§18Ἀλεκτρυών
τὸ μὲν ὅλον, ὦ Μίκυλλε, σοφιστὴς ἄνθρωπος ἦν· χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν·
公鸡总的来说,米库洛斯,他是一个诡辩家——因为我认为,应当说真话。
ἄλλως δὲ οὐκ ἀπαίδευτος οὐδὲ ἀμελέτητος τῶν καλλίστων μαθημάτων·
但另一方面,他并非没有受过教育,也并非对最优秀的学问不加练习。
ἀπεδήμησα δὲ καὶ εἰς Αἴγυπτον, ὡς συγγενοίμην τοῖς προφήταις ἐπὶ σοφίᾳ, καὶ ἐς τὰ ἄδυτα κατελθὼν ἐξέμαθον τὰς βίβλους τὰς Ὥρου καὶ Ἴσιδος, καὶ αὖθις εἰς Ἰταλίαν ἐκπλεύσας οὕτω διέθηκα τοὺς κατʼ ἐκεῖνα Ἕλληνας, ὥστε θεὸν ἦγόν με.
我也曾到埃及旅行,以便在智慧上与先知们交往;我进入密所,彻底学习了霍鲁斯和伊西斯的书籍;之后我又乘船去往意大利,使那里的希腊人如此待我,以至于他们把我当成神。
Μίκυλλος
ἤκουσα ταῦτα καὶ ὡς δόξειας ἀναβεβιωκέναι ἀποθανὼν καὶ ὡς χρυσοῦν τὸν μηρὸν ἐπιδείξαιό ποτε αὐτοῖς.
米库洛斯我听过这些事,也听说你死后似乎又复活了,还听说你曾向他们展示你的黄金大腿。
ἐκεῖνο δέ μοι εἰπέ, τί σοι ἐπῆλθε νόμον ποιήσασθαι μήτε κρεῶν μήτε κυάμων ἐσθίειν;
但请告诉我这个:是什么让你想到要制定一条既不吃肉也不吃蚕豆的法则?
Ἀλεκτρυών
μὴ ἀνάκρινε ταῦτα, ὦ Μίκυλλε.
公鸡米库洛斯啊,不要追问这些事。
Μίκυλλος
διὰ τί, ὦ ἀλεκτρυών;
米库洛斯为什么,公鸡?
Ἀλεκτρυών
ὅτι αἰσχύνομαι λέγειν πρὸς σὲ τὴν ἀλήθειαν περὶ αὐτῶν.
公鸡因为我觉得向你吐露关于这些的真相很丢脸。
Μίκυλλος
καὶ μὴν οὐδὲν ὀκνεῖν χρὴ λέγειν πρὸς ἄνδρα σύνοικον καὶ φίλον·
米库洛斯然而,对一个同住者和朋友,你实在不该有什么迟疑。
δεσπότην γὰρ οὐκ ἂν ἔτι εἴποιμι.
因为我不会再叫你主人了。
Ἀλεκτρυών
οὐδὲν ὑγιὲς οὐδὲ σοφὸν ἦν, ἀλλʼ ἑώρων ὅτι εἰ μὲν τὰ συνήθη καὶ ταὐτὰ τοῖς πολλοῖς νομίζοιμι, ἥκιστα ἐπισπάσομαι τοὺς ἀνθρώπους ἐς τὸ θαῦμα, ὅσῳ δʼ ἂν ξενίζοιμι, τοσούτῳ σεμνότερος ᾤμην αὐτοῖς ἔσεσθαι.
公鸡这其中没有任何健全或智慧可言。 只是我看到,如果我固守那些与大众相同且寻常的习惯,我将最不能吸引人们产生惊异;而我越是显得怪异,我以为在他们眼中就会显得越庄严。
διὰ τοῦτο καινοποιεῖν εἱλόμην ἀπόρρητον ποιησάμενος τὴν αἰτίαν, ὡς εἰκάζοντες ἄλλος ἄλλως ἅπαντες ἐκπλήττωνται καθάπερ ἐπὶ τοῖς ἀσαφέσι τῶν χρησμῶν.
为此,我选择标新异议,并把原因保密,好让所有人各自猜测,从而像对待晦涩的神谕那样感到惊叹。
ὁρᾷς;
你看到了吧?
καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει.
轮到你也在取笑我了。
Μίκυλλος
οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ πατῶν ἀπολιμπάνοις.
米库洛斯我取笑你,倒还不如取笑那些克罗托内人、梅塔蓬图姆人、塔兰托人,以及其他默默跟随你、崇拜你走过留下的足迹的人。
§19Μίκυλλος
ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετʼ αὐτόν;
米库洛斯在脱去毕达哥拉斯之后,你接着又换上了谁的装束?
Ἀλεκτρυών
Ἀσπασίαν τὴν ἐκ Μιλήτου ἑταίραν·
公鸡米利都的妓女阿斯帕西亚。
Μίκυλλος
φεῦ τοῦ λόγου, καὶ γυνὴ γὰρ σὺν τοῖς ἄλλοις ὁ Πυθαγόρας ἐγένετο, καὶ ἦν ποτε χρόνος ὅτε καὶ σὺ ᾠοτόκεις, ὦ ἀλεκτρυόνων γενναιότατε, καὶ συνῆσθα Περικλεῖ Ἀσπασία οὖσα καὶ ἐκύεις ἀπʼ αὐτοῦ καὶ ἔρια ἔξαινες καὶ κρόκην κατῆγες καὶ ἐγυναικίζου ἐς τὸ ἑταιρικόν;
米库洛斯天哪,这叫什么话! 毕达哥拉斯居然也和其他人一样变成了女人,而且,最优秀的公鸡啊,曾经有一段时间你也下蛋,作为阿斯帕西亚与伯里克利同居并为他怀孕,还梳理羊毛、纺织纬线、像妓女一样做女人做的事?
Ἀλεκτρυών
πάντα ταῦτα ἐποίουν οὐ μόνος, ἀλλὰ καὶ Τειρεσίας πρὸ ἐμοῦ καὶ ὁ Ἐλάτου παῖς ὁ Καινεύς, ὥστε ὁπόσα ἂν ἀποσκώψῃς εἰς ἐμὲ, καὶ εἰς ἐκείνους ἀποσκώψας ἔσῃ.
公鸡这些事我不仅自己做过,在我之前的泰雷西阿斯和埃拉托斯的儿子凯内乌斯也做过。 所以,无论你嘲笑我什么,你也是在嘲笑他们。
Μίκυλλος
τί οὖν; πότερος ἡδίων ὁ βίος σοι ἦν, ὅτε ἀνὴρ ἦσθα ἢ ὅτε σε ὁ Περικλῆς ὤπυιεν;
米库洛斯那么,哪种生活对你来说更愉快呢? 是你当男人的时候,还是伯里克利娶你的时候?
Ἀλεκτρυών
ὁρᾷς οἷον τοῦτο ἠρώτησας, οὐδὲ τῷ Τειρεσίᾳ συνενεγκοῦσαν τὴν ἀπόκρισιν;
公鸡你瞧你问的是什么问题,连泰雷西阿斯都没有得到好结果的回答。
Μίκυλλος
ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἱκανῶς ὁ Εὐριπίδης διέκρινε τὸ τοιοῦτον, εἰπὼν ὡς τρὶς ἂν ἐθέλοι παρʼ ἀσπίδα στῆναι ἢ ἅπαξ τεκεῖν.
米库洛斯不过,即使你不说,欧里庇得斯也对这类事情作了充分的判定,他说自己宁愿三次站在盾牌旁,也不愿生育一次。
Ἀλεκτρυών
καὶ μὴν ἀναμνήσω σε, ὦ Μίκυλλε, οὐκ εἰς μακρὰν ὠδίνουσαν·
公鸡然而,米库洛斯,不用多久,等你分娩阵痛的时候,我会提醒你的。
ἔσῃ γὰρ γυνὴ καὶ σὺ ἐν πολλῇ τῇ περιόδῳ πολλάκις.
因为在漫长的轮回中,你也会多次成为女人。
Μίκυλλος
οὐκ ἀπάγξῃ, ὦ ἀλεκτρυών, ἅπαντας οἰόμενος Μιλησίους ἢ Σαμίους εἶναι;
米库洛斯去死吧,公鸡! 你以为所有人都是米利都人或萨摩斯人吗?
σὲ γοῦν φασι καὶ Πυθαγόραν ὄντα τὴν ὥραν λαμπρὸν πολλάκις Ἀσπασίαν γενέσθαι τῷ τυράννῳ.
至少他们说,你即使作为毕达哥拉斯,因你青春美貌出众,也经常成为僭主的“阿斯帕西亚”。
§20Μίκυλλος
—τίς δὲ δὴ μετὰ τὴν Ἀσπασίαν ἀνὴρ ἢ γυνὴ αὖθις ἀνεφάνης;
米库洛斯 ——那么在阿斯帕西亚之后,你又以男人还是女人的身份出现?
Ἀλεκτρυών
ὁ κυνικὸς Κράτης.
公鸡犬儒学派的克拉特斯。
Μίκυλλος
Ὢ Διοσκόρω τῆς ἀνομοιότητος, ἐξ ἑταίρας φιλόσοφος.
米库洛斯天哪,这差距也太大了,从妓女到哲学家!
Ἀλεκτρυών
εἶτα βασιλεύς, εἶτα πένης, καὶ μετʼ ὀλίγον σατράπης, εἶτα ἵππος καὶ κολοιὸς καὶ βάτραχος καὶ ἄλλα μυρία·
公鸡然后是国王,然后是穷人,不久之后是萨特拉普,然后是马、寒鸦、青蛙以及其他无数种东西。
μακρὸν ἂν γένοιτο καταριθμήσασθαι ἕκαστα·
要一一列举出来就太长了。
τὰ τελευταῖα δὲ ἀλεκτρυὼν πολλάκις, ἥσθην γὰρ τῷ τοιούτῳ βίῳ.
而最后是多次成为公鸡,因为我喜欢这样的生活。
καὶ παρὰ πολλοῖς ἄλλοις δουλεύσας καὶ πένησι καὶ πλουσίοις, τὰ τελευταῖα καὶ σοὶ νῦν σύνειμι καταγελῶν ὁσημέραι ποτνιωμένου καὶ οἰμώζοντος ἐπὶ τῇ πενίᾳ καὶ τοὺς πλουσίους θαυμάζοντος ὑπʼ ἀγνοίας τῶν ἐκείνοις προσόντων κακῶν.
在服侍过许多其他穷人和富人主人之后,最后我现在和你在一起,每天嘲笑你为贫穷哭诉哀叹,并由于不了解富人所面临的灾祸而盲目崇拜他们。
εἰ γοῦν ᾔδεις τὰς φροντίδας ἃς ἔχουσιν, ἐγέλας ἂν ἐπὶ σαυτῷ πρῶτον οἰηθέντι ὑπερευδαίμονα εἶναι τὸν πλοῦτον.
要是你了解他们所拥有的忧虑,你首先就会嘲笑你自己,因为你曾以为财富是超级幸福的。
Μίκυλλος
οὐκοῦν, ὦ Πυθαγόρα — καίτοι τί μάλιστα χαίρεις καλούμενος, ὡς μὴ ἐπιταράττοιμι τὸν λόγον ἄλλοτε ἄλλον καλῶν;
米库洛斯那么,毕达哥拉斯——不过,你最喜欢被称呼为什么,好让我不至于一会儿叫这个,一会儿叫那个,从而打乱了对话?
Ἀλεκτρυών
διοίσει μὲν οὐδὲν ἤν τε Εὔφορβον ἢ Πυθαγόραν, ἤν τε Ἀσπασίαν καλῇς ἢ Κράτητα· πάντα γὰρ ἐγὼ ταῦτά εἰμι.
公鸡无论你叫我欧福尔布斯、毕达哥拉斯,还是阿斯帕西亚、克拉特斯,都没有什么区别,因为我就是这一切。
πλὴν τὸ νῦν ὁρώμενον τοῦτο ἀλεκτρυόνα ὀνομάζων ἄμεινον ἂν ποιοῖς, ὡς μὴ ἀτιμάζοις εὐτελὲς εἶναι δοκοῦν τὸ ὄρνεον, καὶ ταῦτα τοσαύτας ἐν αὑτῷ ψυχὰς ἔχον.
不过,称呼我现在显现出来的这个“公鸡”会更好,这样你才不会贬低这只看似低微的鸟,尤其是它体内还蕴含着如此多的灵魂。