Humanitext Reader

琉善 · 梦或公鸡 §13-14

赞美黄金的力量与暴发户西蒙的例子

第 5 段,共 11 段 · 希腊语

内容简介

公鸡与米库洛斯辩论黄金的价值。米库洛斯通过引用神话传说以及邻居西蒙(一夜暴富并改名为西蒙尼德斯)的例子,极力宣扬黄金所带来的巨大影响力。

§13Ἀλεκτρυών οὕτω φιλόχρυσος εἶ καὶ φιλόπλουτος, ὦ Μίκυλλε, καὶ μόνον τοῦτο ἐξ ἅπαντος θαυμάζεις καὶ ἡγῇ εὔδαιμον εἶναι, πολὺ κεκτῆσθαι χρυσίον;
公鸡你竟是如此喜爱黄金与财富,米库洛斯啊,在万事中唯独对这赞叹不已,并认为拥有许多黄金便是幸福吗?
Μίκυλλος οὐκ ἐγὼ μόνος, ὦ Πυθαγόρα, τοῦτο, ἀλλὰ καὶ σὺ αὐτός, ὁπότε Εὔφορβος ἦσθα, χρυσὸν καὶ ἄργυρον ἐξημμένος τῶν βοστρύχων ᾔεις πολεμήσων τοῖς Ἀχαιοῖς, καὶ ἐν τῷ πολέμῳ, ἔνθα σιδηροφορεῖν ἄμεινον ἦν, σὺ δὲ καὶ τότε ἠξίους χρυσῷ ἀναδεδεμένος τοὺς πλοκάμους διακινδυνεύσειν.
米库洛斯不仅是我,毕达哥拉斯啊,你自己也是如此。 当你还是欧福尔布斯时,你就将金银系在卷发上,前去与阿开亚人作战。 在更适宜披戴钢铁的战场上,你那时甚至也认为用黄金束起头发来冒生命危险是值得的。
καί μοι δοκεῖ ὁ Ὅμηρος διὰ τοῦτο Χαρίτεσσιν ὁμοίας εἰπεῖν σου τὰς κόμας, ὅτι χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
在我看来,荷马正是因为这个原因才说你的头发像美惠三女神一样,因为它们 “用金和银箍紧”。
μακρῷ γὰρ ἀμείνους δηλαδὴ καὶ ἐρασμιώτεραι ἐφαίνοντο συναναπεπλεγμέναι τῷ χρυσίῳ καὶ συναπολάμπουσαι μετʼ αὐτοῦ.
因为它们与黄金编织在一起、共同闪耀时,显然显得更为美丽和可爱。
καίτοι τὰ μὲν σά, ὦ χρυσοκόμη, μέτρια, εἰ Πάνθου υἱὸς ὢν ἐτίμας τὸ χρυσίον· ὁ δὲ πάντων θεῶν πατὴρ καὶ ἄνδρων, ὁ Κρόνου καὶ Ῥέας, ὁπότε ἠράσθη τῆς Ἀργολικῆς ἐκείνης μείρακος, οὐκ ἔχων εἰς ὅ τι ἐρασμιώτερον αὑτὸν μεταβάλοι οὐδὲ ὅπως ἂν διαφθείρειε τοῦ Ἀκρισίου τὴν φρουράν — ἀκούεις δήπου ὡς χρυσίον ἐγένετο καὶ ῥυεὶς διὰ τοῦ τέγους συνῆν τῇ ἀγαπωμένῃ.
然而,金发的家伙啊,如果你作为潘图斯的儿子看重黄金,那还算克制;而众神与人类之父,克罗诺斯和瑞亚之子,在爱上那个阿耳戈斯少女时,因为不知道自己该变成什么更可爱的东西,也不知道该如何买通阿克里西奥斯的守卫——你当然听说过,他化作黄金,流过屋顶,与心爱的人结合。
ὥστε τί ἄν σοι τὸ ἐπὶ τούτῳ ἔτι λέγοιμι, ὅσας μὲν χρείας παρέχεται ὁ χρυσός, ὡς δὲ οἷς ἂν παρῇ, καλούς τε αὐτοὺς καὶ σοφοὺς καὶ ἰσχυροὺς ἀπεργάζεται τιμὴν καὶ δόξαν προσάπτων, καὶ ἐξ ἀφανῶν καὶ ἀδόξων ἐνίοτε περιβλέπτους καὶ ἀοιδίμους ἐν βραχεῖ τίθησι;
因此,我何必再对你多言黄金能提供多少用途,以及它如何使拥有它的人变得既美又智且勇,赋予他们荣誉与名声,有时甚至能在短时间内使无名且不体面的人变得备受瞩目和传颂?
§14Μίκυλλος τὸν γείτονα γοῦν μοι τὸν ὁμότεχνον οἶσθα τὸν Σίμωνα, οὐ πρὸ πολλοῦ δειπνήσαντα παρʼ ἐμοί, ὅτε τὸ ἔτνος ἥψουν τοῖς Κρονίοις δύο τόμους τοῦ ἀλλᾶντος ἐμβαλών.
米库洛斯总之,你应该知道我的邻居兼同行西蒙吧,不久前他还在我家吃饭,当时我正在克罗尼亚节煮着豆汤,里头放了两片香肠。
Ἀλεκτρυών οἶδα·
公鸡我知道。
τὸν σιμόν, τὸν βραχύν, ὃς τὸ κεραμεοῦν τρύβλιον ὑφελόμενος ᾤχετο ὑπὸ μάλης ἔχων μετὰ τὸ δεῖπνον, ὃ μόνον ἡμῖν ὑπῆρχεν·
就是那个塌鼻子、矮个子,在晚饭后偷了泥碗藏在腋下溜走的家伙,那可是我们仅有的一只碗。
εἶδον γὰρ αὐτός, ὦ Μίκυλλε.
我亲眼看见了,米库洛斯。
Μίκυλλος οὐκοῦν ἐκεῖνος αὐτὸ κλέψας εἶτα ἀπωμόσατο θεοὺς τοσούτους;
米库洛斯那么,那家伙偷了碗,事后还对着那么多神明发誓抵赖吗?
ἀλλὰ τί οὐκ ἐβόας καὶ ἐμήνυες τότε, ὦ ἀλεκτρυών, ληϊζομένους ἡμᾶς ὁρῶν;
但是,公鸡啊,你当时看见我们被偷,为什么不叫喊并揭发呢?
Ἀλεκτρυών ἐκόκκυζον, ὃ μόνον μοι τότε δυνατὸν ἦν.
公鸡我叫了,那是我当时唯一能做的事。
τί δʼ οὖν ὁ Σίμων;
不过那个西蒙到底怎么了?
ἐῴκεις γάρ τι περὶ αὐτοῦ ἐρεῖν.
你似乎正要说关于他的什么事。
Μίκυλλος ἀνεψιὸς ἦν αὐτῷ πλούσιος ἐς ὑπερβολήν, Δριμύλος τοὔνομα.
米库洛斯他有一个极其富有的表兄,名叫德里缪罗斯。
οὗτος ζῶν μὲν οὐδὲ ὀβολὸν ἔδωκε τῷ Σίμωνι — πῶς γάρ, ὃς οὐδὲ αὐτὸς ἥπτετο τῶν χρημάτων;
这人在活着的时候,连一个奥博尔都不曾给过西蒙——他怎么会给呢,毕竟他自己连自己的钱都不舍得动。
ἐπεὶ δὲ ἀπέθανε πρῴην, ἅπαντα ἐκεῖνα κατὰ τοὺς νόμους Σίμωνός ἐστι, καὶ νῦν ἐκεῖνος ὁ τὰ ῥάκια τὰ πιναρά, ὁ τὸ τρύβλιον περιλείχων, ἄσμενος ἐξελαύνει ἁλουργῆ καὶ ὑσγινοβαφῆ ἀμπεχόμενος, οἰκέτας καὶ ζεύγη καὶ χρυσᾶ ἐκπώματα καὶ ἐλεφαντόποδας τραπέζας ἔχων, ὑφʼ ἁπάντων προσκυνούμενος, οὐδὲ προσβλέπων ἔτι ἡμᾶς·
但前些天他死了,根据法律,所有那些财产现在都属于西蒙了。 如今,那个穿着肮脏破烂、以前连碗底都要舔干净的人,得意洋洋地乘车出行,身穿紫色和绯红色的衣服,拥有仆役、马车、金杯和象牙桌腿的桌子,受到所有人的顶礼膜拜,甚至连看都不再看我们一眼。
ἔναγχος γοῦν ἐγὼ μὲν ἰδὼν προσιόντα, χαῖρε, ἔφην, ὦ Σίμων, ὁ δὲ ἀγανακτήσας, εἴπατε, ἔφη, τῷ πτωχῷ τούτῳ μὴ κατασμικρύνειν μου τοὔνομα·
前不久,我看见他迎面走来,便说: “你好,西蒙! ” 他却十分恼火地对人说: “告诉这个乞丐,不要贬低我的名字。
οὐ γὰρ Σίμων, ἀλλὰ Σιμωνίδης ὀνομάζομαι.
我不叫西蒙,我的名字叫西蒙尼德斯。
τὸ δὲ μέγιστον, ἤδη καὶ ἐρῶσιν αὐτοῦ αἱ γυναῖκες, ὁ δὲ θρύπτεται πρὸς αὐτὰς καὶ ὑπερορᾷ καὶ τὰς μὲν προσίεται καὶ ἵλεώς ἐστιν, αἱ δὲ ἀπειλοῦσιν ἀναρτήσειν αὑτὰς ἀμελούμεναι.
” 而最了不起的是,现在连女人们也都爱上了他,他却对她们傲慢、冷眼相待,对一些人接纳并施予温存,而另一些被冷落的人则威胁要上吊自尽。
ὁρᾷς ὅσων ἀγαθῶν ὁ χρυσὸς αἴτιος, εἴ γε καὶ μεταποιεῖ τοὺς ἀμορφοτέρους καὶ ἐρασμίους ἀπεργάζεται ὥσπερ ὁ ποιητικὸς ἐκεῖνος κεστός.
你瞧,黄金是多么多美好事物的源泉啊,如果它确实能重塑丑陋的人,使他们变得可爱,就像诗人笔下的那条宝带一样。
ἀκούεις δὲ καὶ τῶν ποιητῶν λεγόντων· " ὦ χρυσέ, δεξίωμα κάλλιστον " καὶ χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.
而且你也听过诗人们说: “噢,黄金,最美丽的礼物”,还有 “因为正是黄金掌握着凡人的权力。
ἀλλὰ τί μεταξὺ ἐγέλασας, ὦ ἀλεκτρυών;
” 但是,公鸡啊,你刚才在说话中间笑什么?

词汇与语法注释

  1. §13χρυσὸν καὶ ἄργυρον ἐξημμένος τῶν βοστρύχων — 完成时被动分词 `ἐξημμένος`(源自 `ἐξάπτω`)在此作中动意,意为“将金银系在自己的卷发上”。`χρυσὸν καὶ ἄργυρον` 是该分词的直接宾语(宾格),而属格 `τῶν βοστρύχων` 则表示结合或起点的分离属格(“从/在卷发上”)。
  2. §13οὐκ ἔχων εἰς ὅ τι ἐρασμιώτερον αὑτὸν μεταβάλοι οὐδὲ ὅπως ἂν διαφθείρειε τοῦ Ἀκρισίου τὴν φρουράν — 分词 `ἔχων` 与否定词 `οὐκ` 连用,引导间接设问句,表达困惑或权衡(“不知该如何……”)。由于依附于过去时态的语境,此处使用了祈愿式 `μεταβάλοι` 和带有 `ἄν` 的 `διαφθείρειε`(表示可能性),而非虚拟式。此外,`διαφθείρω` 在此处并非其字面义“破坏”,而是作惯用义“收买、贿赂(守卫)”解。
  3. §14ἀπωμόσατο θεοὺς τοσούτους — 动词 `ἀπόμνυμι` 意为“发誓否认”。它以宾格的 `θεοὺς τοσούτους` 作为直接宾语,表示起誓所凭依的神明,意为“指着如此多的神明发誓抵赖(否认盗窃)”。
  4. §14μὴ κατασμικρύνειν μου τοὔνομα — 这是在表示传达或命令的动词 `εἴπατε`(“告诉……”)之后,由否定词 `μή` 引导的表示命令或请求的不定式。`κατασμικρύνειν` 在此意为“贬低”或“缩短(名字)”,与他要求被称呼为更长、更体面的“西蒙尼德斯(Simonides)”而非较短的“西蒙(Simo)”这一语境相呼应。

引用这一段

琉善, 梦或公鸡 §13-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:13-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。