかを知りたいからな。
Μίκυλλος οὐδὲ διʼ ἑτέρας τούτων, ὦ Πυθαγόρα.
Μίκυλλος そのどちらの門からでもないぞ、ピタゴラスよ。
Ἀλεκτρυών καὶ μὴν Ὅμηρος δύο ταύτας μόνας λέγει.
Ἀλεκτρυών しかし、ホメロスはこれら二つの門しかないと言っているが。
Μίκυλλος ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι.
Μίκυλλος あの夢のことを何も知らない、くだらない詩人のことなど放っておいてくれ。
οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ὁ ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ αὐτὸς καὶ χρυσᾶ πάντα περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον.
貧乏な夢はおそらく、そのような門から出て行くのだろう。 彼自身が盲目であったために、はっきりとは見えなかったような夢がな。 だが、私のもとには、ある黄金の門を通って、この上なく甘美な夢がやってきたのだ。 そいつは自らも黄金に輝き、全身に金色のものをまとい、たくさんの黄金を連れてきたのだ。
Ἀλεκτρυών παῦε, ὦ Μίδα βέλτιστε, χρυσολογῶν·
Ἀλεκτρυών おいおい、親愛なるミダスよ、金の話ばかりするのはやめてくれ。
ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς.
お前の夢は、そっくりそのままあのミダスの願いから生じたもので、お前は金鉱山をまるごと夢に見たに違いないと思えるよ。

語釈・文法注

  1. 4καὶ ταῦτα οὐκ εἰδὼς — 分詞 `εἰδὼς`(`οὐκ` を伴う)を修飾する `καὶ ταῦτα` は、「しかも…でありながら」「それも…しないで」という譲歩や付加的状況を表す慣用句である。
  2. 5ὥστε εἴ τις αἵρεσιν προθείη ... οὐκ οἶδα ὁπότερον ἂν ἑλοίμην — 条件節(`εἴ`+希求法 `προθείη`)に対して、主節に直説法(`οὐκ οἶδα`)が置かれ、さらにその間接疑問節の中に潜在を表す希求法(`ἂν ἑλοίμην`)が組み込まれている複雑な構造を持つ。
  3. 6ὑπὲρ τὰ ἐσκαμμένα — 走り幅跳びなどの競技で「掘られた(境界)線を越えて跳ぶ」という慣用表現であり、「分を越える」「限界を突破する」という意味で用いられている。

この箇所を引用する

ルキアノス, 夢またはにわとり §4-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:4-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。