§15Ἀλεκτρυών
ὅτι ὑπʼ ἀγνοίας, ὦ Μίκυλλε, καὶ σὺ τὰ ὅμοια τοῖς πολλοῖς ἐξηπάτησαι περὶ τῶν πλουσίων·
公鸡因为,米库洛斯,由于无知,你也像大众一样对富人产生了误解。
οἱ δʼ εὖ ἴσθι πολὺ ὑμῶν ἀθλιώτερον τὸν βίον βιοῦσι·
你要知道,他们过着比你们悲惨得多的生活。
λέγω δέ σοι καὶ πένης καὶ πλούσιος πολλάκις γενόμενος καὶ ἅπαντος βίου πεπειραμένος· μετὰ μικρὸν δὲ καὶ αὐτὸς εἴσῃ ἕκαστα.
我对你这么说,是因为我曾多次既当过穷人也当过富人,体验过所有的生活;过不了多久,你自己也会明白这一切的。
Μίκυλλος
νὴ Δία, καιρὸς γοῦν ἤδη καὶ σὲ εἰπεῖν ὅπως ἠλλάγης καὶ ἃ σύνοισθα τῷ βίῳ ἑκάστῳ.
米库洛斯天哪,那现在确实是你该说说自己是如何转变的,以及你在每种生活中所见所闻的时候了。
Ἀλεκτρυών
ἄκουε τοσοῦτόν γε προειδώς, μηδένα με σοῦ εὐδαιμονέστερον βιοῦντα ἑωρακέναι.
公鸡那么听着,你先预先知道这一点:我从未见过有谁过得比你更幸福。
Μίκυλλος
ἐμοῦ, ὦ ἀλεκτρυών;
米库洛斯比我更幸福,公鸡啊?
οὕτω σοὶ γένοιτο·
愿这也发生在你的身上!
προάγῃ γάρ με λοιδορεῖσθαί σοι.
因为你这是在怂恿我骂你呢。
ἀλλὰ εἰπὲ ἀπὸ Εὐφόρβου ἀρξάμενος ὅπως ἐς Πυθαγόραν μετεβλήθης, εἶτα ἑξῆς ἄχρι τοῦ ἀλεκτρυόνος·
不过,请从欧福尔布斯开始说起,你是如何转变成毕达哥拉斯的,然后顺次一直讲到变成公鸡。
εἰκὸς γάρ σε ποικίλα καὶ ἰδεῖν καὶ παθεῖν ἐν πολυειδέσι τοῖς βίοις.
因为在如此多样的生活里,你肯定看到和经历了许多形形色色的事情。
§16Ἀλεκτρυών
ὡς μὲν ἐξ Ἀπόλλωνος τὸ πρῶτον ἡ ψυχή μοι καταπταμένη ἐς τὴν γῆν ἐνέδυ ἐς ἀνθρώπου σῶμα ἥντινα τὴν καταδίκην ἐκτελοῦσα, μακρὸν ἂν εἴη λέγειν, ἄλλως τε οὐδὲ ὅσιον οὔτε ἐμοὶ εἰπεῖν οὔτε σοὶ ἀκούειν τὰ τοιαῦτα.
公鸡我的灵魂最初是如何从阿波罗那里飞降到大地,并进入人的身体,以履行某种惩罚的——这说来话长,而且对我说、对你听这些事情也都是不敬的。
ἐπεὶ δὲ Εὔφορβος ἐγενόμην
Μίκυλλος
ἐγὼ δὲ πρό γε τούτου, ὦ θαυμάσιε, τίς ἦν;
但是,当我成为欧福尔布斯时—— 米库洛斯可是,你这神奇的家伙,在这之前我是谁呢?
τοῦτό μοι πρότερον εἰπέ, εἰ κἀγώ ποτε ἠλλάγην ὥσπερ σύ.
先告诉我这个,我是不是也曾像你一样转生过?
Ἀλεκτρυών
καὶ μάλα.
公鸡当然。
Μίκυλλος
τίς οὖν ἦν, εἴ τι ἔχεις εἰπεῖν;
米库洛斯那我是谁呢,如果你能说出点什么的话?
ἐθέλω γὰρ τοῦτο εἰδέναι.
因为我很想知道这个。
Ἀλεκτρυών
σύ;
公鸡你吗?
μύρμηξ Ἰνδικὸς τῶν τὸ χρυσίον ἀνορυττόντων.
一只印度蚁,就是那些掘金的蚂蚁。
Μίκυλλος
εἶτα ὤκνουν ὁ κακοδαίμων κἂν ὀλίγα τῶν ψηγμάτων ἥκειν ἐς τόνδε τὸν βίον ἐξ ἐκείνου ἐπισιτισάμενος;
米库洛斯那倒霉的我,当时怎么就没想过从那段生活中带哪怕一点点金屑作为储备来到这一世呢?
ἀλλὰ καὶ τί μετὰ τοῦτο ἔσομαι, εἰπέ·
不过,也请告诉我,这之后我会成为什么。
εἰκὸς γὰρ εἰδέναι σε.
因为你很可能知道。
εἰ γάρ τι ἀγαθὸν εἴη, ἀπάγξομαι ἤδη ἀναστὰς ἀπὸ τοῦ παττάλου ἐφʼ οὗ σὺ ἕστηκας.
如果是好东西,我现在就从你站的那个钉子上吊自尽。
§17Ἀλεκτρυών
οὐκ ἂν μάθοις τοῦτο οὐδεμιᾷ μηχανῇ.
公鸡你用任何办法都无法知道这个。
πλὴν ἀλλὰ ἐπείπερ Εὔφορβος ἐγενόμην — ἐπάνειμι γὰρ ἐπʼ ἐκεῖνα — ἐμαχόμην ἐν Ἰλίῳ καὶ ἀποθανὼν ὑπὸ Μενελάου χρόνῳ ὕστερον ἐς Πυθαγόραν ἧκον.
总之,既然我成为了欧福尔布斯——我要回到这些话上——我在伊利翁作战,被墨涅拉俄斯杀死,一段时间后我来到了毕达哥拉斯那里。
τέως δὲ περιέμενον ἄοικος ἑστώς, ἄχρι δὴ ὁ Μνήσαρχος ἐξεργάσηταί μοι τὸν οἶκον.
在这期间,我无家可归地站着等待,直到姆内萨耳科斯为我建好了房子。
Μίκυλλος
ἄσιτος ὤν, ὦ τάν, καὶ ἄποτος;
米库洛斯不吃不喝吗,老兄?
Ἀλεκτρυών
καὶ μάλα·
公鸡确实如此。
οὐδὲ γὰρ ἔδει τούτων ἢ μόνῳ τῷ σώματι.
因为这些东西除了对身体之外,没有任何需要。
Μίκυλλος
οὐκοῦν τὰ ἐν Ἰλίῳ μοι πρότερον εἰπέ.
米库洛斯那么先告诉我关于伊利翁的事吧。
τοιαῦτα ἦν οἷά φησιν Ὅμηρος γενέσθαι αὐτά;
那里的事情真的像荷马所说的那样吗?
Ἀλεκτρυών
πόθεν ἐκεῖνος ἠπίστατο, ὦ Μίκυλλε, ὃς γινομένων ἐκείνων κάμηλος ἐν Βάκτροις ἦν;
公鸡他怎么会知道,米库洛斯啊,那些事情发生的时候,他还是巴克特里亚的一只骆驼呢。
ἐγὼ δὲ τοσοῦτόν σοί φημι, ὑπερφυὲς μηδὲν γενέσθαι τότε, μήτε τὸν Αἴαντα οὕτω μέγαν μήτε τὴν Ἑλένην αὐτὴν οὕτω καλὴν ὡς οἴονται.
我只能告诉你这么多:当时没有发生任何超乎寻常的事,埃阿斯没有那么高大,海伦本人也没有人们想象的那么美丽。
εἶδον γὰρ λευκὴν μέν τινα καὶ ἐπιμήκη τὸν τράχηλον, ὡς εἰκάζειν κύκνου θυγατέρα εἶναι, τἆλλα δὲ πάνυ πρεσβῦτιν, ἡλικιῶτιν σχεδὸν τῆς Ἑκάβης, ἥν γε Θησεὺς πρῶτον ἁρπάσας ἐν Ἀφίδναις εἶχε κατὰ τὸν Ἡρακλέα γενόμενος, ὁ δὲ Ἡρακλῆς πρότερον εἷλε Τροίαν κατὰ τοὺς πατέρας ἡμῶν τοὺς τότε μάλιστα.
因为我见过她,确实皮肤白皙、颈项修长,以至于让人推测她是天鹅的女儿,但其他方面完全是个老太婆,几乎和赫卡柏同岁,忒修斯最早在阿菲德奈拐走并占有了她,当时他与赫拉克勒斯是同代人;而赫拉克勒斯在更早的时候,也就是在我们的父亲那一辈,攻占了特洛伊。
διηγεῖτο γάρ μοι ὁ Πάνθους ταῦτα, κομιδῇ μειράκιον ὢν ἑωρακέναι λέγων τὸν Ἡρακλέα.
因为潘图斯曾向我讲述过这些,他说他自己还是个小男孩时见过赫拉克勒斯。
Μίκυλλος
τί δέ;
米库洛斯那阿克琉斯呢?
ὁ Ἀχιλλεὺς τοιοῦτος ἦν, ἄριστος τὰ πάντα, ἢ μῦθος ἄλλως καὶ ταῦτα;
他真的在一切事上都是最优秀的吗,还是说这些也只是神话?
Ἀλεκτρυών
ἐκείνῳ μὲν οὐδὲ συνηνέχθην, ὦ Μίκυλλε, οὐδʼ ἂν ἔχοιμί σοι οὕτως ἀκριβῶς τὰ παρὰ τοῖς Ἀχαιοῖς λέγειν·
公鸡我甚至没有遇到过他,米库洛斯,也无法如此精确地告诉你阿开亚人那边的事情。
πόθεν γάρ, πολέμιος ὤν;
毕竟我是敌人,怎么会知道呢?
τὸν μέντοι ἑταῖρον αὐτοῦ τὸν Πάτροκλον οὐ χαλεπῶς ἀπέκτεινα διελάσας τῷ δορατίῳ.
不过,他的同伴帕特罗克洛斯倒是我用长枪刺穿,轻而易举地杀死的。
Μίκυλλος
εἶτά σε ὁ Μενέλαος μακρῷ εὐχερέστερον.
米库洛斯然后墨涅拉俄斯杀死你还要容易得多。
ἀλλὰ ταῦτα μὲν ἱκανῶς, τὰ Πυθαγόρου δὲ ἤδη λέγε.
不过这些事已经够了,现在讲讲毕达哥拉斯的事吧。