Humanitext Reader

琉善 · 梦或公鸡 §21-23

富人与穷人的生活对比以及高位者的陨落

第 8 段,共 11 段 · 希腊语

内容简介

公鸡向米库洛斯对比了富人与穷人在战争与和平时期的生活,说明了穷人的生活是如何轻松和健康的。接着,他通过伊卡洛斯与代达罗斯、克罗伊斯与狄奥尼修斯的例子,指出了富人因过高追求而惨遭没落的悲剧。

§21Μίκυλλος οὐκοῦν, ὦ ἀλεκτρυών, ἐπειδὴ ἁπάντων σχεδὸν ἤδη τῶν βίων ἐπειράθης καὶ πάντα οἶσθα, λέγοις ἂν ἤδη σαφῶς ἰδίᾳ μὲν τὰ τῶν πλουσίων ὅπως βιοῦσιν, ἰδίᾳ δὲ τὰ πτωχικά, ὡς μάθω εἰ ἀληθῆ ταῦτα φὴς εὐδαιμονέστερον ἀποφαίνων με τῶν πλουσίων.
米库洛斯那么,公鸡啊,既然你已经体验了几乎所有种类的生活,并且无所不知,现在就请分别清楚地告诉我,一方面富人们是如何生活的,另一方面穷人的生活又是怎样的,好让我知道你在宣布我比富人更幸福时说的是否是真话。
Ἀλεκτρυών ἰδοὺ δὴ οὕτως ἐπίσκεψαι, ὦ Μίκυλλε· σοὶ μὲν οὔτε πολέμου πολὺς λόγος, ἢν λέγηται ὡς οἱ πολέμιοι προσελαύνουσιν, οὐδὲ φροντίζεις μὴ τὸν ἀγρὸν τέμωσιν ἐμβαλόντες ἢ τὸν παράδεισον συμπατήσωσιν ἢ τὰς ἀμπέλους δῃώσωσιν, ἀλλὰ τῆς σάλπιγγος ἀκούων μόνον, εἴπερ ἄρα, περιβλέπεις τὸ κατὰ σεαυτόν, οἷ τραπόμενον χρὴ σωθῆναι καὶ τὸν κίνδυνον διαφυγεῖν·
公鸡瞧,米库洛斯,你可以这样来看:对你来说,即使听说敌人正在逼近,你也不太在意战争,更不用担心他们会侵入并砍毁你的田地,或者践踏你的果园,或者掠夺你的葡萄藤。 相反,一旦听到喇叭声,如果真的听到的话,你只需环顾自己的处境,看该转向何处以求保全并逃避危险。
οἱ δʼ εὐλαβοῦνται μὲν καὶ ἀμφʼ αὑτοῖς, ἀνιῶνται δὲ ὁρῶντες ἀπὸ τῶν τειχῶν ἀγόμενα καὶ φερόμενα ὅσα εἶχον ἐν τοῖς ἀγροῖς.
而他们不仅为自己担忧,还要在城墙上眼睁睁看着自己在田里拥有的一切被掠夺和运走,为此痛苦不堪。
καὶ ἤν τε εἰσφέρειν δέῃ, μόνοι καλοῦνται, ἤν τε ἐπεξιέναι, προκινδυνεύουσι στρατηγοῦντες ἢ ἱππαρχοῦντες·
如果需要交纳战税,只有他们被召集;如果需要出征,他们作为将军或骑兵指挥官在最前线面对危险。
σὺ δὲ οἰσυΐνην ἀσπίδα ἔχων, εὐσταλὴς καὶ κοῦφος εἰς σωτηρίαν, ἕτοιμος ἑστιᾶσθαι τὰ ἐπινίκια, ἐπειδὰν θύῃ ὁ στρατηγὸς νενικηκώς.
而你,拿着柳条编的盾牌,身手敏捷,便于逃生,随时准备在获胜的将军献祭时享受胜利的宴席。
§22Ἀλεκτρυών ἐν εἰρήνῃ τε αὖ σὺ μὲν τοῦ δήμου ὢν ἀναβὰς εἰς ἐκκλησίαν τυραννεῖς τῶν πλουσίων, οἱ δὲ φρίττουσι καὶ ὑποπτήσσουσι καὶ διανομαῖς ἱλάσκονταί σε.
公鸡此外,在和平时期,作为平民一员的你登上公民大会,对富人发号施令,而他们则战战兢兢,百般谄媚,用分发物资来讨好你。
λουτρὰ μὲν γὰρ ὡς ἔχοις καὶ θεάματα καὶ τἆλλα διαρκῆ ἅπαντα, ἐκεῖνοι πονοῦσι, σὺ δὲ ἐξεταστὴς καὶ δοκιμαστὴς πικρὸς ὥσπερ δεσπότης, οὐδὲ λόγου μεταδιδοὺς ἐνίοτε, κἄν σοι δοκῇ κατεχαλάζησας αὐτῶν ἀφθόνους τοὺς λίθους ἢ τὰς οὐσίας αὐτῶν ἐδήμευσας·
因为为了让你能享用浴场、观看表演以及拥有其他一切充足的必需品,他们在劳作,而你却像主人一样成为严厉的审查官和考量者,有时甚至不给他们辩解的机会,只要你高兴,你就会用密集的石子雨砸向他们,或者没收他们的财产。
οὔτε δὲ συκοφάντην δέδιας αὐτὸς οὔτε λῃστὴν μὴ ὑφέληται τὸ χρυσίον ὑπερβὰς τὸ θριγκίον ἢ διορύξας τὸν τοῖχον, οὔτε πράγματα ἔχεις λογιζόμενος ἢ ἀπαιτῶν ἢ τοῖς καταράτοις οἰκονόμοις διαπυκτεύων καὶ πρὸς τοσαύτας φροντίδας μεριζόμενος, ἀλλὰ κρηπῖδα συντελέσας ἑπτὰ ὀβολοὺς τὸν μισθὸν ἔχων, ἀπαναστὰς περὶ δείλην ὀψίαν λουσάμενος, ἢν δοκῇ, σαπέρδην τινὰ ἢ μαινίδας ἢ κρομμύων κεφαλίδας ὀλίγας πριάμενος εὐφραίνεις σεαυτὸν ᾄδων τὰ πολλὰ καὶ τῇ βελτίστῃ Πενίᾳ προσφιλοσοφῶν.
你既不用害怕密告者,也不用担心强盗翻过围墙或挖通墙壁偷走你的金子。 你也不会因为计算、催债或与那些该死的管家争吵而烦恼,更不会被如此多的忧虑分散精力。 相反,你做完一只鞋,拿着七个奥博尔的工钱,在傍晚时分起身,如果高兴的话就去洗个澡,买点咸鱼、小沙丁鱼或几颗洋葱,你就能让自己快活起来,大多时候唱着歌,与那最高贵的“贫穷”友好地探讨哲学。
§23Ἀλεκτρυών ὥστε διὰ ταῦτα ὑγιαίνεις τε καὶ ἔρρωσαι τὸ σῶμα καὶ διακαρτερεῖς πρὸς τὸ κρύος·
公鸡因此,由于这些原因,你身体健康,体格强健,能耐严寒。
οἱ πόνοι γάρ σε παραθήγοντες οὐκ εὐκαταφρόνητον ἀνταγωνιστὴν ἀποφαίνουσι πρὸς τὰ δοκοῦντα τοῖς ἄλλοις ἄμαχα εἶναι.
因为劳作磨砺了你,使你面对别人看来无法克服的困难时,成为一个不可小觑的对手。
ἀμέλει οὐδέν σοι τῶν χαλεπῶν τούτων νοσημάτων πρόσεισιν, ἀλλʼ ἤν ποτε κοῦφος πυρετὸς ἐπιλάβηται, πρὸς ὀλίγον ὑπηρετήσας αὐτῷ ἀνεπήδησας εὐθὺς ἀποσεισάμενος τὴν ἄσην, ὁ δὲ φεύγει αὐτίκα φοβηθείς, ψυχροῦ σε ὁρῶν ἐμφορούμενον καὶ μακρὰ οἰμώζειν λέγοντα ταῖς ἰατρικαῖς περιόδοις·
当然,这些麻烦的疾病绝不会缠上你,但如果万一发了轻微的烧,你只要稍微顺应它一下,就会立刻跳起来,抖落不适,而热病一看到你灌下冷水并对医生的查房高喊“滚一边去”时,就会立刻吓得逃之夭夭。
οἱ δὲ ὑπʼ ἀκρασίας ἄθλιοι τί τῶν κακῶν οὐκ ἔχουσι, ποδάγρας καὶ φθόας καὶ περιπλευμονίας καὶ ὑδέρους;
但是那些因不节制而悲惨的人,什么病痛没有呢——痛风、肺结核、肺炎和水肿?
αὗται γὰρ τῶν πολυτελῶν ἐκείνων δείπνων ἀπόγονοι.
因为这些都是那些奢侈宴席的后代。
τοιγαροῦν οἱ μὲν αὐτῶν ὥσπερ ὁ Ἴκαρος ἐπὶ πολὺ ἄραντες αὑτοὺς καὶ πλησιάσαντες τῷ ἡλίῳ οὐκ εἰδότες ὅτι κηρῷ ἥρμοστο αὐτοῖς ἡ πτέρωσις, μέγαν ἐνίοτε τὸν πάταγον ἐποίησαν ἐπὶ κεφαλὴν ἐς πέλαγος ἐμπεσόντες·
因此,他们中有些人就像伊卡洛斯,把自己升得极高,接近太阳,却不知道自己的翅膀是用蜡固定的,有时一头栽进海里,发出巨大的声响。
ὅσοι δὲ κατὰ τὸν Δαίδαλον μὴ πάνυ μετέωρα μηδὲ ὑψηλὰ ἐφρόνησαν ἀλλὰ πρόσγεια, ὡς νοτίζεσθαι ἐνίοτε τῇ ἅλμῃ τὸν κηρόν, ὡς τὸ πολὺ οὗτοι ἀσφαλῶς διέπτησαν.
而那些像代达罗斯一样,不追求过高或过远的事物,而是贴近地面,以至于蜡偶尔会被海水的盐雾打湿的人,大多数都能安全地飞渡过去。
Μίκυλλος ἐπιεικεῖς τινας καὶ συνετοὺς λέγεις.
米库洛斯你说的这些人倒是相当通情达理和聪明。
Ἀλεκτρυών τῶν μέντοι γε ἄλλων, ὦ Μίκυλλε, τὰς ναυαγίας αἰσχρὰς ἴδοις ἄν, ὅταν ὁ Κροῖσος περιτετιλμένος τὰ πτερὰ γέλωτα παρέχῃ Πέρσαις ἀναβαίνων ἐπὶ τὴν πυρὰν ἢ Διονύσιος καταλυθεὶς τῆς τυραννίδος ἐν Κορίνθῳ γραμματιστὴς βλέπηται, μετὰ τηλικαύτην ἀρχὴν παιδία συλλαβίζειν διδάσκων.
公鸡然而,米库洛斯,你会看到其他人的悲惨触礁,比如克罗伊斯被拔光了羽毛,登上柴堆,成为波斯人的笑柄;或者狄奥尼修斯被推翻了僭主统治,在科林斯成了一名小学教师,在拥有如此巨大的权力之后,却在教小孩子拼读字母。

词汇与语法注释

  1. 21οἷ τραπόμενον — 关系副词 `οἷ`(去往何处)与作不定式 `σωθῆναι` 和 `διαφυγεῖν` 逻辑主语的单数阳性宾格分词 `τραπόμενον` 构成的结构,由非人称动词 `χρή` 引导。
  2. 22κατεχαλάζησας ... ἐδήμευσας — 虽然这两个动词使用直说法的过去时(不定过去时),但它们表达的是在公民大会上通常反复发生的行为,属于“格言性不定过去时(gnomic aorist)”或“经验性不定过去时”的用法。在翻译中应理解为习惯性的现在时。
  3. 23μακρὰ οἰμώζειν λέγοντα — 短语 `μακρὰ οἰμώζειν`(大哭/去死吧)是表示诅咒或轻蔑的惯用表达,在此作为 `λέγοντα` 的宾语。与格的 `ταῖς ἰατρικαῖς περιόδοις`(医生的查房)表示该话语针对的对象。
  4. 23μὴ πάνυ μετέωρα μηδὲ ὑψηλὰ ἐφρόνησαν — 动词 `φρονέω` 配合中性复数宾格(`μετέωρα`、`ὑψηλά`)表示“心高气傲”或“高视阔步”。在 `ἀλλά` 之后省略了动词,可由前文的 `ἐφρόνησαν`(或由 `διέπτησαν` 联想到的飞行动作)补足,并带上了贴近地面(`πρόσγεια`)的意思。

引用这一段

琉善, 梦或公鸡 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:21-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。