§21Μίκυλλος
οὐκοῦν, ὦ ἀλεκτρυών, ἐπειδὴ ἁπάντων σχεδὸν ἤδη τῶν βίων ἐπειράθης καὶ πάντα οἶσθα, λέγοις ἂν ἤδη σαφῶς ἰδίᾳ μὲν τὰ τῶν πλουσίων ὅπως βιοῦσιν, ἰδίᾳ δὲ τὰ πτωχικά, ὡς μάθω εἰ ἀληθῆ ταῦτα φὴς εὐδαιμονέστερον ἀποφαίνων με τῶν πλουσίων.
Μίκυλλος それなら、雄鶏よ、お前はすでにほとんどすべての生き方を経験し、すべてを知っているのだから、金持ちたちがどのように生きているか、また貧乏人の生活はどうであるかを、それぞれ分けて明確に語ってくれないか。 お前が私を金持ちよりも幸福だと宣言して、それが本当のことを言っているのかどうか、私が知ることができるように。
Ἀλεκτρυών
ἰδοὺ δὴ οὕτως ἐπίσκεψαι, ὦ Μίκυλλε·
Ἀλεκτρυών さあ、ミキュロスよ、このように考えてみるがよい。
σοὶ μὲν οὔτε πολέμου πολὺς λόγος, ἢν λέγηται ὡς οἱ πολέμιοι προσελαύνουσιν, οὐδὲ φροντίζεις μὴ τὸν ἀγρὸν τέμωσιν ἐμβαλόντες ἢ τὸν παράδεισον συμπατήσωσιν ἢ τὰς ἀμπέλους δῃώσωσιν, ἀλλὰ τῆς σάλπιγγος ἀκούων μόνον, εἴπερ ἄρα, περιβλέπεις τὸ κατὰ σεαυτόν, οἷ τραπόμενον χρὴ σωθῆναι καὶ τὸν κίνδυνον διαφυγεῖν·
お前にとっては、敵が押し寄せてくると言われても、戦争のことなど大して気にも留めず、敵が侵入して畑を荒らしたり、庭園を踏み荒らしたり、葡萄畑を略奪したりしないかと心配することもない。 ただ、もし万が一ラッパの音が聞こえたとしても、自分の身の回りをみまわして、どこへ逃れて身の安全を確保し、危険を避けるべきかを探るだけだ。
οἱ δʼ εὐλαβοῦνται μὲν καὶ ἀμφʼ αὑτοῖς, ἀνιῶνται δὲ ὁρῶντες ἀπὸ τῶν τειχῶν ἀγόμενα καὶ φερόμενα ὅσα εἶχον ἐν τοῖς ἀγροῖς.
しかし彼らは、自分たちの身の上を恐れるだけでなく、畑に持っていたすべてのものが奪い去られ、略奪されるのを城壁から眺めて苦しむのだ。
καὶ ἤν τε εἰσφέρειν δέῃ, μόνοι καλοῦνται, ἤν τε ἐπεξιέναι, προκινδυνεύουσι στρατηγοῦντες ἢ ἱππαρχοῦντες·
そして、戦費を納めねばならぬときには彼らだけが呼び出され、出撃せねばならぬときには将軍や騎兵隊長として先頭に立って危険に身をさらす。
σὺ δὲ οἰσυΐνην ἀσπίδα ἔχων, εὐσταλὴς καὶ κοῦφος εἰς σωτηρίαν, ἕτοιμος ἑστιᾶσθαι τὰ ἐπινίκια, ἐπειδὰν θύῃ ὁ στρατηγὸς νενικηκώς.
だがお前は、柳の枝で編んだ盾を持ち、身軽で素早く安全へと逃れることができ、勝利を収めた将軍が犠牲を捧げるときには、いつでも祝勝会でごちそうになる準備ができているのだ。
§22Ἀλεκτρυών
ἐν εἰρήνῃ τε αὖ σὺ μὲν τοῦ δήμου ὢν ἀναβὰς εἰς ἐκκλησίαν τυραννεῖς τῶν πλουσίων, οἱ δὲ φρίττουσι καὶ ὑποπτήσσουσι καὶ διανομαῖς ἱλάσκονταί σε.
Ἀλεκτρυών 一方、平和なときには、お前は民衆の一員として民会に登り、金持ちたちに対して君主のように振る舞い、彼らはおののき、へつらい、配給によってお前の機嫌をとる。
λουτρὰ μὲν γὰρ ὡς ἔχοις καὶ θεάματα καὶ τἆλλα διαρκῆ ἅπαντα, ἐκεῖνοι πονοῦσι, σὺ δὲ ἐξεταστὴς καὶ δοκιμαστὴς πικρὸς ὥσπερ δεσπότης, οὐδὲ λόγου μεταδιδοὺς ἐνίοτε, κἄν σοι δοκῇ κατεχαλάζησας αὐτῶν ἀφθόνους τοὺς λίθους ἢ τὰς οὐσίας αὐτῶν ἐδήμευσας·
というのも、お前が浴場や観劇、その他必要なものすべてを十分に持てるようにと、彼らが苦労して働き、お前は主人のように厳しい検査官や審査官となって、時には彼らに弁明の機会すら実質与えず、もしお前がそう望むなら、彼らの上に容赦なく石の雨を降らせたり、彼らの財産を没収したりするからだ。
οὔτε δὲ συκοφάντην δέδιας αὐτὸς οὔτε λῃστὴν μὴ ὑφέληται τὸ χρυσίον ὑπερβὰς τὸ θριγκίον ἢ διορύξας τὸν τοῖχον, οὔτε πράγματα ἔχεις λογιζόμενος ἢ ἀπαιτῶν ἢ τοῖς καταράτοις οἰκονόμοις διαπυκτεύων καὶ πρὸς τοσαύτας φροντίδας μεριζόμενος, ἀλλὰ κρηπῖδα συντελέσας ἑπτὰ ὀβολοὺς τὸν μισθὸν ἔχων, ἀπαναστὰς περὶ δείλην ὀψίαν λουσάμενος, ἢν δοκῇ, σαπέρδην τινὰ ἢ μαινίδας ἢ κρομμύων κεφαλίδας ὀλίγας πριάμενος εὐφραίνεις σεαυτὸν ᾄδων τὰ πολλὰ καὶ τῇ βελτίστῃ Πενίᾳ προσφιλοσοφῶν.
お前自身は、密告者を恐れることもなければ、泥棒が塀を乗り越えたり壁に穴を開けたりして金貨を盗みはしないかと心配することもない。 また、計算をしたり、借金を取り立てたり、あの忌々しい家令たちと激しくやり合ったりして、これほど多くの心配事に心を悩まされるという厄介なこともない。 そうではなく、靴を仕上げて7オボロスの賃金を得て、夕方遅くに仕事を終えて立ち上がり、気が向けば湯を浴び、塩魚か小魚、あるいはタマネギを少しばかり買い求めて、大抵は歌を歌い、この上なく素晴らしい「貧困」とともにつむじを曲げずに哲学しながら、自分を楽しませているのだ。
§23Ἀλεκτρυών
ὥστε διὰ ταῦτα ὑγιαίνεις τε καὶ ἔρρωσαι τὸ σῶμα καὶ διακαρτερεῖς πρὸς τὸ κρύος·
Ἀλεκτρυών それゆえ、これらのことによってお前は健康で、肉体は頑健であり、寒さにも耐えることができる。
οἱ πόνοι γάρ σε παραθήγοντες οὐκ εὐκαταφρόνητον ἀνταγωνιστὴν ἀποφαίνουσι πρὸς τὰ δοκοῦντα τοῖς ἄλλοις ἄμαχα εἶναι.
労苦がお前を鍛え上げて、他の人々にとっては征服不可能と思われるものに対しても、容易には侮れない対戦相手にしてくれるからだ。
ἀμέλει οὐδέν σοι τῶν χαλεπῶν τούτων νοσημάτων πρόσεισιν, ἀλλʼ ἤν ποτε κοῦφος πυρετὸς ἐπιλάβηται, πρὸς ὀλίγον ὑπηρετήσας αὐτῷ ἀνεπήδησας εὐθὺς ἀποσεισάμενος τὴν ἄσην, ὁ δὲ φεύγει αὐτίκα φοβηθείς, ψυχροῦ σε ὁρῶν ἐμφορούμενον καὶ μακρὰ οἰμώζειν λέγοντα ταῖς ἰατρικαῖς περιόδοις·
言うまでもなく、お前にはこのような厄介な病気は一切近寄らない。 だが、もし万が一軽い熱にかかったとしても、ほんの少しその病気の言う通りにしたかと思えば、すぐに不快感を振り払って跳ね起きるのだ。 すると熱のほうは、お前が冷たい水をがぶ飲みし、医者の回診など「あっちへ行って泣きを見ていろ」と言い放つのを見て、恐れをなして即座に逃げ去ってしまう。
οἱ δὲ ὑπʼ ἀκρασίας ἄθλιοι τί τῶν κακῶν οὐκ ἔχουσι, ποδάγρας καὶ φθόας καὶ περιπλευμονίας καὶ ὑδέρους;
しかし、不摂生のために惨めなあの者たちは、いかなる災いをも抱えていないというのか。 痛風、肺結核、肺炎、水腫などはどうだ。
αὗται γὰρ τῶν πολυτελῶν ἐκείνων δείπνων ἀπόγονοι.
これらはまさに、あの贅沢な食事の末裔なのだからな。
τοιγαροῦν οἱ μὲν αὐτῶν ὥσπερ ὁ Ἴκαρος ἐπὶ πολὺ ἄραντες αὑτοὺς καὶ πλησιάσαντες τῷ ἡλίῳ οὐκ εἰδότες ὅτι κηρῷ ἥρμοστο αὐτοῖς ἡ πτέρωσις, μέγαν ἐνίοτε τὸν πάταγον ἐποίησαν ἐπὶ κεφαλὴν ἐς πέλαγος ἐμπεσόντες·
それゆえ、彼らのうちのある者たちは、イカロスのように、はるか高く舞い上がり、自分たちの羽が蝋で固定されていることも知らずに太陽に近づき、時には海へと真っ逆さまに落下して大きな水音を立てるのだ。
ὅσοι δὲ κατὰ τὸν Δαίδαλον μὴ πάνυ μετέωρα μηδὲ ὑψηλὰ ἐφρόνησαν ἀλλὰ πρόσγεια, ὡς νοτίζεσθαι ἐνίοτε τῇ ἅλμῃ τὸν κηρόν, ὡς τὸ πολὺ οὗτοι ἀσφαλῶς διέπτησαν.
しかし、ダイダロスのように、あまりに高すぎたり舞い上がりすぎたりする望みを抱かず、海水のしぶきで蝋が湿ることもあるほど地に近く飛んだ者たちは、大抵は安全に飛び去るのである。
Μίκυλλος
ἐπιεικεῖς τινας καὶ συνετοὺς λέγεις.
Μίκυλλος お前は、なかなかに道にかなった、賢明な者たちのことを言っているのだな。
Ἀλεκτρυών
τῶν μέντοι γε ἄλλων, ὦ Μίκυλλε, τὰς ναυαγίας αἰσχρὰς ἴδοις ἄν, ὅταν ὁ Κροῖσος περιτετιλμένος τὰ πτερὰ γέλωτα παρέχῃ Πέρσαις ἀναβαίνων ἐπὶ τὴν πυρὰν ἢ Διονύσιος καταλυθεὶς τῆς τυραννίδος ἐν Κορίνθῳ γραμματιστὴς βλέπηται, μετὰ τηλικαύτην ἀρχὴν παιδία συλλαβίζειν διδάσκων.
Ἀλεκτρυών しかし、ミキュロスよ、それ以外の者たちの無残な破滅なら、お前にも見えるだろう。 クロイソスが羽をむしり取られ、薪の山に登りながらペルシア人たちの物笑いの種になったり、ディオニュシオスが僭主の座を追われてコリントスで、あれほど強大な権力ののちに、子供たちに綴り字を教えている小学校教師の姿をさらしたりするときにな。