§17Κυνίσκος
ἵνα ὑμῖν μὴ τὰ νῦν λέγω καθʼ ἕκαστον ἐπεξιών, τοὺς μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους.
库尼斯科斯免得我如今还要一桩桩向你们列举,说那些恶人和贪婪之人如何享福,而善良之人却被驱使掠夺,在贫困、疾病和无数灾祸中备受煎熬。
Ζεύς
οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν;
宙斯难道你不知道,库尼斯科斯,恶人在死后要承受多么巨大的惩罚,而善人又在多么巨大的幸福中度日吗?
Κυνίσκος
Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους.
库尼斯科斯你跟我说的是冥界、提堤俄斯们和坦塔罗斯们。
ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω·
对我来说,如果确实有这样的事,等我死了自然会知道真相。
τὸ δὲ νῦν ἔχον ἐβουλόμην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.
但就目前而言,我宁愿在生前这不论长短的时光中生活得幸福,死后哪怕被十六只秃鹰啄食肝脏,也不愿在生前像坦塔罗斯那样饱受干渴之苦,只为了死后能躺在福者之岛的爱丽舍田野上,与英雄们一同饮酒。
§18Ζεύς
τί φής;
宙斯你说什么?
ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος;
你不相信存在惩罚和奖赏,以及一个审判每个人生平的法庭吗?
Κυνίσκος
ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοιαῦτα·
库尼斯科斯我听说一个叫米诺斯的克里特人在下面审判这些事。
καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου· σὸς γὰρ υἱὸς εἶναι λέγεται.
你也替他回答我一些问题吧,因为据说他是你的儿子。
Ζεύς
τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε;
宙斯你为什么要问关于他的事,库尼斯科斯?
Κυνίσκος
τίνας κολάζει μάλιστα;
库尼斯科斯他最常惩罚谁?
Ζεύς
τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ ἱεροσύλους.
宙斯当然是恶人,比如杀人犯和盗庙贼。
Κυνίσκος
τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει;
库尼斯科斯他又把谁送往英雄们那里?
Ζεύς
τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατʼ ἀρετὴν βεβιωκότας.
宙斯那些善良、虔诚,并依德行生活的人。
Κυνίσκος
τίνος ἕνεκα, ὦ Ζεῦ;
库尼斯科斯为了什么,宙斯?
Ζεύς
διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι.
宙斯因为后者配享奖赏,而前者该受惩罚。
Κυνίσκος
εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ;
库尼斯科斯但如果有人并非出于自愿而做了可怕的事,他也会认为惩罚这人是公正的吗?
Ζεύς
οὐδαμῶς.
宙斯绝不。
Κυνίσκος
οὐδʼ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ τοῦτον τιμᾶν ἀξιώσειεν ἄν;
库尼斯科斯那么,如果有人并非出于自愿而做了善事,他也不会认为这人配享奖赏吧?
Ζεύς
οὐ γὰρ οὖν.
宙斯当然不会。
Κυνίσκος
οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει.
库尼斯科斯既然如此,宙斯,他既不应该奖赏任何人,也不应该惩罚任何人。
Ζεύς
πῶς οὐδένα;
宙斯怎么会不应该对待任何人?
Κυνίσκος
ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία·
库尼斯科斯因为我们人类所做的一切都不是出于自愿,而是被某种不可逃避的必然性所命令,如果之前达成共识的那些事是真的——即命运(莫伊拉)是万物之因。
καὶ ἢν φονεύσῃ τις, ἐκείνη ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγμένον αὐτὸ δρᾷ.
如果有人杀了人,那真正杀人的是她(命运);如果有人盗了庙,他也只是在执行被命令的事。
ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου.
所以,如果米诺斯想要做出公正的审判,他应该惩罚命运(赫伊玛尔墨涅)而不是西绪福斯,惩罚命运(莫伊拉)而不是坦塔罗斯。
τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγμασιν;
因为他们服从命令,又有什么罪错呢?
§19Ζεύς
οὐκέτʼ οὐδὲ ἀποκρίνεσθαί σοι ἄξιον τοιαῦτα ἐρωτῶντι·
宙斯对于问出这种问题的你,我已经不值得再回答了。
θρασὺς γὰρ εἶ καὶ σοφιστής.
因为你是个无礼的诡辩者。
καί σε ἄπειμι ἤδη καταλιπών.
我现在就要丢下你走了。
Κυνίσκος
ἐδεόμην μὲν ἔτι καὶ τοῦτο ἐρέσθαι, ποῦ αἱ Μοῖραι διατρίβουσιν ἢ πῶς ἐφικνοῦνται τῇ ἐπιμελείᾳ τῶν τοσούτων ἐς τὸ λεπτότατον, καὶ ταῦτα τρεῖς οὖσαι.
库尼斯科斯我还想问这个呢:命运三女神住在哪里,或者她们只有三个人,是如何将对如此多事物的照管巨细靡遗地落实到最微小之处的?
ἐπίπονον γάρ τινα καὶ οὐκ εὔμοιρόν μοι δοκοῦσι βιοῦν τὸν βίον τοσαῦτα ἔχουσαι πράγματα, καὶ ὡς ἔοικεν οὐ πάνυ οὐδὲ αὗται ὑπὸ χρηστῇ Εἱμαρμένῃ ἐγεννήθησαν.
因为在我看来,她们承担着如此繁多的事务,过着一种劳碌且谈不上幸运的生活,而且看来连她们自己也不是诞生在什么好的命运之下。
ἐγὼ γοῦν, εἴ μοι αἵρεσις δοθείη, οὐκ ἂν ἀλλαξαίμην πρὸς αὐτὰς τὸν ἐμαυτοῦ βίον, ἀλλʼ ἑλοίμην ἂν ἔτι πενέστερος διαβιῶναι ἤπερ καθῆσθαι κλώθων ἄτρακτον τοσούτων πραγμάτων μεστόν, ἐπιτηρῶν ἕκαστα.
至少,如果让我选择,我绝不会用自己的生活去换她们的生活,我宁愿过着更加贫困的生活,也不愿坐在那里,看着每一件事,纺着装满如此多繁杂事务的纺锤。
εἰ δὲ μὴ ῥᾴδιόν σοι ἀποκρίνασθαι πρὸς ταῦτα, ὦ Ζεῦ, καὶ τούτοις ἀγαπήσομεν οἷς ἀπεκρίνω·
但是,宙斯,如果对你来说回答这些并不容易,那我们对你已经回答的那些也感到满意了。
ἱκανὰ γὰρ ἐμφανίσαι τὸν περὶ τῆς Εἱμαρμένης καὶ Προνοίας λόγον·
因为这些已经足够阐明关于命运和关照的道理。
τὰ λοιπὰ δʼ ἴσως οὐχ εἵμαρτο ἀκοῦσαί μοι.
至于其余的事,或许我注定是听不到了。