- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:29-33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ミキュロスは雄鶏の導きで魔法の羽を使い、金持ちのシモン、金貸しグニポン、そして元主人のエウクラテスの家に姿を消して忍び込み、富裕な彼らの醜い私生活と不眠に悩む不幸な実態を目の当たりにして、自身の貧しいながらも平穏な生活の価値に気づく。
Ἀλεκτρυών εἶεν. ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν ἢ παρʼ ἄλλον τινὰ τῶν πλουσίων; Μίκυλλος οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος1 ἤδη πλουτήσας εἶναι ἀξιοῖ. καὶ δὴ πάρεσμεν ἐπὶ τὰς θύρας. τί οὖν ποιῶ τὸ μετὰ τοῦτο; Ἀλεκτρυών ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον. Μίκυλλος ἰδοὺ δή. ὦ Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ ἡ θύρα. Ἀλεκτρυών ἡγοῦ ἐς τὸ πρόσθεν. ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον; Μίκυλλος ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα,2 καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδʼ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή· οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο. Ἀλεκτρυών ἄκουσον ἅ φησιν· εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει. Σίμων οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με· ὅλος γοῦν περὶ τὸν ἱππῶνά ἐστιν, οὐ πάνυ ἐπιμελὴς ἄλλως οὐδὲ φιλόπονος ὤν. εἰκὸς δὲ ἡρπάσθαι πολλῷ πλείω τούτων, ἢ πόθεν γὰρ ὁ Τίβειος τάριχος αὑτῷ οὕτω μέγα ὠψωνηκέναι χθὲς ἐλέγετο ἢ τῇ γυναικὶ ἐλλόβιον ἐωνῆσθαι πέντε δραχμῶν ὅλων; τἀμὰ οὗτοι σπαθῶσι τοῦ κακοδαίμονος.3 ἀλλʼ οὐδὲ τὰ ἐκπώματα ἐν ἀσφαλεῖ μοι ἀπόκειται τοσαῦτα ὄντα· δέδια γοῦν μή τις ὑπορύξας τὸν τοῖχον ὑφέληται αὐτά· πολλοὶ φθονοῦσι καὶ ἐπιβουλεύουσί μοι, καὶ μάλιστα ὁ γείτων Μίκυλλος. Μίκυλλος νὴ Δία· σοὶ γὰρ ὅμοιος ἐγὼ καὶ τὰ τρύβλια ὑπὸ μάλης ἄπειμι ἔχων. Ἀλεκτρυών σιώπησον, Μίκυλλε, μὴ καταφωράσῃ παρόντας ἡμᾶς. Σίμων ἄριστον γοῦν ἄγρυπνον αὐτὸν φυλάττειν· ἅπασαν περίειμι διαναστὰς ἐν κύκλῳ τὴν οἰκίαν. τίς οὗτος; ὁρῶ σέ γε, τοιχωρύχε μὰ Δία, ἐπεὶ κίων γε ὢν τυγχάνεις, εὖ ἔχει. ἀριθμήσω αὖθις ἀνορύξας τὸ χρυσίον, μή τί με πρῴην διέλαθεν. ἰδοὺ πάλιν ἐψόφηκέ τις· ἐπʼ ἐμὲ δηλαδή· πολιορκοῦμαι καὶ ἐπιβουλεύομαι πρὸς ἁπάντων. ποῦ μοι τὸ ξιφίδιον; ἂν λάβω τινά θάπτωμεν αὖθις τὸ χρυσίον.
Ἀλεκτρυώνよし。まずシモンのところへ行くか、それとも他の金持ちの誰かのところへ行くか? Μίκυλλοςいやいや、シモンのところだ。彼は二音節の代わりに、いまや金持ちになって四音節の男を気取っているのだから。そして、ほら、私たちは扉の前に着いたぞ。この次はどうすればいい? Ἀλεκτρυών羽を鍵穴に当てなさい。 Μίκυλλοςほら、当てたぞ。おおヘラクレス、まるで鍵を使ったかのように扉が開いた。 Ἀλεκτρυών前へ進みなさい。彼が眠れずに、計算しているのが見えるか? Μίκυλλος見えるとも、ゼウスにかけて、かすんで油を欲しがっている灯芯のそばに。それに、なぜだか分からないが青ざめていて、雄鶏よ、すっかり痩せ細って干からびている。心労のせいだろう。他に病気だとは言われていなかったからな。 Ἀλεκτρυών彼の言うことを聞きなさい。そうすれば、なぜ彼があのような状態なのか分かるだろう。 Σίμωνすると、あの七十タラントンはベッドの下に極めて安全に埋められていて、誰も他には知らない。だが、残りの十六タラントンは、私が馬桶の下に隠しているのを、馬丁のソシュロスが見たと思う。だから彼はまったく馬小屋のあたりにばかりいるのだ。普段はちっとも気が利くわけでも勤勉なわけでもないのに。彼らにこれよりずっと多くを奪われたに違いない。さもなければ、あのティビオスが昨日あんなに贅沢な魚の塩漬けを自分のために買ったとか、彼の妻が丸五ドラクメのイヤリングを買ったなどと、どうして噂されるだろうか。この気の毒な私の財産を、あいつらは浪費しているのだ。しかし、あの多くの杯も安全な場所にあるわけではない。誰かが壁に穴をあけて盗んでいくのではないかと心配だ。多くの者が私を妬み、狙っている。特に隣人のミキュロスが。 Μίκυλλοςとんでもない。私があなたに似ていて、脇の下に皿を抱えて立ち去るとでも言うのか。 Ἀλεκτρυών静かに、ミキュロス。私たちがここにいるのが見つからないように。 Σίμων自分で眠らずに見張るのが一番だ。起きて家の中をぐるりと一周してこよう。誰だ、お前は?見えるぞ、壁泥棒め!――いや、ゼウスにかけて、柱だったか。それならいい。もう一度金を掘り出して数えてみよう。一昨日何か見落としたかもしれない。ほら、また誰かが音を立てた。私を狙っているに違いない。私は包囲され、すべての人に狙われている。私の小刀はどこだ?誰かを捕まえたら――。さあ、もう一度金を埋めよう。
Ἀλεκτρυών τοιαῦτα μέν σοι, ὦ Μίκυλλε, τὰ Σίμωνος. ἀπίωμεν δὲ καὶ παρʼ ἄλλον τινά, ἕως ἔτι ὀλίγον τῆς νυκτὸς λοιπόν ἐστιν. Μίκυλλος ὁ κακοδαίμων, οἷον βιοῖ τὸν βίον. ἐχθροῖς οὕτω πλουτεῖν γένοιτο. κατὰ κόρρης δʼ οὖν πατάξας αὐτὸν ἀπελθεῖν βούλομαι. Σίμων τίς ἐπάταξέ με; λῃστεύομαι ὁ δυστυχής. Μίκυλλος οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ. ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν. οὐ μακρὰν δὲ καὶ οὗτος οἰκεῖ. ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα.
Ἀλεκτρυώνミキュロスよ、シモンの様子はこのようなものだ。夜が明けるまでまだ少し時間があるから、他の誰かのところへも行ってみよう。 Μίκυλλος哀れな男だ、なんて暮らしをしているんだ。敵がこのように金持ちになりますように。行く前に彼の頬をひっぱたいてやりたい。 Σίμων誰が私を叩いたんだ?哀れな私は強盗に遭っている。 Μίκυλλος泣き喚いて眠れずに、金にしがみついて金と同じ色になるがいい。私たちは、もしよければ金貸しのグニポンのところへ行こう。彼もそれほど遠くないところに住んでいる。この扉も私たちのために開いたぞ。
Ἀλεκτρυών ὁρᾷς ἐπαγρυπνοῦντα καὶ τοῦτον ἐπὶ φροντίδων, ἀναλογιζόμενον τοὺς τόκους καὶ τοὺς δακτύλους κατεσκληκότα, ὃν δεήσει μετʼ ὀλίγον πάντα ταῦτα καταλιπόντα σίλφην ἢ ἐμπίδα ἢ κυνόμυιαν γενέσθαι; Μίκυλλος ὁρῶ κακοδαίμονα καὶ ἀνόητον ἄνθρωπον οὐδὲ νῦν πολὺ τῆς σίλφης ἢ ἐμπίδος ἄμεινον βιοῦντα. ὡς δὲ καὶ οὗτος ἐκτέτηκεν ὅλος ὑπὸ τῶν λογισμῶν. ἐπʼ ἄλλον ἀπίωμεν.
Ἀλεκτρυών彼もまた心労から眠れずに、利息を計算して指をすり減らしているのが見えるか?彼はもうすぐこれらすべてを後に残して、紙魚か蚊かブヨにならねばならないというのに。 Μίκυλλος哀れで愚かな男が見えるよ。今でも紙魚や蚊より大して良い暮らしをしていない。彼もまた計算のためにすっかり干からびている。他の人のところへ行こう。
Ἀλεκτρυών παρὰ τὸν σὸν Εὐκράτην, εἰ δοκεῖ. καὶ ἰδοὺ γάρ, ἀνέῳγε καὶ αὕτη ἡ θύρα· ὥστε εἰσίωμεν. Μίκυλλος ἅπαντα ταῦτα μικρὸν ἔμπροσθεν ἐμὰ ἦν. Ἀλεκτρυών ἔτι γὰρ σὺ ὀνειροπολεῖς τὸν πλοῦτον; ὁρᾷς δʼ οὖν τὸν Εὐκράτην αὐτὸν μὲν ὑπὸ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον;4 Μίκυλλος ὁρῶ νὴ Δία καταπυγοσύνην καὶ πασχητιασμόν τινα καὶ ἀσέλγειαν οὐκ ἀνθρωπίνην· τὴν γυναῖκα δὲ ἑτέρωθι ὑπὸ τοῦ μαγείρου καὶ αὐτήν Ἀλεκτρυών τί οὖν; ἐθέλοις ἂν καὶ τούτων κληρονομεῖν, ὦ Μίκυλλε, καὶ πάντα ἔχειν τὰ Εὐκράτους; Μίκυλλος μηδαμῶς, ὦ ἀλεκτρυών· λιμῷ ἀπολοίμην πρότερον. χαιρέτω τὸ χρυσίον καὶ τὰ δεῖπνα, δύο ὀβολοὶ ἐμοί γε πλοῦτός ἐστι μᾶλλον ἢ τοιχωρυχεῖσθαι5 πρὸς τῶν οἰκετῶν. Ἀλεκτρυών ἀλλὰ νῦν γὰρ ἡμέρα ἤδη ἀμφὶ τὸ λυκαυγὲς αὐτό, ἀπίωμεν οἴκαδε παρʼ ἡμᾶς· τὰ λοιπὰ δὲ εἰσαῦθις ὄψει, ὦ Μίκυλλε.
Ἀλεκτρυώνもしよければ、お前の主人のエウクラテスのところへ。ほら、この扉も開いたぞ。中に入ろう。 Μίκυλλοςこれらすべて、少し前までは私のものになるはずだった。 Ἀλεκτρυώνお前はまだ富を夢見ているのか?だが、あのエウクラテスが見えるだろう。彼自身は年老いた男なのに、召使いによって……。 Μίκυλλος見えるとも、ゼウスにかけて。何という男色、そして男娼の行い、人間とは思えないふしだらさだ。そして妻の方も、別の場所で料理人によって同じように……。Ἀλεκτρυώνそれで?ミキュロスよ、お前はこれらを受け継いで、エウクラテスのすべての財産を手に入れたいか? Μίκυλλοςとんでもない、雄鶏よ。それなら飢えて死んだ方がましだ。黄金もご馳走もごめんだ。召使いたちによって家を掘り崩されるくらいなら、私にとっては二オボロスの生活の方がはるかに富だ。 Ἀλεκτρυώνだが、もう夜明け近く、薄明かりの時分だ。私たちの家へ帰ろう。残りはまた今度見ることだ、ミキュロスよ。
- 29ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος
シモン(Σίμων)は2音節だが、彼が金持ちになってより高貴な響きを持つシモニデース(Σιμωνίδης)のような4音節の名前を気取っている(自称している)というユーモラスな言葉遊び。ἀντὶ δισυλλάβου は「2音節の代わりに」の意。
- 29ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα
「かすんで油を欲しがっている灯芯」の意。現在分詞 διψῶσαν(渇いている)は、灯油が切れて今にも消えそうな灯芯を比喩的に表現しており、主人の吝嗇さを暗示している。
- 29τοῦ κακοδαίμονος
属格 τοῦ κακοδαίμονος(哀れな、不幸な者)は、先行する名詞(あるいはここでは代名詞的意味)である「私の」を指す τἀμὰ(τὰ ἐμά)の実質的な同格(あるいは非難・憐みの属格)。シモン自身が自己を憐んで「哀れな私の財産を」と嘆いている。
- 32ὑποῦ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον
この文は動詞(おそらく受動の性的な行為を示す動詞、あるいはそれに類する表現)が省略されている。文脈上、老主人エウクラテスが召使いから受動的な男色行為を受けていることを暗示している。
- 33τοιχωρυχεῖσθαι
本来は「壁に穴をあけられる」「泥棒に入られる」の意の不定詞受動相だが、直前のエウクラテスの場面で描かれた性的放縦さへの言及を受けて、「(召使いたちに)身体的に辱められる」という卑猥な二重の意味(ダブル・ミーニング)が重ね合わされている。
